§13καὶ μὴν κἀκ τῶν ἐν Ἀσίᾳ πόλεων ἔστιν ὧν ἧκόν τινες, τῶν Χριστιανῶν στελλόντων ἀπὸ τοῦ κοινοῦ, βοηθήσοντες καὶ συναγορεύσοντες καὶ παραμυθησόμενοι τὸν ἄνδρα.
そして実際、アジアのいくつかの都市からも人々がやって来た。 キリスト教徒たちが共同の資金から派遣した者たちであり、あの男を援助し、擁護し、慰めるためであった。
ἀμήχανον δέ τι τὸ τάχος ἐπιδείκνυνται, ἐπειδάν τι τοιοῦτον γένηται δημόσιον·
彼らは、このような公的な出来事が何か起こると、信じられないほどの迅速さを示す。
ἐν βραχεῖ γὰρ ἀφειδοῦσι πάντων.
というのも、短期間のうちに彼らはあらゆるものを惜しみなく差し出すからだ。
καὶ δὴ καὶ τῷ Περεγρίνῳ πολλὰ τότε ἧκεν χρήματα παρʼ αὐτῶν ἐπὶ προφάσει τῶν δεσμῶν, καὶ πρόσοδον οὐ μικρὰν ταύτην ἐποιήσατο.
そして実際、ペレグリノスのもとにも当時、投獄を口実として彼らから多額の金が届けられ、彼はこれを少なからぬ収入源とした。
πεπείκασι γὰρ αὑτοὺς οἱ κακοδαίμονες τὸ μὲν ὅλον ἀθάνατοι ἔσεσθαι καὶ βιώσεσθαι τὸν ἀεὶ χρόνον, παρʼ ὃ καὶ καταφρονοῦσιν τοῦ θανάτου καὶ ἑκόντες αὑτοὺς ἐπιδιδόασιν οἱ πολλοί.
なぜなら、この哀れな者たちは、自分たちが全体として不死であり、永遠の時間を生きるのだと自らを納得させているからである。 それゆえ、彼らは死を軽蔑し、多くの者が自ら進んで身を捧げるのだ。
ἔπειτα δὲ ὁ νομοθέτης ὁ πρῶτος ἔπεισεν αὐτοὺς ὡς ἀδελφοὶ πάντες εἶεν ἀλλήλων, ἐπειδὰν ἅπαξ παραβάντες θεοὺς μὲν τοὺς Ἑλληνικοὺς ἀπαρνήσωνται, τὸν δὲ ἀνεσκολοπισμένον ἐκεῖνον σοφιστὴν αὐτὸν προσκυνῶσιν καὶ κατὰ τοὺς ἐκείνου νόμους βιῶσιν.
さらに、最初の立法者が、彼らに向かって「あなたがたは一度、ギリシアの神々を否認して背き去り、あの十字架にかけられたソフィスト自体を崇拝し、彼の律法に従って生きるならば、誰もが互いに兄弟となるのだ」と説得したのである。
καταφρονοῦσιν οὖν ἁπάντων ἐξ ἴσης καὶ κοινὰ ἡγοῦνται, ἄνευ τινὸς ἀκριβοῦς πίστεως τὰ τοιαῦτα παραδεξάμενοι.
したがって、彼らはあらゆるものを一様に軽蔑し、それらを共有財産と見なしている。 確かな根拠もなしに、そのような教えを受け入れているのだ。
ἢν τοίνυν παρέλθῃ τις εἰς αὐτοὺς γόης καὶ τεχνίτης ἄνθρωπος καὶ πράγμασιν χρῆσθαι δυνάμενος, αὐτίκα μάλα πλούσιος ἐν βραχεῖ ἐγένετο ἰδιώταις ἀνθρώποις ἐγχανών.
それゆえ、もしペテン師や狡猾な男、状況を利用できる者が彼らのもとに入り込めば、単純な人々を嘲笑いながら、瞬く間に大金持ちになるのである。
§14πλὴν ἀλλʼ ὁ Περεγρῖνος ἀφείθη ὑπὸ τοῦ τότε τῆς Συρίας ἄρχοντος, ἀνδρὸς φιλοσοφίᾳ χαίροντος, ὃς συνεὶς τὴν ἀπόνοιαν αὐτοῦ καὶ ὅτι δέξαιτʼ ἂν ἀποθανεῖν ὡς δόξαν ἐπὶ τούτῳ ἀπολίποι, ἀφῆκεν αὐτὸν οὐδὲ τῆς κολάσεως ὑπολαβὼν ἄξιον.
とはいえ、ペレグリノスは当時のシリアの総督によって釈放された。 彼は哲学を好む人物であり、ペレグリノスの狂気と、これによって名声を残すためなら死をも受け入れるだろうということを察して、彼を処罰にすら値しないと判断して釈放したのである。
ὁ δὲ εἰς τὴν οἰκείαν ἐπανελθὼν καταλαμβάνει τὸ περὶ τοῦ πατρῴου φόνου ἔτι φλεγμαῖνον καὶ πολλοὺς τοὺς ἐπανατεινομένους τὴν κατηγορίαν.
