Humanitext Reader

ルキアノス · 肖像 §21-23

謙虚さへの称賛と肉体と魂の肖像の統合

7 / 7 箇所 · ギリシア語

要旨

ポリュストラトスは、高貴な身分にあっても謙虚さと慈愛を失わない彼女の魂を称賛し、最後に二人は、これまでに作った肉体と魂の肖像を統合して、永遠に残る一つの書物として仕上げることを決意する。

§21Πολύστρατος οὐχ ἅπασαν·
ポリュストラトス:すべてではない。
ἔτι γὰρ τὰ μέγιστα τῶν ἐπαίνων περιλείπεται.
なぜなら、称賛の最大のものがまだ残されているからだ。
λέγω δὲ τὸ ἐν τηλικούτῳ ὄγκῳ γενομένην αὐτὴν μήτε τῦφον ἐπὶ τῇ εὐπραξίᾳ περιβαλέσθαι μήτε ὑπὲρ τὸ ἀνθρώπινον μέτρον ἐπαρθῆναι πιστεύσασαν τῇ τύχῃ, φυλάττειν δὲ ἐπὶ τοῦ ἰσοπέδου ἑαυτὴν μηδὲν ἀπειρόκαλον ἢ φορτικὸν φρονοῦσαν καὶ τοῖς προσιοῦσιν δημοτικῶς τε καὶ ἐκ τοῦ ὁμοίου προσφέρεσθαι καὶ δεξιώσεις καὶ φιλοφροσύνας φιλοφρονεῖσθαι τοσούτῳ ἡδίους τοῖς προσομιλοῦσιν, ὅσῳ καὶ παρὰ μείζονος ὅμως γιγνόμεναι οὐδὲν τραγικὸν ἐμφαίνουσιν.
私が言っているのは、彼女がこれほどの大いなる地位にありながら、その繁栄に対して傲慢さを身にまとうことも、幸運を頼みとして人間の尺度を超えて高慢になることもなく、むしろ平坦な地に身を保ち、無風流で下品な考えをいっさい抱かず、近づいてくる人々に対して親しみやすく、かつ対等に接し、また、対話する人々にとって、挨拶や好意を示すことが、それらがより高い地位の者からなされるものであるにもかかわらず、いっさい芝居がかった傲慢さを示さないがゆえに、それだけいっそう心地よく感じられるように、親切に振る舞うことである。
ὡς ὁπόσοι τῷ μέγα δύνασθαι μὴ πρὸς ὑπεροψίαν, ἀλλὰ καὶ πρὸς εὐποιίαν ἐχρήσαντο, οὗτοι καὶ ἄξιοι μάλιστα τῶν παρὰ τῆς τύχης δοθέντων ἀγαθῶν ὤφθησαν, καὶ μόνοι ἂν οὗτοι δικαίως τὸ ἐπίφθονον διαφύγοιεν·
なぜなら、大きな力を持つことを傲慢さのためではなく、善行のために用いた人々、これらこそが幸運から与えられた良きものに最もふさわしい者と見なされ、これらだけが正当に嫉妬を免れうるからだ。
οὐδεὶς γὰρ ἂν φθονήσειε τῷ ὑπερέχοντι, ἢν μετριάζοντα ἐπὶ τοῖς εὐτυχήμασιν αὐτὸν ὁρᾷ καὶ μὴ κατὰ τὴν τοῦ Ὁμήρου Ἄτην ἐκείνην ἐπʼ ἀνδρῶν κράατα βεβηκότα καὶ τὸ ὑποδεέστερον πατοῦντα·
なぜなら、優れた地位にある者が、その幸運に対して謙虚であり、ホメロスのあの「アテ(禍い)」のように、人々の頭の上を歩み、自分より劣る者たちを踏みつけにしていないのを見るならば、誰もその者に嫉妬することはないからだ。
ὅπερ οἱ ταπεινοὶ τὰς γνώμας πάσχουσιν ἀπειροκαλίᾳ τῆς ψυχῆς·
そして、このようなこと(他者を踏みにじること)を、考えの卑しい者たちは、その魂の無風流さゆえに行ってしまうのだ。
ἐπειδὰν γὰρ αὐτοὺς ἡ τύχη μηδὲν τοιοῦτον ἐλπίσαντας ἄφνω ἀναβιβάσῃ εἰς πτηνόν τι καὶ μετάρσιον ὄχημα, οὐ μένουσιν ἐπὶ τῶν ὑπαρχόντων οὐδʼ ἀφορῶσιν κάτω, ἀλλὰ ἀεὶ πρὸς τὸ ἄναντες βιάζονται.
というのも、そのようなことを何も予期していなかった彼らを、運命が突然、何か翼のある天上の乗り物へと引き上げたとき、彼らは今ある状態に留まることも、下を見下ろすこともしないで、常に上り坂へと無理に進もうとするからだ。
τοιγαροῦν ὥσπερ ὁ Ἴκαρος, τακέντος αὐτοῖς τάχιστα τοῦ κηροῦ καὶ τῶν πτερῶν περιρρυέντων, γέλωτα ὀφλισκάνουσιν ἐπὶ κεφαλὴν εἰς πελάγη καὶ κλύδωνα ἐμπίπτοντες·
それゆえ、あたかもイカロスの如く、蝋がたちまち溶けて翼が抜け落ち、頭から海と荒波の中に転落して、物笑いの種となるのだ。
ὅσοι δὲ κατὰ τὸν Δαίδαλον ἐχρήσαντο τοῖς πτεροῖς καὶ μὴ πάνυ ἐπήρθησαν, εἰδότες ὅτι ἐκ κηροῦ ἦν αὐτοῖς πεποιημένα, ἐταμιεύσαντο δὲ πρὸς τὸ ἀνθρώπινον τὴν φορὰν καὶ ἠγάπησαν ὑψηλότεροι μόνον τῶν κυμάτων ἐνεχθέντες, ὥστε μέντοι νοτίζεσθαι αὐτοῖς ἀεὶ τὰ πτερὰ καὶ μὴ παρέχειν αὐτὰ μόνῳ τῷ ἡλίῳ, οὗτοι δὲ ἀσφαλῶς τε ἅμα καὶ σωφρόνως διέπτησαν·
