§16Πολύστρατος
οὐκοῦν ἐπειδὴ πάντων καλῶν παιδείαν ἡγεῖσθαι ἀνάγκη, καὶ μάλιστα τούτων ὁπόσα μελετητά, φέρε καὶ ταύτην ἤδη συστησώμεθα, ποικίλην μέντοι καὶ πολύμορφον, ὡς μηδὲ κατὰ τοῦτο ἀπολιποίμεθα τῆς σῆς πλαστικῆς.
ポリュストラトス:それゆえ、すべての美徳において教養が導き手となることは不可避であり、特に努力によって得られるものについてそうであるから、さあ、これもまた今や形づくろうではないか。 ただし、この点においても、お前の彫刻術に劣ることがないよう、多彩で、多面的なものとして。
καὶ δὴ γεγράφθω πάντα συλλήβδην τὰ ἐκ τοῦ Ἑλικῶνος ἀγαθὰ ἔχουσα, οὐχ ὥσπερ ἡ Κλειὼ καὶ ἡ Πολύμνια καὶ ἡ Καλλιόπη καὶ αἱ ἄλλαι ἕν τι ἑκάστη ἐπισταμένη, ἀλλὰ τὰ πασῶν καὶ προσέτι τὰ Ἑρμοῦ καὶ Ἀπόλλωνος.
そして、ヘリコン山からのすべての良きものをことごとく備えているものとして、それは描かれたものとせよ。 クレイオーやポリュムニアーやカッリオペー、また他の者たちが、それぞれ何か一つのことだけを心得ているのとは異なり、彼女たちすべてのもの、その上さらにヘルメスとアポロンのものをも心得ているものとして。
ὁπόσα γὰρ ἢ ποιηταὶ μέτροις διακοσμήσαντες ἢ ῥήτορες δεινότητι κρατύναντες ἐξενηνόχασιν ἢ συγγραφεῖς ἱστορήκασιν ἢ φιλόσοφοι παρῃνέκασι, πᾶσι τούτοις ἡ εἰκὼν κεκοσμήσθω, οὐκ ἄχρι τοῦ ἐπικεχρῶσθαι μόνον, ἀλλʼ εἰς βάθος δευσοποιοῖς τισι φαρμάκοις εἰς κόρον καταβαφεῖσα.
なぜなら、詩人たちが韻律によって飾り立て、あるいは弁論家たちが雄弁によって力強くして世に出したこと、あるいは歴史家たちが記録し、あるいは哲学者たちが勧告したすべてのこと、これらすべてによって、この肖像は飾られるべきであるからだ。 単に表面を着色されるだけでなく、奥深くまで、染み込みやすい染料によって、十分に染め上げられて。
καὶ συγγνώμη, εἰ μηδὲν ἀρχέτυπον ἐπιδεῖξαι ταύτης δυναίμην τῆς γραφῆς·
そして、もし私がこの描写の原型となるようなものを何も指し示すことができないとしても、お許しいただきたい。
οὐ γὰρ ἔσθʼ ὅ τι τοιοῦτον ἐν τοῖς πάλαι παιδείας πέρι μνημονεύεται.
古代の人々の間で、教養に関して、そのようなものが言及されていることはないからだ。
πλὴν ἀλλά, εἴ γε δοκεῖ, ἀνακείσθω καὶ αὕτη·
ともあれ、もしよければ、これも奉納されるとしよう。
οὐ μεμπτὴ γάρ, ὡς ἐμοὶ φαίνεται.
私に見える限りでは、非難すべきものではないからだ。
Λυκῖνος
καλλίστη μὲν οὖν, ὦ Πολύστρατε, καὶ πάσαις ταῖς γραμμαῖς ἀπηκριβωμένη.
リュキノス:ポリュストラトスよ、実に美しく、すべての輪郭線において極めて正確に仕上げられている。
§17Πολύστρατος
μετὰ δὲ ταύτην ἡ τῆς σοφίας καὶ συνέσεως εἰκὼν γραπτέα.
