Humanitext Reader

ルキアノス · 神々の対話 §1-4

モモスによる偽りの神々とディオニュソス一行の告発

1 / 4 箇所 · ギリシア語

要旨

ゼウスが開催したオリンポスの会議において、モモスが発言権を得て、人間出身の偽りの神々やその奇妙な従者たちが天上に入り込んで神として振る舞っている現状を批判し始める。彼はまずディオニュソスとその奇怪な追随者たち(パン、シレノス、サテュロス)の素性を暴露する。

§1Ζεύς μηκέτι τονθορύζετε, ὦ θεοί, μηδὲ κατὰ γωνίας συστρεφόμενοι πρὸς οὖς ἀλλήλοις κοινολογεῖσθε, ἀγανακτοῦντες εἰ πολλοὶ ἀνάξιοι μετέχουσιν ἡμῖν τοῦ συμποσίου, ἀλλʼ ἐπείπερ ἀποδέδοται περὶ τούτων ἐκκλησία, λεγέτω ἕκαστος ἐς τὸ φανερὸν τὰ δοκοῦντά οἱ καὶ κατηγορείτω.
ゼウス神々よ、もはやぶつぶつ言うな。 隅に集まって互いに耳打ちし合うのもやめよ。 多くのふさわしくない者たちが我々の宴を共有していることに憤慨してのことだろうが。 だが、これらについて民会が開かれたのだから、各自が思っていることを公に述べ、告発するがよい。
σὺ δὲ κήρυττε, ὦ Ἑρμῆ, τὸ κήρυγμα τὸ ἐκ τοῦ νόμου.
ヘルメスよ、お前は法律に従って布告を行え。
Ἑρμῆς ἄκουε, σίγα.
ヘルメス静聴、静かに。
τίς ἀγορεύειν βούλεται τῶν τελείων θεῶν οἷς ἔξεστιν;
許可されている一人前の神々のうち、誰か発言したい者はいるか。
ἡ δὲ σκέψις περὶ τῶν μετοίκων καὶ ξένων.
議題は在留外人と異邦人についてである。
Μῶμος ἐγὼ ὁ Μῶμος, ὦ Ζεῦ, εἴ μοι ἐπιτρέψειας εἰπεῖν.
モモスゼウスよ、もしお許しいただけるなら、この私、モモスが発言いたしたく。
Ζεύς τὸ κήρυγμα ἤδη ἐφίησιν·
ゼウスすでに布告が許可を与えている。
ὥστε οὐδὲν ἐμοῦ δεήσει.
したがって私の許可は必要ない。
§2Μῶμος φημὶ τοίνυν δεινὰ ποιεῖν ἐνίους ἡμῶν, οἷς οὐκ ἀπόχρη θεοὺς ἐξ ἀνθρώπων αὐτοῖς γεγενῆσθαι, ἀλλʼ, εἰ μὴ καὶ τοὺς ἀκολούθους καὶ θεράποντας αὐτῶν ἰσοτίμους ἡμῖν ἀποφανοῦσιν, οὐδὲν μέγα οὐδὲ νεανικὸν οἴονται εἰργάσθαι.
モモスでは申します。 我々のうちのある者たちはひどいことをしております。 人間から自ら神になっただけでは満足せず、自分たちの従者や召使までも我々と同等の名誉ある地位に据えなければ、何か偉大なことや目覚ましいことを成し遂げたとは思わないのです。
ἀξιῶ δέ, ὦ Ζεῦ, μετὰ παρρησίας μοι δοῦναι εἰπεῖν·
ゼウスよ、私に率直に語る許しを与えていただきたい。
οὐδὲ γὰρ ἂν ἄλλως δυναίμην, ἀλλὰ πάντες με ἴσασιν ὡς ἐλεύθερός εἰμι τὴν γλῶτταν καὶ οὐδὲν ἂν κατασιωπήσαιμι τῶν οὐ καλῶς γιγνομένων·
そうでなければ語ることもできませんし、私が舌においてどれほど自由であるかは誰もが知っており、よくないことが行われていれば、何一つ黙っていることはできないからです。
διελέγχω γὰρ ἅπαντα καὶ λέγω τὰ δοκοῦντά μοι ἐς τὸ φανερὸν οὔτε δεδιώς τινα οὔτε ὑπʼ αἰδοῦς ἐπικαλύπτων τὴν γνώμην·