しかし、ダイダロスの如くに翼を用い、それが蝋で作られていることを知っていたために過度に舞い上がらず、その飛行を人間の分相応に節制し、波よりも少しだけ高く運ばれることで満足し、その結果、彼らの翼は常に湿り気を帯び、太陽の光線だけに晒されることがないようにした人々、これらこそが、安全に、また分別を持って飛び去ったのだ。
ὅπερ καὶ ταύτην ἄν τις μάλιστα ἐπαινέσειε.
これこそ、人が彼女を最も称賛すべき点であろう。
τοιγαροῦν καὶ ἄξιον παρὰ πάντων ἀπολαμβάνει τὸν καρπόν, εὐχομένων ταῦτά τε αὐτῇ παραμεῖναι τὰ πτερὰ καὶ ἔτι πλείω ἐπιρρεῖν τἀγαθά.
それゆえに彼女は、これらの翼が彼女に留まり、さらに多くの良きものが流れ込むことを祈るすべての人々から、受けるにふさわしい報いを受け取っているのだ。
§22Λυκῖνος καὶ οὕτως, ὦ Πολύστρατε, γιγνέσθω·
リュキノス:ポリュストラトスよ、そのようになりますように。
ἀξία γὰρ οὐ τὸ σῶμα μόνον ὥσπερ ἡ Ἑλένη καλὴ οὖσα„ καλλίω δὲ καὶ ἐρασμιωτέραν ὑπʼ αὐτῷ τὴν ψυχὴν σκέπουσα.
なぜなら、彼女はヘレネのように体だけが美しいのではなく、その体の下に、より美しく、より愛すべき魂を包み隠しているのだから、それにふさわしいのだ。
ἔπρεπε δὲ καὶ βασιλεῖ τῷ μεγάλῳ χρηστῷ καὶ ἡμέρῳ ὄντι καὶ τοῦτο μετὰ τῶν ἄλλων ἀγαθῶν, ὁπόσα ἐστὶν αὐτῷ, εὐδαιμονῆσαι, ὡς ἐπʼ αὐτοῦ καὶ φῦναι γυναῖκα τοιαύτην καὶ συνοῦσαν αὐτῷ ποθεῖν αὐτόν·
そして、親切で温厚な大王にとっても、彼に備わっている他のあらゆる良きものとともに、この点においても幸福であることは、ふさわしいことであった。 すなわち、彼の統治期にこのような女性が生まれ、彼とともにあって彼を愛するということにおいて。
οὐ γὰρ μικρὸν τοῦτο εὐδαιμόνημα, γυνὴ περὶ ἧς ἄν τις εὐλόγως τὸ Ὁμηρικὸν ἐκεῖνο εἴποι, χρυσείῃ μὲν αὐτὴν Ἀφροδίτῃ ἐρίζειν τὸ κάλλος, ἔργα δὲ αὐτῇ Ἀθηναίῃ ἰσοφαρίζειν.
なぜなら、その美しさにおいては黄金のアプロディテと競い、そのわざにおいてはアテナと互角であるという、ホメロスのあの言葉を、人がもっともらしく語りうるような女性を得ることは、小さな幸運ではないからだ。
γυναικῶν γὰρ συνόλως οὐκ ἄν τις παραβληθείη αὐτῇ οὐ δέμας οὐδὲ φυήν, φησὶν Ὅμηρος, οὔτʼ ἂρ φρένας οὔτε τι ἔργα.
なぜなら、女たちのうちで、全体として彼女に比べられる者はいないからだ――ホメロスが言うように――「姿も、体つきも、心ばせも、いかなるわざも」。
§23Πολύστρατος ἀληθῆ φής, ὦ Λυκῖνε·
ポリュストラトス:リュキノスよ、お前の言う通りだ。
ὥστε εἰ δοκεῖ, ἀναμίξαντες ἤδη τὰς εἰκόνας, ἥν τε σὺ ἀνέπλασας τὴν τοῦ σώματος καὶ ἃς ἐγὼ τῆς ψυχῆς ἐγραψάμην, μίαν ἐξ ἁπασῶν συνθέντες εἰς βιβλίον καταθέμενοι παρέχωμεν ἅπασι θαυμάζειν τοῖς τε νῦν οὖσι καὶ τοῖς ἐν ὑστέρῳ ἐσομένοις.
それゆえ、もしよければ、お前が形づくった体の肖像と、私が描いた魂の肖像とを今や交ぜ合わせ、それらすべてから一つのものを合成して書物の中に収め、現在の人々にも、後世に生まれる人々にも、すべての人々が称賛できるように供そうではないか。
μονιμωτέρα γοῦν τῶν Ἀπελλοῦ καὶ Παρρασίου καὶ Πολυγνώτου γένοιτʼ ἄν, καὶ αὐτῇ ἐκεινῇ παρὰ πολὺ τῶν τοιούτων κεχαρισμένη, ὅσῳ μὴ ξύλου καὶ κηροῦ καὶ χρωμάτων πεποίηται, ἀλλὰ ταῖς παρὰ Μουσῶν ἐπιπνοίαις εἴκασται, ἥπερ ἀκριβεστάτη εἰκὼν γένοιτʼ ἂν σώματος κάλλος καὶ ψυχῆς ἀρετὴν ἅμα ἐμφανίζουσα.
これこそは、アペレスやパッラシオスやポリュグノトスの絵画よりも耐久性があり、また彼女自身にとっても、そのようなものよりもはるかに喜ばしいものとなるだろう。 木や蝋や絵の具で作られたのではなく、ミューズたちからの霊感によって比えられたものであるのだから、それだけいっそう。 それこそが、体の美しさと魂の徳を同時に示す、最も正確な肖像となるだろうから。

