← ルキアノス

哀悼について

§14-18

死者の嘆きへの反論と死による解放

語り手は、生者が死後の世界を誤解して無駄な犠牲や儀礼を行う愚かさを批判し、亡くなった若者自身が父親の前に現れて、死によって地上のあらゆる苦痛や老いの苦しみから解放された幸福を語るという架空の対話を提示する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§14

ταῦτα δὲ καὶ τὰ τοιαῦτα φήσει οἰόμενος τὸν υἱὸν δεῖσθαι μὲν ἔτι τούτων καὶ ἐπιθυμεῖν καὶ μετὰ τὴν τελευτήν, οὐ δύνασθαι δὲ μετέχειν αὐτῶν. καίτοι τί ταῦτα φημί; πόσοι γὰρ καὶ ἵππους καὶ παλλακίδας, οἱ δὲ καὶ οἰνοχόους ἐπικατέσφαξαν καὶ ἐσθῆτα καὶ τὸν ἄλλον κόσμον συγκατέφλεξαν ἢ συγκατώρυξαν ὡς χρησομένοις ἐκεῖ καὶ ἀπολαύσουσιν1 αὐτῶν κάτω;

そして、彼はこれらやこれに類することを、息子が死後もなおこれらのものを必要とし、求めているものの、それらにあずかることができないと思っているがために言うのである。それにしても、なぜ私はこのようなことを言うのか。どれほど多くの人々が、あちらで彼らがそれらを使い、下でそれらを享受するであろうという想定のもとに、馬や妾を、ある人々はさらに御酌をも一緒に屠殺し、衣服やその他の装飾品を一緒に燃やすか、あるいは一緒に埋めたことか。

§15

ὁ δʼ οὖν πρεσβύτης ὁ πενθῶν οὑτωσὶ ταῦτα πάντα ὁπόσα εἴρηκα καὶ ἔτι τούτων πλείονα οὔτε τοῦ παιδὸς ἕνεκα τραγῳδεῖν ἔοικεν — οἶδε γὰρ οὐκ ἀκουσόμενον2 οὐδʼ ἂν μεῖζον ἐμβοήσῃ τοῦ Στέντορος — οὔτε μὴν αὑτοῦ· φρονεῖν γὰρ οὕτω καὶ γιγνώσκειν ἱκανὸν ἦν καὶ ἄνευ τῆς βοῆς· οὐδεὶς γὰρ δὴ πρὸς ἑαυτὸν δεῖται βοᾶν. λοιπὸν οὖν ἐστιν αὐτὸν τῶν παρόντων ἕνεκα ταῦτα ληρεῖν οὔθʼ ὅ τι πέπονθεν αὐτῷ ὁ παῖς εἰδότα οὔθʼ ὅποι κεχώρηκε, μᾶλλον δὲ οὐδὲ τὸν βίον αὐτὸν ἐξετάσαντα ὁποῖός ἐστιν· οὐ γὰρ ἂν τὴν ἐξ αὐτοῦ μετάστασιν ὥς τι τῶν δεινῶν ἐδυσχέραινεν.

とにかく、このように嘆き悲しんでいる老人は、私が言ったこれらすべて、そしてこれら以上のことを、子供のために芝居がかって叫んでいるのではないようである。なぜなら、たとえステントルよりも大声で叫んだとしても、彼が聞くことはないだろうということを知っているからである。また、自分自身のためでもない。というのも、そのように考え、認識することは叫び声がなくても十分に可能であり、誰も自分自身に向かって叫ぶ必要はないからである。それゆえ、残された可能性は、彼が、居合わせた者たちのために、自分の子供に何が起きたのかも、彼がどこへ行ってしまったのかも知らず、いやむしろ、生そのものがどのようなものであるかを詮索することさえせず、これらの戯言を言っているということである。もし生の本質を理解していたなら、生からの移転を、何か恐ろしいこととして嫌悪することはなかったであろうから。

