Humanitext Reader

ルキアノス · シリアの女神 §1-6

シリア各地の神殿とビュブロスの祭礼

1 / 12 箇所 · ギリシア語

要旨

著者自身の素性とシリア・フェニキアの様々な古い神殿(ヘラクレス、アスタルテ、エジプトの神殿など)について紹介し、ビュブロスの過酷なアドニス祭祀とその剃髪の儀礼を説明する。

§1Ἔστιν ἐν Συρίῃ πόλις οὐ πολλὸν ἀπὸ τοῦ Εὐφρήτεω ποταμοῦ, καλέεται δὲ Ἱρή, καὶ ἔστιν ἱρὴ τῆς Ἥρης τῆς Ἀσσυρίης.
シリアにユーフラテス川からそう遠くない一つの都市があり、ヒエラと呼ばれ、アッシリアのヘラに捧げられた聖なる都市である。
δοκέει δέ μοι, τόδε τὸ οὔνομα οὐκ ἅμα τῇ πόλει οἰκεομένῃ ἐγένετο, ἀλλὰ τὸ μὲν ἀρχαῖον ἄλλο ἦν, μετὰ δὲ σφίσι τῶν ἱρῶν μεγάλων γιγνομένων ἐς τόδε ἡ ἐπωνυμίη ἀπίκετο.
しかし私には、この名前は都市の創建と同時に生じたのではなく、古くは別の名前であったが、後に彼らの間で盛大に行われた聖なる行事のために、この呼称に至ったのだと思われる。
περὶ ταύτης ὦν τῆς πόλιος ἔρχομαι ἐρέων ὁκόσα ἐν αὐτῇ Ἔστιν·
さて、私はこの都市について、そこにあるすべてについて語るつもりである。
ἐρέω δὲ καὶ νόμους τοῖσιν ἐς τὰ ἱρὰ χρέωνται, καὶ πανηγύριας τὰς ἄγουσιν καὶ θυσίας τὰς ἐπιτελέουσιν.
また彼らが聖なる行事において用いる法や、彼らが催す祝祭、彼らが執り行う犠牲についても語ろう。
ἐρέω δὲ καὶ ὁκόσα καὶ περὶ τῶν τὸ ἱρὸν εἱσαμένων μυθολογέουσι, καὶ τὸν νηὸν ὅκως ἐγένετο.
また神殿を建立した人々について語られる伝説や、神殿がどのようにして建てられたかについても語ろう。
γράφω δὲ Ἀσσύριος ἐών, καὶ τῶν ἀπηγέομαι τὰ μὲν αὐτοψίῃ μαθών, τὰ δὲ παρὰ τῶν ἱρέων ἐδάην, ὁκόσα ἐόντα ἐμεῦ πρεσβύτερα ἐγὼ ἱστορέω.
私はアッシリア人としてこれを書いており、私が語る事柄のうち、あるものは自ら見て学び、あるものは神官たちから教わった。 これらは、私よりも古くから存在し、私が探究したものである。
§2πρῶτοι μὲν ὦν ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν Αἰγύπτιοι λέγονται θεῶν τε ἐννοίην λαβεῖν καὶ ἱρὰ εἵσασθαι καὶ τεμένεα καὶ πανηγύριας ἀποδεῖξαι.
我々が知る人々の中で、最初にエジプト人が神々の概念を抱き、神殿を建立し、聖域を定め、祝祭を創始したと言われている。
πρῶτοι δὲ καὶ οὐνόματα ἱρὰ ἔγνωσαν καὶ λόγους ἱροὺς ἔλεξαν.
また彼らは最初に神聖な名を知り、神聖な物語を語った。
μετὰ δὲ οὐ πολλοστῷ χρόνῳ παρʼ Αἰγυπτίων λόγον Ἀσσύριοι ἐς θεοὺς ἤκουσαν, καὶ ἱρὰ καὶ νηοὺς ἤγειραν, ἐν τοῖς καὶ ἀγάλματα ἔθεντο καὶ ξόανα ἐστήσαντο.
それから間もなく、アッシリア人はエジプト人から神々に関する教えを聞き、神殿や社を建て、その中に肖像を置き、木像を据えた。
§3τὸ δὲ παλαιὸν καὶ παρʼ Αἰγυπτίοισιν ἀξόανοι νηοὶ ἔσαν.
古くはエジプト人においても、彫像のない神殿が存在した。
καὶ ἔστιν ἱρὰ καὶ ἐν Συρίῃ οὐ παρὰ πολὺ τοῖς Αἰγυπτίοισιν ἰσοχρονέοντα, τῶν ἐγὼ πλεῖστα ὄπωπα, τό γε τοῦ Ἡρακλέος τὸ ἐν Τύρῳ, οὐ τούτου τοῦ Ἡρακλέος τὸν Ἕλληνες ἀείδουσιν, ἀλλὰ τὸν ἐγὼ λέγω πολλὸν ἀρχαιότερος καὶ Τύριος ἥρως ἐστίν.
そしてシリアにも、エジプトのものと年代的に大して変わらない神殿があり、私はその多くを見た。 なかでもティロスにあるヘラクレスの神殿がそれである。 これはギリシア人が歌うあのヘラクレスではなく、私が言うのはそれよりはるかに古く、ティロスの英雄であるヘラクレスである。
§4ἔνι δὲ καὶ ἄλλο ἱρὸν ἐν Φοινίκῃ μέγα, τὸ Σιδόνιοι ἔχουσιν.
フェニキアにはシドン人が所有する別の大きな神殿もある。
