§14Μῶμος
πέρας γοῦν, εἰ ἐθέλεις, ὦ Ζεῦ, ψήφισμά τι περὶ τούτων ἀναγνώσομαι ἤδη ξυγγεγραμμένον.
モモスでは、ゼウスよ、お望みならば、これらに関してすでに起草された決議案をこれから読み上げましょう。
Ζεύς
ἀνάγνωθι·
ゼウス読み上げよ。
οὐ πάντα γὰρ ἀλόγως ᾐτιάσω.
お前の非難はすべてが不当というわけではないからな。
καὶ δεῖ τὰ πολλὰ αὐτῶν ἐπισχεῖν, ὡς μὴ ἐπὶ πλεῖον ἂν γίγνηται.
また、これ以上増えることのないよう、その大半を抑制せねばならぬ。
Μῶμος
ἀγαθῇ τύχῃ.
モモス幸運を祈って。
ἐκκλησίας ἐννόμου ἀγομένης ἑβδόμῃ ἱσταμένου ὁ Ζεὺς ἐπρυτάνευε καὶ προήδρευε Ποσειδῶν, ἐπεστάτει Ἀπόλλων, ἐγραμμάτευε Μῶμος Νυκτὸς καὶ ὁ Ὕπνος τὴν γνώμην εἶπεν.
月上旬の第七日に適法な民会が開催され、ゼウスがプリュタニスを務め、ポセイドンが議長を務め、アポロンが監視官を務め、ニュクスの主モモスが書記を務め、ヒュプノスが提案を行った。
Ἐπειδὴ πολλοὶ τῶν ξένων, οὐ μόνον Ἕλληνες ἀλλὰ καὶ βάρβαροι, οὐδαμῶς ἄξιοι ὄντες κοινωνεῖν ἡμῖν τῆς πολιτείας, παρεγγραφέντες οὐκ οἶδα ὅπως καὶ θεοὶ δόξαντες ἐμπεπλήκασι μὲν τὸν οὐρανὸν ὡς μεστὸν εἶναι τὸ συμπόσιον ὄχλου ταραχώδους πολυγλώσσων τινῶν καὶ ξυγκλύδων ἀνθρώπων, ἐπιλέλοιπε δὲ ἡ ἀμβροσία καὶ τὸ νέκταρ, ὥστε μνᾶς ἤδη τὴν κοτύλην εἶναι διὰ τὸ πλῆθος τῶν πινόντων· οἱ δὲ ὑπὸ αὐθαδείας παρωσάμενοι τοὺς παλαιούς τε καὶ ἀληθεῖς θεοὺς προεδρίας ἠξιώκασιν αὑτοὺς παρὰ πάντα τὰ πάτρια καὶ ἐν τῇ γῇ προτιμᾶσθαι θέλουσι·
ギリシア人のみならずバルバロイも含め、我々の市民権を分かち合う資格が全くない異邦人の多くが、どうやってか不法に登録され、神々と見なされることで天を満たしてしまったため、その宴会が多様な言語を話す雑多な混成の民からなる騒がしい群衆で溢れかえり、アンブロシアとネクタルが不足して、飲む者の多さゆえに今や1コテュレが数ミナに高騰するに至り、また、彼らは傲慢さから古くからの真実の神々を押し退けて、あらゆる祖先伝来の慣習に反して自らのために特等席を要求し、地上でも重んじられることを望んでいる。
§15Μῶμος
δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ ξυλλεγῆναι μὲν ἐκκλησίαν ἐν τῷ Ὀλύμπῳ περὶ τροπὰς χειμερινάς, ἑλέσθαι δὲ ἐπιγνώμονας τελείους θεοὺς ἑπτά, τρεῖς μὲν ἐκ τῆς παλαιᾶς βουλῆς τῆς ἐπὶ Κρόνου, τέτταρας δὲ ἐκ τῶν δώδεκα, καὶ ἐν αὐτοῖς τὸν Δία·
それゆえ、モモス評議会と民会は以下のように決議する。 冬至の頃にオリンポスにおいて民会を招集すること。 また、厳格な審査官として完全なる神七名を選出すること。 すなわち、クロノス時代の古い評議会から三名、十二神から四名であり、その中にはゼウスも含めること。
τούτους δὲ τοὺς ἐπιγνώμονας αὐτοὺς μὲν καθέζεσθαι ὀμόσαντας τὸν νόμιμον ὅρκον τὴν Στύγα, τὸν Ἑρμῆν δὲ κηρύξαντα ξυναγαγεῖν ἅπαντας ὅσοι ἀξιοῦσι ξυντελεῖν ἐς τὸ ξυνέδριον, τοὺς δὲ ἥκειν μάρτυρας ἐπαγομένους ἐνωμότους καὶ ἀποδείξεις τοῦ γένους.
そして、これら審査官自身は、ステュクスに誓う慣例の誓言を立てた上で着席し、ヘルメスは布告を行って、議会に席を同じくする資格があると主張する者をすべて招集し、彼らは宣誓した証人と血統の証明書を携えて出頭すること。
τοὐντεῦθεν δὲ οἱ μὲν παρίτωσαν καθʼ ἕνα, οἱ δὲ ἐπιγνώμονες ἐξετάζοντες ἢ θεοὺς εἶναι ἀποφανοῦνται ἢ καταπέμψουσιν ἐπὶ τὰ σφέτερα ἠρία καὶ τὰς θήκας τὰς προγονικάς.
