§25Λυκῖνος
ἐπὶ μέν γε τοῦ Ἀγαμέμνονος ὅρα ὅσην αὐτὸς φειδὼ ἐποιήσατο τῶν θεῶν καὶ ὡς ἐταμιεύσατο τὰς εἰκόνας εἰς τὸ σύμμετρον·
Λυκῖνος アガメムノンの例においては、彼自身が神々に対してどれほど配慮を払い、またそれらの肖像を調和のとれたものにするためにどれほど控えめに分配したかを見てみたまえ。
ὡς ὄμματα μέν φησιν καὶ κεφαλὴν ἴκελον αὐτὸν εἶναι τῷ Διί, τῷ Ἄρεϊ δὲ τὴν ζώνην, στέρνον δὲ τῷ Ποσειδῶνι, διαιρῶν τὸν ἄνθρωπον κατὰ μέλη πρὸς τοσούτων θεῶν εἰκόνας·
すなわち、彼は眼と頭はゼウスに、帯はアレスに、胸はポセイドンに似ていると言い、その人間を各部分に分けて、これほど多くの神々の肖像に合わせている。
καὶ αὖ πάλιν βροτολοιγῷ Ἄρεΐ φησίν τινʼ ὅμοιον εἶναι καὶ ἄλλον ἄλλῳ, θεοειδῆ τὸν Φρύγα τὸν τοῦ Πριάμου, καὶ θεοείκελον πολλάκις τὸν Πηλέως.
さらにまた、ある者は「人間を滅ぼすアレス」に似ていると言い、また別の者は他の神に似ていると言い、プリアモスの息子であるあのフリュギア人を「神のような姿の」、ペレウスの息子をしばしば「神に似た」と呼んでいる。
ἀλλὰ ἐπάνειμι αὖθις ἐπὶ τὰ γυναικεῖα τῶν παραδειγμάτων·
しかし、再び女性の例に戻ろう。
ἀκούεις γὰρ δή που αὐτοῦ λέγοντος
"Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ.
君もきっと、彼がこう語るのを聞いたことがあるだろう。
"
καὶ
"οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεος. " §26Λυκῖνος
οὐ μόνον δὲ τοὺς ἀνθρώπους αὐτοὺς θεοῖς ἀπεικάζει, ἀλλὰ καὶ τὴν Εὐφόρβου κόμην ταῖς Χάρισιν ἀπείκασε, καὶ ταῦτα αἵματι δεδευμένην.
「アルテミスに似て、あるいは黄金のアフロディテに」また、「アルテミスが山々を下っていくときのように」 Λυκῖνος 彼は人間そのものを神々に擬するだけでなく、エウフォルボスの髪を、しかも血に濡れているというのに、美の女神たちに例えたのだ。
καὶ ὅλως τοσαῦτά ἐστιν τὰ τοιαῦτα ὡς μηδὲν εἶναι μέρος τῆς ποιήσεως ὃ μὴ ταῖς θείαις εἰκόσιν διακεκόσμηται.
そして総じて、そのような例はあまりに多く、その詩の中に神々の肖像によって飾られていない部分はどこにもないほどだ。
ὥστε ἢ κἀκεῖνα ἐξαληλίφθω, ἢ καὶ ἡμῖν τὰ ὅμοια τολμᾶν ἐφείσθω.
したがって、それらの箇所が消し去られるべきか、あるいは私たちが同じような大胆な試みをすることが許されるべきかのどちらかである。
οὕτω δὲ τὸ κατὰ τὰς εἰκόνας καὶ τὰς ὁμοιώσεις ἀνεύθυνόν ἐστιν ὥστε Ὅμηρος καὶ τὰς θεὰς αὐτὰς οὐκ ὤκνησεν ἀπὸ τῶν ἐλαττόνων ἐπαινέσαι·
肖像や類似を用いることはこれほど非難を免れており、それゆえホメロスは女神たち自身をもより劣ったものによって称賛することをためらわなかった。
τοὺς γοῦν τῆς Ἥρας ὀφθαλμοὺς τοῖς τῶν βοῶν εἴκασεν·
たとえば、ヘラの目を牛の目に例えたのだ。
ἕτερος δέ τις ἰοβλέφαρον τὴν Ἀφροδίτην ἔφη.
また、ある別の詩人はアフロディテを「スミレ色のまぶたを持つ」と呼んだ。
τὴν μὲν γὰρ ῥοδοδάκτυλον τίς ἀγνοεῖ τῶν κἂν ἐπʼ ἐλάχιστον τῇ Ὁμήρου ποιήσει ὡμιληκότων;
というのも、「薔薇の指を持つ」を、ホメロスの詩にほんの少しでも親しんだことのある者で、知らない者がいるだろうか。
§27Λυκῖνος
Καίτοι τὰ μὲν τῆς μορφῆς ἔτι μετριώτερα, εἰ τις θεῷ ἐοικέναι λέγεται·
Λυκῖνος しかも、容貌について神に似ていると言われることは、まだ控えめな方だ。
ἀλλὰ τὰς προσηγορίας αὐτὰς πόσοι ἐμιμήσαντο τὰς τῶν θεῶν, Διονύσιοι καὶ Ἡφαιστίωνες καὶ Ζήνωνες καὶ Ποσειδώνιοι καὶ Ἑρμαῖ προσαγορευόμενοι;
しかし、神々の名前そのものを模倣して、ディオニュシオス、ヘファイスティオン、ゼノン、ポセイドニオス、ヘルマスなどと呼ばれている人々がどれほど多くいることか。
Λητὼ δὲ γυνή τις ἐγένετο Εὐαγόρου τοῦ Κυπρίων βασιλέως, καὶ ὅμως οὐκ ἠγανάκτησεν ἡ θεὸς δυναμένη λίθον αὐτὴν ὥσπερ τὴν Νιόβην ἀπεργάσασθαι.