私はすべてを糾明し、思っていることを公に述べます。 誰かを恐れることも、恥じらいから自分の意見を覆い隠すこともありません。
ὥστε καὶ ἐπαχθὴς δοκῶ τοῖς πολλοῖς καὶ συκοφαντικὸς τὴν φύσιν, δημόσιός τις κατήγορος ὑπʼ αὐτῶν ἐπονομαζόμενος.
そのため、多くの者からは不快に思われ、生まれつき他者を中傷する者だと見なされ、彼らからは「公認の告発者」などと呼ばれております。
πλὴν ἀλλʼ ἐπείπερ ἔξεστιν καὶ κεκήρυκται καὶ σύ, ὦ Ζεῦ, δίδως μετʼ ἐξουσίας εἰπεῖν· , οὐδὲν ὑποστειλάμενος ἐρῶ.
しかしながら、許可され、布告もなされ、ゼウスよ、あなたも権能をもって語ることを許してくださるのですから、私は包み隠さずに申しましょう。
§3Μῶμος πολλοὶ γάρ, φημί, οὐκ ἀγαπῶντες ὅτι αὐτοὶ μετέχουσι τῶν αὐτῶν ἡμῖν ξυνεδρίων καὶ εὐωχοῦνται ἐπʼ ἴσης, καὶ ταῦτα θνητοὶ ἐξ ἡμισείας ὄντες, ἔτι καὶ τοὺς ὑπηρέτας καὶ θιασώτας τοὺς αὐτῶν ἀνήγαγον ἐς τὸν οὐρανὸν καὶ παρενέγραψαν, καὶ νῦν ἐπʼ ἴσης διανομάς τε νέμονται καὶ θυσιῶν μετέχουσιν, οὐδὲ καταβαλόντες ἡμῖν τὸ μετοίκιον.
モモス多くの者が、自分たちが我々と同じ議会を共有し、対等に歓待されていること――それも半分は人間であるにもかかわらず――に満足せず、さらにその従者や信者たちをも天に引き上げて登録させ、今や我々と同じように分け前を分配され、生贄にあずかっているのです。 我々に在留外人税すら払っていないというのに。
Ζεύς μηδὲν αἰνιγματῶδες, ὦ Μῶμε, ἀλλὰ σαφῶς καὶ διαρρήδην λέγε, προστιθεὶς καὶ τοὔνομα, νῦν γὰρ ἐς τὸ μέσον ἀπέρριπταί σοι ὁ λόγος, ὡς πολλοὺς εἰκάζειν καὶ ἐφαρμόζειν ἄλλοτε ἄλλον τοῖς λεγομένοις.
ゼウス謎めいた言い方はやめよ、モモス。 そうではなく、名前も付け加えて、はっきりと明確に言うのだ。 今のお前の言葉は、誰もが対象になりうるように公に投げ放たれたため、多くの者が推測し、言われていることを代わる代わる別々の者に当てはめることになっている。
χρὴ δὲ παρρησιαστὴν ὄντα μηδὲν ὀκνεῖν λέγειν.
率直に語る者であるなら、何一つ言うことを躊躇してはならぬ。
§4Μῶμος εὖ γε, ὦ Ζεῦ, ὅτι καὶ παροτρύνεις με πρὸς τὴν παρρησίαν·
モモスお見事です、ゼウスよ。 私に率直に語るよう促してくださるとは。
ποιεῖς γὰρ τοῦτο βασιλικὸν ὡς ἀληθῶς καὶ μεγαλόφρον, ὥστε ἐρῶ καὶ τοὔνομα.
あなたは真に王者にふさわしく、寛大に振る舞っておられます。 ですから、名前も申しましょう。
ὁ γάρ τοι γενναιότατος οὗτος Διόνυσος ἡμιάνθρωπος ὤν, οὐδὲ Ἕλλην μητρόθεν ἀλλὰ Συροφοίνικός τινος ἐμπόρου τοῦ Κάδμου θυγατριδοῦς, ἐπείπερ ἠξιώθη τῆς ἀθανασίας, οἷος μὲν αὐτός ἐστιν οὐ λέγω, οὔτε τὴν μίτραν οὔτε τὴν μέθην οὔτε τὸ βάδισμα·