彼は自国に戻ったが、父親殺しの件がまだ激しく燃え上がっており、彼を告発しようと脅しをかける者が大勢いるのを目にした。
διήρπαστο δὲ τὰ πλεῖστα τῶν κτημάτων παρὰ τὴν ἀποδημίαν αὐτοῦ καὶ μόνοι ὑπελείποντο οἱ ἀγροὶ ὅσον εἰς πεντεκαίδεκα τάλαντα.
彼の不在の間に、財産の大部分は略奪されており、残されたのはわずか十五タラントンほどに相当する土地だけであった。
ἦν γὰρ ἡ πᾶσα οὐσία τριάκοντά που ταλάντων ἀξία ἣν ὁ γέρων κατέλιπεν, οὐχ ὥσπερ ὁ παγγέλοιος Θεαγένης ἔλεγε πεντακισχιλίων·
老人が残した全財産は、およそ三十タラントンの価値があるものであり、あの極めて滑稽なテアゲネスが言ったような五千タラントンではなかった。
τοσούτου γὰρ οὐδὲ ἡ πᾶσα τῶν Παριανῶν πόλις πέντε σὺν αὐτῇ τὰς γειτνιώσας παραλαβοῦσα πραθείη ἂν αὐτοῖς ἀνθρώποις καὶ βοσκήμασιν καὶ τῇ λοιπῇ παρασκευῇ.
それほどの額であれば、パリオンの街全体に加えて、隣接する五つの街を合わせ、人間も家畜もその他の備えもすべて含めて売り払ったとしても、届かないであろうからだ。
§15ἀλλʼ ἔτι γε ἡ κατηγορία καὶ τὸ ἔγκλημα θερμὸν ἦν, καὶ ἐῴκει οὐκ εἰς μακρὰν ἐπαναστήσεσθαί τις αὐτῷ, καὶ μάλιστα ὁ δῆμος αὐτὸς ἠγανάκτει, χρηστόν, ὡς ἔφασαν οἱ ἰδόντες, γέροντα πενθοῦντες οὕτως ἀσεβῶς ἀπολωλότα.
しかし、告発と罪状は依然として生々しく、まもなく誰かが彼に対して立ち上がるように思われた。 特に民衆自身が、目撃者たちの言うところの、このように不敬に殺された善良な老人を悼んで憤慨していた。
ὁ δὲ σοφὸς οὗτος Πρωτεὺς πρὸς ἅπαντα ταῦτα σκέψασθε οἷόν τι ἐξεῦρεν καὶ ὅπως τὸν κίνδυνον διέφυγεν.
だが、この賢いプロテウスが、これらすべてに対してどのような解決策を考え出し、どのようにして危機を免れたかを見てほしい。
παρελθὼν γὰρ εἰς τὴν ἐκκλησίαν τῶν Παριανῶν — ἐκόμα δὲ ἤδη καὶ τρίβωνα πιναρὸν ἠμπείχετο καὶ πήραν παρήρτητο καὶ τὸ ξύλον ἐν τῇ χειρὶ ἦν, καὶ ὅλως μάλα τραγικῶς ἐσκεύαστο — τοιοῦτος οὖν ἐπιφανεὶς αὐτοῖς ἀφεῖναι ἔφη τὴν οὐσίαν ἣν ὁ μακαρίτης πατὴρ αὐτῷ κατέλιπεν δημοσίαν εἶναι πᾶσαν.
彼はパリオンの人々の集会に進み出た。 彼はすでに髪を長く伸ばし、汚れた外套を身にまとい、肩からは革袋を下げ、手には杖を握っており、全体として実に悲劇役者のような格好をしていた。 このように彼らの前に現れると、彼は、亡き父親が自分に残した全財産を放棄し、公共の財産にすると宣言したのである。
τοῦτο ὡς ἤκουσεν ὁ δῆμος, πένητες ἄνθρωποι καὶ πρὸς διανομὰς κεχηνότες, ἀνέκραγον εὐθὺς ἕνα φιλόσοφον, ἕνα φιλόπατριν, ἕνα Διογένους καὶ Κράτητος ζηλωτήν.
これを聞いた民衆は、分配を待ち望んでいる貧しい人々であったため、すぐに叫び声を上げた。 「唯一の哲学者! 唯一の愛国者! ディオゲネスとクラテスの唯一の追随者! 」と。
οἱ δὲ ἐχθροὶ ἐπεφίμωντο, κἂν εἴ τις ἐπιχειρήσειεν μεμνῆσθαι τοῦ φόνου, λίθοις εὐθὺς ἐβάλλετο.
敵たちは黙らされ、もし誰かが殺人の件を持ち出そうとすれば、すぐに石を投げつけられた。