ポリュストラトス:この後には、知恵と理解力の肖像が描かれねばならない。
δεήσει δὲ ἡμῖν ἐνταῦθα πολλῶν τῶν παραδειγμάτων, ἀρχαίων τῶν πλείστων, ἑνὸς μὲν καὶ αὐτοῦ Ἰωνικοῦ·
ここでは、我々には多くの手本が必要になるだろうが、その大部分は古代のものであり、その一つは、それ自体がイオニアのものである。
γραφεῖς δὲ καὶ δημιουργοὶ αὐτοῦ Αἰσχίνης Σωκράτους ἑταῖρος καὶ αὐτὸς Σωκράτης, μιμηλότατοι τεχνιτῶν ἁπάντων, ὅσῳ καὶ μετʼ ἔρωτος ἔγραφον.
その手本の描き手であり、製作者であるのは、ソクラテスの友アエスキネスと、ソクラテス自身であり、彼らはすべての職人の中で最も巧みな模倣者であったが、それだけにいっそう愛をもって描いたのである。
τὴν δὲ ἐκ τῆς Μιλήτου ἐκείνην Ἀσπασίαν, ᾗ καὶ ὁ Ὀλύμπιος θαυμασιώτατος αὐτὸς συνῆν, οὐ φαῦλον συνέσεως παράδειγμα προθέμενοι, ὁπόσον ἐμπειρίας πραγμάτων καὶ ὀξύτητος εἰς τὰ πολιτικὰ καὶ ἀγχινοίας καὶ δριμύτητος ἐκείνῃ προσῆν, τοῦτο πᾶν ἐπὶ τὴν ἡμετέραν εἰκόνα μεταγάγωμεν ἀκριβεῖ τῇ στάθμῃ·
あのミレトスの女性アスパシア――かの最も驚異的なオリンポス自身がともにして過ごした女性――を理解力の小さからぬ手本として据え、事物の経験、政治に対する鋭さ、そして機知と洞察力が彼女にどれほど備わっていたか、そのすべてを、厳密な尺度によって、我々の肖像に移し替えよう。
πλὴν ὅσον ἐκείνη μὲν ἐν μικρῷ πινακίῳ ἐγέγραπτο, αὕτη δὲ κολοσσιαία τὸ μέγεθός ἐστιν.
ただし、彼女は小さな絵板に描かれていたが、こちら(今描こうとしている女性)は大きさが巨像並みであるという点を除いて。
Λυκῖνος
πῶς τοῦτο φής;
リュキノス:それはどういう意味かね?
Πολύστρατος
ὅτι, ὦ Λυκῖνε, οὐκ ἰσομεγέθεις εἶναί φημι τὰς εἰκόνας ὁμοίας οὔσας·
ポリュストラトス:リュキノスよ、それは、二つの肖像が似ているとしても、同じ大きさではない、と私が言っているからだ。
οὐ γὰρ ἴσον οὐδὲ ἐγγὺς Ἀθηναίων ἡ τότε πολιτεία καὶ ἡ παροῦσα τῶν Ῥωμαίων δύναμις.
なぜなら、当時のアテナイ人の国家と、現在のローマ人の力とは、等しくもなければ近くすらないからだ。
ὥστε εἰ καὶ τῇ ὁμοιότητι ἡ αὐτή, ἀλλὰ τῷ μεγέθει γε ἀμείνων αὕτη ὡς ἂν ἐπὶ πλατυτάτου πίνακος καταγεγραμμένη.
それゆえ、たとえ類似性において同じであるとしても、大きさにおいては、こちらの方が極めて広い画板に描かれたものであるかのように、より勝っているのだ。
§18Πολύστρατος
δεύτερον δὲ καὶ τρίτον παράδειγμα Θεανώ τε ἐκείνη καὶ ἡ Λεσβία μελοποιός, καὶ Διοτίμα ἐπὶ ταύταις, ἡ μὲν τὸ μεγαλόνουν ἡ Θεανὼ συμβαλλομένη εἰς τὴν γραφήν, ἡ Σαπφὼ δὲ τὸ γλαφυρὸν τῆς προαιρέσεως·
ポリュストラトス:そして第二、第三の手本は、あのテアノと、レスボスの抒情詩人であり、そしてこれらに加えてディオティマである。 テアノはその描写に気高さを寄与し、サッフォーはその志向のエレガンスを寄与する。
τῇ Διοτίμᾳ δὲ οὐχ ἃ Σωκράτης ἐπῄνεσεν αὐτὴν ἐοικυῖα ἔσται μόνον, ἀλλὰ καὶ τὴν ἄλλην σύνεσίν τε καὶ συμβουλίαν.