その後、一人ずつ出頭し、審査官らは吟味した上で、彼らが神々であると宣言するか、あるいは彼らをそれぞれの先祖の墓や埋葬所へと送り返すこと。
ἢν δέ τις ἁλῷ τῶν ἀδοκίμων καὶ ἅπαξ ὑπὸ τῶν ἐπιγνωμόνων ἐκκριθέντων ἐπιβαίνων τοῦ οὐρανοῦ, ἐς τὸν Τάρταρον ἐμπεσεῖν τοῦτον.
もし、審査を通過しなかった不適格者でありながら、一度審査官らによって排除された後に再び天に足を踏み入れる者が捕らえられた場合、その者はタルタロスに投げ込まれること。
§16Μῶμος
ἐργάζεσθαι δὲ τὰ αὐτοῦ ἕκαστον, καὶ μήτε τὴν Ἀθηνᾶν ἰᾶσθαι μήτε τὸν Ἀσκληπιὸν χρησμῳδεῖν μήτε τὸν Ἀπόλλω τοσαῦτα μόνον ποιεῖν, ἀλλὰ ἕν τι ἐπιλεξάμενον μάντιν ἢ κιθαρῳδὸν ἢ ἰατρὸν εἶναι.
モモスまた、各自は自らの仕事をすること。 アテナは医術を行わず、アスクレピオスは神託を告げず、アポロンはこれほど多くの仕事を一人で行わず、予言者、キタラ奏者、あるいは医師のいずれか一つを選んでそれになること。
§17Μῶμος
τοῖς δὲ φιλοσόφοις προειπεῖν μὴ ἀναπλάττειν κενὰ ὀνόματα μηδὲ ληρεῖν περὶ ὧν οὐκ ἴσασιν.
モモスまた、哲学者たちには、空虚な名前を捏造したり、自らの知らないことについて戯言を言ったりせぬよう、あらかじめ警告すること。
§18Μῶμος
ὁπόσοι δὲ ἤδη ναῶν ἢ θυσιῶν ἠξιώθησαν, ἐκείνων μὲν καθαιρεθῆναι τὰ ἀγάλματα, ἐντεθῆναι δὲ ἢ Διὸς ἢ Ἥρας ἢ Ἀπόλλωνος ἢ τῶν ἄλλων τινός, ἐκείνοις δὲ τάφον χῶσαι τὴν πόλιν καὶ στήλην ἐπιστῆσαι ἀντὶ βωμοῦ.
モモスすでに神殿や犠牲を捧げられる資格を得た者たちについては、彼らの像は撤去され、代わりにゼウス、ヘラ、アポロン、または他の神のいずれかの像が設置されること。 また、都市は彼らのために墓を築き、祭壇の代わりに墓標を立てること。
ἢν δέ τις παρακούσῃ τοῦ κηρύγματος καὶ μὴ ἐθελήσῃ ἐπὶ τοὺς ἐπιγνώμονας ἐλθεῖν, ἐρήμην αὐτοῦ καταδιαιτησάτωσαν.
もし誰かが布告を無視し、審査官らの前に出頭することを望まない場合、彼の欠席のまま判決を下すこと。
"τοῦτο μὲν ὑμῖν τὸ ψήφισμα.
「これがあなた方への決議案です。
" §19Ζεύς
δικαιότατον, ὦ Μῶμε·
」ゼウスきわめてもっともだ、モモスよ。
καὶ ὅτῳ δοκεῖ, ἀνατεινάτω τὴν χεῖρα·
賛成する者は挙手せよ。
μᾶλλον δέ, οὕτω γιγνέσθω, πλείους γὰρ οἶδʼ ὅτι ἔσονται οἱ μὴ χειροτονήσοντες.
いや、むしろ、このまま可決することにしよう。 挙手しない者の方が多いであろうことは分かっているからな。
ἀλλὰ νῦν μὲν ἄπιτε·
しかし、今は立ち去るがよい。
ὁπόταν δὲ κηρύξῃ ὁ Ἑρμῆς, ἥκετε κομίζοντες ἕκαστος ἐναργῆ τὰ γνωρίσματα καὶ σαφεῖς τὰς ἀποδείξεις, πατρὸς ὄνομα καὶ μητρός, καὶ ὅθεν καὶ ὅπως θεὸς ἐγένετο, καὶ φυλὴν καὶ φράτορας.
ヘルメスが布告したなら、各自、明白な特徴と確かな証拠、すなわち父と母の名、どこでどのようにして神となったか、そして部族とフラトリアを携えて集まるのだ。
ὡς ὅστις ἂν μὴ ταῦτα παράσχηται, οὐδὲν μελήσει τοῖς ἐπιγνώμοσιν εἰ νεών τις μέγαν ἐν τῇ γῇ ἔχει καὶ οἱ ἄνθρωποι θεὸν αὐτὸν εἶναι νομίζουσιν.
これらを提示しない者については、地上にどれほど大きな神殿を持っていようとも、人々がその者を神と信じていようとも、審査官らは一顧だにしないであろうからな。