語釈・文法注

  1. §21λέγω δὲ τὸ ἐν τηλικούτῳ ὄγκῳ γενομένην αὐτὴν μήτε τῦφον ἐπὶ τῇ εὐπραξίᾳ περιβαλέσθαι — 動詞 `λέγω`(私は言う/意味する)の直接目的語として、冠詞 `τὸ` を伴う名詞化不定詞句 `τὸ ... περιβαλέσθαι`(およびそれに続く一連の不定詞 `ἐπαρθῆναι`, `φυλάττειν`, `προσφέρεσθαι`, `φιλοφρονεῖσθαι`)が置かれている。不定詞の意味上の主語は対格の `αὐτὴν` であり、分詞 `γενομένην`(〜となっている)がこれに一致している。
  2. §21ὅπερ οἱ ταπεινοὶ τὰς γνώμας πάσχουσιν — 関係代名詞の中性単数主格/対格である `ὅπερ` は、直前に述べられた「他者の頭を踏みにじる」という事態全体を先行詞として指している。また、`τὰς γνώμας` は「観点の対格」(または制限の対格)であり、形容詞 `ταπεινοὶ`(卑しい、低い)を修飾し、「考えにおいて卑しい」という意味を表す。
  3. §22ἔπρεπε δὲ καὶ βασιλεῖ τῷ μεγάλῳ... εὐδαιμονῆσαι — 非人称動詞過去形 `ἔπρεπε`(ふさわしかった)の主語として不定詞 `εὐδαιμονῆσαι` が機能しており、その行為者が与格 `βασιλεῖ τῷ μεγάλῳ`(大王にとって)で示されている。「大王が〜において幸福であることもまたふさわしかった」という二重の与格・不定詞構造をとる。

この箇所を引用する

ルキアノス, 肖像 §21-23. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg039.humanitext-grc2:21-23

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。