あの極めて高貴なディオニュソスですが、彼は半分人間であり、母方すらギリシア人ではなく、シリア・フェニキアのある商人カドモスの娘の息子(外孫)なのです。 彼が不死の身に値すると見なされたことについて、彼自身がどのような者であるか(そのミトラ帽も、泥酔も、歩き方も)はあえて申しません。
πάντες γάρ, οἶμαι, ὁρᾶτε ὡς θῆλυς καὶ γυναικεῖος τὴν φύσιν, ἡμιμανής, ἀκράτου ἕωθεν ἀποπνέων·
皆様もご覧の通り、生まれつき女性的で女々しく、半ば狂っており、朝早くから生酒の臭いを放っているからです。
ὁ δὲ καὶ ὅλην φατρίαν ἐσεποίησεν ἡμῖν καὶ τὸν χορὸν ἐπαγόμενος πάρεστι καὶ θεοὺς ἀπέφηνε τὸν Πᾶνα καὶ τὸν Σιληνὸν καὶ Σατύρους, ἀγροίκους τινὰς καὶ αἰπόλους τοὺς πολλούς, σκιρτητικοὺς ἀνθρώπους καὶ τὰς μορφὰς ἀλλοκότους·
しかし、彼は一族全員を我々の中に潜り込ませ、自分の合唱隊を率いて居座り、パンやシレノスやサテュロスたちを神々として認めさせました。 彼らの大半は田舎者や山羊飼いで、跳ね回り、異様な姿形をした者たちです。
ὧν ὁ μὲν κέρατα ἔχων καὶ ὅσον ἐξ ἡμισείας ἐς τὸ κάτω αἰγὶ ἐοικὼς καὶ γένειον βαθὺ καθειμένος ὀλίγον τράγου διαφέρων ἐστίν, ὁ δὲ φαλακρὸς γέρων, σιμὸς τὴν ῥῖνα, ἐπὶ ὄνου τὰ πολλὰ ὀχούμενος, Λυδὸς οὗτος, οἱ δὲ Σάτυροι ὀξεῖς τὰ ὦτα, καὶ αὐτοὶ φαλακροί, κεράσται, οἷα τοῖς ἄρτι γεννηθεῖσιν ἐρίφοις τὰ κέρατα ὑποφύεται, Φρύγες τινὲς ὄντες·
そのうちの一人(パン)は、角を持ち、下半身は山羊に似て、深い髭を蓄えて、牡山羊とほとんど変わりません。 また、もう一人(シレノス)は禿げ頭の老人で、獅子っ鼻であり、たいていはロバに乗っているリディア人です。 サテュロスたちは、耳が尖り、彼ら自身も禿げ頭で、生まれたばかりの子山羊に生えかけるような角を持つフリュギア人たちです。
ἔχουσι δὲ καὶ οὐρὰς ἅπαντες.
しかも彼らは全員、尻尾を持っています。
ὁρᾶτε οἵους ἡμῖν θεοὺς ποιεῖ ὁ γεννάδας;
この高貴なお方が、我々にいかなる神々を仕立て上げているか、お分かりでしょうか。

語釈・文法注

  1. §1ἀγανακτοῦντες εἰ — 感情を表す分詞 `ἀγανακτοῦντες`(憤る)に導かれる `εἰ` 節は、単なる仮定ではなく「〜であるという事実」に対して不満を示す事実の記述(`ὅτι` に近い意味)として解釈される。
  2. §3καὶ ταῦτα — 分詞句 `θνητοὶ ἐξ ἡμισείας ὄντες` を伴って「しかも、その上〜なのに」という譲歩や追加の事実を強調する副詞的表現(英語の 'and that too' に相当)。
  3. §3ὡς πολλοὺς εἰκάζειν — 接続詞 `ὡς` に不定詞が続く結果・制限の用法。「その結果、多くの者が(誰のことかと)推測するにいたるほどに」という意味を表す。

この箇所を引用する

ルキアノス, 神々の対話 §1-4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg050.humanitext-grc2:1-4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。