ὡς μὲν αὐτοὶ λέγουσιν, Ἀστάρτης ἐστίν·
彼ら自身が言うには、それはアスタルテの神殿である。
Ἀστάρτην δʼ ἐγὼ δοκέω Σεληναίην ἔμμεναι.
しかし私は、アスタルテとはセレーネー(月)のことだと思う。
ὡς δέ μοί τις τῶν ἱρέων ἀπηγέετο, Εὐρώπης ἐστὶν τῆς Κάδμου ἀδελφεῆς·
また、ある神官が私に語ったところによると、それはカドモスの姉妹エウロペの神殿である。
ταύτην δὲ ἐοῦσαν Ἀγήνορος τοῦ βασιλέως θυγατέρα, ἐπειδή τε ἀφανὴς ἐγεγόνεεν, οἱ Φοίνικες τῷ νηῷ ἐτιμήσαντο καὶ λόγον ἱρὸν ἐπʼ αὐτῇ ἔλεξαν, ὅτι ἐοῦσαν καλὴν Ζεὺς ἐπόθεεν καὶ τὸ εἶδος εἰς ταῦρον ἀμειψάμενος ἥρπασεν καί μιν ἐς Κρήτην φέρων ἀπίκετο.
彼女はアゲノール王の娘であったが、姿を消したため、フェニキア人は神殿を建てて彼女を祀り、彼女についての神聖な物語を語った。 すなわち、彼女が美しかったのでゼウスが慕い、雄牛に姿を変えて彼女をさらい、クレタ島へ連れて行った、というものである。
τάδε μὲν καὶ τῶν ἄλλων Φοινίκων ἤκουον, καὶ τὸ νόμισμα τῷ Σιδόνιοι χρέωνται τὴν Εὐρώπην ἐφεζομένην ἔχει τῷ ταύρῳ τῷ Διί·
私は他のフェニキア人からもこれを聞いたし、シドン人が用いる硬貨には雄牛(すなわちゼウス)に乗ったエウロペが描かれている。
τὸν δὲ νηὸν οὐκ ὁμολογέουσιν Εὐρώπης ἔμμεναι.
しかし、彼らは神殿がエウロペのものであるとは認めていない。
§5ἔχουσι δὲ καὶ ἄλλο Φοίνικες ἱρόν, οὐκ Ἀσσύριον ἀλλʼ Αἰγύπτιον, τὸ ἐξ Ἡλίου πόλιος ἐς τὴν Φοινίκην ἀπίκετο.
また、フェニキア人はアッシリアのものではなくエジプトの別の神殿を持っており、それはヘリオポリスからフェニキアにもたらされたものである。
ἐγὼ μέν μιν οὐκ ὄπωπα, μέγα δὲ καὶ τόδε καὶ ἀρχαῖόν ἐστιν.
私はそれを見たことはないが、これもまた大きく古いものである。
§6εἶδον δὲ καὶ ἐν Βύβλῳ μέγα ἱρὸν Ἀφροδίτης Βυβλίης, ἐν τῷ καὶ τὰ ὄργια ἐς Ἄδωνιν ἐπιτελέουσιν·
また私はビュブロスにおいて、ビュブロスのアプロディテの大きな神殿を見た。 そこではアドニスへの秘儀も執り行われている。
ἐδάην δὲ καὶ τὰ ὄργια.
私はその秘儀も教わった。
λέγουσι γὰρ δὴ ὦν τὸ ἔργον τὸ ἐς Ἄδωνιν ὑπὸ τοῦ συὸς ἐν τῇ χώρῃ τῇ σφετέρῃ γενέσθαι, καὶ μνήμην τοῦ πάθεος τύπτονταί τε ἑκάστου ἔτεος καὶ θρηνέουσι καὶ τὰ ὄργια ἐπιτελέουσι καὶ σφίσι μεγάλα πένθεα ἀνὰ τὴν χώρην ἵσταται.
というのは、アドニスに対するあの仕業は彼らの土地で猪によって引き起こされたと言われており、その受難の記念として、彼らは毎年、胸を叩き、哀歌を歌い、秘儀を執り行い、彼らの国中で大きな喪に服すからである。
ἐπεὰν δὲ ἀποτύψωνταί τε καὶ ἀποκλαύσωνται, πρῶτα μὲν καταγίζουσι τῷ Ἀδώνιδι ὅκως ἐόντι νέκυι, μετὰ δὲ τῇ ἑτέρῃ ἡμέρῃ ζώειν τέ μιν μυθολογέουσι καὶ ἐς τὸν ἠέρα πέμπουσι καὶ τὰς κεφαλὰς ξύρονται ὅκως Αἰγύπτιοι ἀποθανόντος Ἄπιος.
そして胸を叩き終え、泣き終えると、まず第一に、アドニスが死者であるかのように彼に捧げ物をし、その翌日には彼が生きていると物語り、彼を空へと送り出し、エジプト人がアピスが死んだときにするように頭を剃る。
γυναικῶν δὲ ὁκόσαι οὐκ ἐθέλουσι ξύρεσθαι, τοιήνδε ζημίην ἐκτελέουσιν·
だが、剃髪することを望まない女たちは、次のような罰を果たす。
ἐν μιῇ ἡμέρῃ ἐπὶ πρήσει τῆς ὥρης ἵστανται· ἡ δὲ ἀγορὴ μούνοισι ξείνοισι παρακέαται, καὶ ὁ μισθὸς ἐς τὴν Ἀφροδίτην θυσίη γίγνεται.
すなわち、一日の間、自らの美しさを売るために立ち、その市場は異邦人だけに開放され、その稼ぎはアプロディテへの犠牲となる。