ディオティマに対しては、ソクラテスが彼女を称賛したその点において似ているだけでなく、その他の理解力と助言の才においても似ているだろう。
τοιαύτη σοι καὶ αὕτη, Λυκῖνε, ἀνακείσθω ἡ εἰκών.
リュキノスよ、このようなものとして、この肖像もまたあなたに奉納されるとしよう。
§19Λυκῖνος
νὴ Δίʼ, ὦ Πολύστρατε, θαυμάσιος οὖσα.
リュキノス:ゼウスにかけて、ポリュストラトスよ、実に素晴らしい肖像だ。
σὺ δὲ ἄλλας γράφου.
では、お前は他の肖像を描きなさい。
Πολύστρατος
τὰς τῆς χρηστότητος, ὦ ἑταῖρε, καὶ φιλανθρωπίας, ἣ τὸ ἥμερον ἐμφανιεῖ τοῦ τρόπου καὶ πρὸς τοὺς δεομένους προσηνές;
ポリュストラトス:友よ、人柄の温厚さと、助けを求める人々に対する親切さを示すであろう、親切さと人間愛の肖像をか。
εἰκάσθω οὖν καὶ αὐτὴ Θεανοῖ τε ἐκείνῃ τῇ Ἀντήνορος καὶ Ἀρήτῃ καὶ τῇ θυγατρὶ αὐτῆς τῇ Ναυσικάᾳ, καὶ εἴ τις ἄλλη ἐν μεγέθει πραγμάτων ἐσωφρόνησε πρὸς τὴν τύχην.
それゆえ、それ自体も、あのアンテノルの妻テアノ、またアレテ、そして彼女の娘ナウシカアに喩えられるべきであり、そして、偉大な地位にありながら、運命に対して思慮深くあった他の誰かにも。
§20Πολύστρατος
ἑξῆς δὲ μετὰ ταύτην ἡ τῆς σωφροσύνης αὐτῆς γεγράφθω καὶ τῆς πρὸς τὸν συνόντα εὐνοίας, ὡς κατὰ τὴν τοῦ Ἰκαρίου μάλιστα εἶναι τὴν σαόφρονα καὶ τὴν περίφρονα ὑπὸ τοῦ Ὁμήρου γεγραμμένην — τοιαύτην γὰρ τὴν τῆς Πηνελόπης εἰκόνα ἐκεῖνος ἔγραψεν — ἢ καὶ νὴ Δία κατὰ τὴν ὁμώνυμον αὐτῆς τὴν τοῦ Ἀβραδάτα, ἧς μικρὸν ἔμπροσθεν ἐμνημονεύσαμεν.
ポリュストラトス:これに続いて、彼女自身の慎み深さと、伴侶への貞節の肖像が描かれねばならない。 それが、ホメロスによって描かれた、イカリオスの娘の、あの賢明で分別ある姿に最も重なるように――実際、彼はペネロペイアの肖像をそのように描いたからである――あるいは、ゼウスにかけて、あの彼女と同名の、我々が少し前に言及したアブラダタスの妻に重なるように。
Λυκῖνος
παγκάλην καὶ ταύτην, ὦ Πολύστρατε, ἀπειργάσω, καὶ σχεδὸν ἤδη τέλος σοι ἔχουσιν αἱ εἰκόνες·
リュキノス:ポリュストラトスよ、これもまたこの上なく美しく完成させた。 そして、お前の肖像群は、今やほぼ完成している。
ἅπασαν γὰρ ἐπελήλυθας τὴν ψυχὴν κατὰ μέρη ἐπαινῶν.
お前は彼女の魂全体を、それぞれの部分に分けて称賛することで網羅したからだ。