また、キプロス人の王エウアゴラスの妻にレトという女性がいたが、それでも女神は、彼女をニオベのように石に変えることができたにもかかわらず、憤慨されなかった。
ἐῶ γὰρ τοὺς Αἰγυπτίους, οἵπερ καὶ δεισιδαιμονέστατοί εἰσιν πάντων, ὅμως τοῖς θείοις ὀνόμασιν εἰς κόρον ἐπιχρωμένους·
エジプト人については言わずにおこう。 彼らはあらゆる人々の中で最も神々を畏れているというのに、神聖な名前を飽き飽きするほど使っている。
σχεδὸν γοῦν τὰ πλεῖστα αὐτοῖς ἐξ οὐρανοῦ ἐστιν.
実際、彼らの名前のほとんどすべては天上の神々に由来しているのだ。
§28Λυκῖνος
ὥστε οὐ πρός γε σοῦ τὸ τοιοῦτον, ψοφοδεῶς διακεῖσθαι πρὸς τὸν ἔπαινον·
Λυκῖνος したがって、称賛に対してそのように臆病で恐れる態度をとることは、君にふさわしくない。
εἰ γάρ τι ἐν τῷ συγγράμματι πεπλημμέληται εἰς τὸ θεῖον, σὺ μὲν ἀνεύθυνος αὐτοῦ, ἐκτὸς εἰ μή τινα νομίζεις ἀκροάσεως εὔθυναν εἶναι, ἐμὲ δὲ ἀμυνοῦνται οἱ θεοί, ἐπειδὰν πρὸ ἐμοῦ τὸν Ὅμηρον καὶ τοὺς ἄλλους ποιητὰς ἀμύνωνται.
なぜなら、もしこの著作の中で神性に対して何か罪が犯されているとしても、君にはその責任はないからだ(君が聴くことについての責任というものがあると想定しているのでない限りは)。 そして、神々は私に罰を下すだろうが、それは私の前にホメロスや他の詩人たちに罰を下した後のことだ。
ἀλλʼ οὐδέπω οὐδὲ τὸν ἄριστον τῶν φιλοσόφων ἠμύναντο εἰκόνα θεοῦ τὸν ἄνθρωπον εἰπόντα εἶναι.
しかし、彼らは哲学者たちの中で最も優れた者に対しても、人間は神の似姿であると言ったことに対して、いまだに罰を下してはいないのだ。
πολλὰ ἔτι ἔχων πρὸς σὲ εἰπεῖν Πολυστράτου ἕνεκα τούτου παύσομαι, ἵνα καὶ ἀπομνημονεῦσαι δυνηθῇ τὰ εἰρημένα.
君に語るべきことはまだ多くあるが、ここにいるポリュストラトスのために私は話をやめよう。 彼が私の言ったことを記憶できるように。
§29Πολύστρατος
οὐκ οἶδα εἴ μοι τοῦτο δυνατὸν ἔτι, ὦ Λυκῖνε·
Πολύστρατος リュキノスよ、私にそれがまだ可能かどうか分からない。
μακρὰ γὰρ εἴρηταί σοι καὶ ταῦτα, καὶ ὑπὲρ τὸ ὕδωρ τὸ ἐκκεχυμένον.
君の語った言葉はこれらも長く、流れ出た水を越えてしまっているから。
πειράσομαι δʼ ὅμως ἐπιμνησθῆναι αὐτῶν.
だが、それでも思い出すよう努めてみよう。
καὶ ὡς ὁρᾷς, ἤδη ἀποσοβῶ παρʼ αὐτὴν ἐπιβυσάμενος τὰ ὦτα, ὡς μή τι παρεμπεσὸν ἄλλο συγχέῃ τὴν τάξιν αὐτῶν, εἶτά μοι συρίττεσθαι συμβῇ πρὸς τῶν θεατῶν.
君も見る通り、私は今すぐ彼女のところへ急ぎ戻る。 途中で他の何かが入り込んで、それらの順序を混乱させ、観客からブーイングを浴びる羽目にならないよう、耳をふさぎながらね。
Λυκῖνος
αὐτῷ σοι μελήσει, ὦ Πολύστρατε, ὅπως ἄριστα ὑποκρίνῃ.
Λυκῖνος ポリュストラトスよ、君自身がどのようにして最もうまく演じるかに配慮したまえ。
ἐγὼ δὲ ἐπείπερ ἅπαξ σοι τὸ δρᾶμα παραδέδωκα, νῦν μὲν ἐκποδὼν ἀποστήσομαι·
私は一度君にこの劇を委ねたのだから、今は邪魔にならないよう身を引くことにしよう。
ὁπόταν δὲ τὰς ψήφους ἀνακηρύττωσι τῶν κριτῶν, τότε ἤδη καὶ αὐτὸς παρέσομαι ὀψόμενος ὁποῖόν τι τὸ τέλος τοῦ ἀγῶνος ἔσται.
しかし、審査員たちの投票が発表されるときには、私も自ら立ち会って、この競技の結末がどのようなものになるかを見届けるつもりだ。