語釈・文法注

  1. §1ἔρχομαι ἐρέων — 動詞 ἔρχομαι(行く)に未来分詞 ἐρέων(ἐρέω の未来分詞形)が結合し、「〜しようとしている」「これから〜するつもりである」という意図を表す。アッティカ方言における εἶμι +未来分詞、あるいは近代語の go to や aller +不定詞に類似した迂言的未来表現である。
  2. §1τῶν ἱρῶν μεγάλων γιγνομένων — 属格独立構文。τῶν ἱρῶν は「神聖な儀式」または「神殿」を指し、形容詞 μεγάλων と現在分詞 γιγνομένων とともに、「神聖な儀式が盛大になるにつれて」という時間的・原因的背景を表す。
  3. §4ὅτι ἐοῦσαν καλὴν Ζεὺς ἐπόθεεν — 接続詞 ὅτι(〜だから、あるいは〜ということ)の節内において、女性対格単数分詞 ἐοῦσαν(εἰμί の現在分詞、古典アッティカ方言の οὖσαν)が、形容詞 καλὴν とともに目的語である「彼女(エウロペ)」の属性を表し、「彼女が美しかったので」という理由を補足している。
  4. §6ἐπὶ πρήσει τῆς ὥρης — 前置詞 ἐπί +与格(πρήσει)で目的(〜のために)を表す。πρῆσις は「販売、切り売りすること」、ὥρη(古典アッティカ方言の ὥρα、「若さ、美しさ」)は目的格的属格として働き、「美しさ(身体)を切り売りするために」という意味になる。

この箇所を引用する

ルキアノス, シリアの女神 §1-6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg041.humanitext-grc2:1-6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。