§16

εἴποι δʼ ἂν οὖν πρὸς αὐτὸν ὁ παῖς παραιτησάμενος τὸν Αἰακὸν καὶ τὸν Ἀϊδωνέα πρὸς ὀλίγον τοῦ στομίου ὑπερκῦψαι καὶ τὸν πατέρα παῦσαι ματαιάζοντα, ὦ κακόδαιμον ἄνθρωπε, τί κέκραγας; τί δέ μοι παρέχεις πράγματα; παῦσαι τιλλόμενος τὴν κόμην καὶ τὸ πρόσωπον ἐξ ἐπιπολῆς ἀμύσσων. τί μοι λοιδορῇ καὶ ἄθλιον ἀποκαλεῖς καὶ δύσμορον πολύ σου βελτίω καὶ μακαριώτερον γεγενημένον;3 ἢ τί σοι δεινὸν πάσχειν δοκῶ; ἢ διότι μὴ τοιουτοσὶ γέρων ἐγενόμην οἷος εἶ σύ, φαλακρὸς μὲν τὴν κεφαλήν, τὴν δὲ ὄψιν ἐρρυτιδωμένος, κυφὸς καὶ τὰ γόνατα νωθής, καὶ ὅλως ὑπὸ τοῦ χρόνου σαθρὸς πολλὰς τριακάδας καὶ ὀλυμπιάδας ἀναπλήσας, καὶ τὰ τελευταῖα δὴ ταῦτα παραπαίων ἐπὶ τοσούτων μαρτύρων; ὦ μάταιε, τί σοι χρηστὸν εἶναι δοκεῖ παρὰ τὸν βίον οὗ μηκέτι μεθέξομεν; ἢ τοὺς πότους ἐρεῖς δῆλον ὅτι καὶ τὰ δεῖπνα καὶ ἐσθῆτα καὶ ἀφροδίσια, καὶ δέδιας μὴ τούτων ἐνδεὴς γενόμενος ἀπόλωμαι. οὐκ ἐννοεῖς δὲ ὅτι τὸ μὴ διψῆν τοῦ πιεῖν πολὺ κάλλιον καὶ τὸ μὴ πεινῆν τοῦ φαγεῖν καὶ τὸ μὴ ῥιγοῦν τοῦ ἀμπεχόνης εὐπορεῖν; φέρε τοίνυν, ἐπειδὴ ἔοικας ἀγνοεῖν, διδάξομαί σε θρηνεῖν ἀληθέστερον, καὶ δὴ ἀναλαβὼν ἐξ ὑπαρχῆς βόα, τέκνον ἄθλιον, οὐκέτι διψήσεις, οὐκέτι πεινήσεις οὐδὲ ῥιγώσεις. οἴχῃ μοι κακοδαίμων ἐκφυγὼν τὰς νόσους, οὐ πυρετὸν ἔτι δεδιώς, οὐ πολέμιον, οὐ τύραννον· οὐκ ἔρως σε ἀνιάσει οὐδὲ συνουσία διαστρέψει, οὐδὲ σπαθήσεις ἐπὶ τούτῳ δὶς ἢ τρὶς τῆς ἡμέρας, ὢ τῆς συμφορᾶς. οὐ καταφρονηθήσῃ γέρων γενόμενος οὐδὲ ὀχληρὸς ἔσῃ τοῖς νέοις βλεπόμενος.

そこで、子供がアイアコスとアイドネウスに頼み込んで、少しの間だけ口から頭を覗かせ、父親の無駄な騒ぎをやめさせるために、彼に向かって次のように言うかもしれない。「不運な人間よ、なぜ叫んでいるのか。なぜ私を煩わせるのか。髪をむしり、顔の表面をかきむしるのをやめなさい。なぜ私を罵り、あなたよりもはるかに良く、幸福な状態になった私を、哀れだとか不運だとか呼ぶのか。あるいは、私はあなたに何か恐ろしい目に遭っているように見えるか。あるいは、私があなたのような老人にならなかったからか。――頭は禿げ、顔はしわだらけ、腰は曲がり、膝は弱まり、全体として時間の経過によって朽ち果て、多くの三十日やオリンピア期を生き抜き、そしてついに、これほど多くの証人の前でこのように理性を失っているような老人にならなかったからか。愚かな人よ、私たちがもはやあずかることのない生において、何があなたにとって良いことと思われるのか。あるいは言うまでもなく、飲宴や晩餐、衣服や性的な快楽を挙げるのだろう。そして、私がこれらを欠くことになって滅びてしまうのではないかと恐れているのだろう。しかし、喉が渇かないことは飲むことよりもはるかに素晴らしく、飢えないことは食べることよりも、凍えないことは衣服が豊かにあることよりも、はるかに素晴らしいということを理解していないのか。さあ、あなたが知らないようだから、より真実に即して嘆く方法を教えてあげよう。そして、最初からやり直して、次のように叫びなさい。『哀れな我が子よ、お前はもう喉が渇くこともなく、もう飢えることもなく、凍えることもないだろう。病から逃れ、もはや熱病も、敵も、僭主も恐れることなく、お前は私を置いて去ってしまった、不運な子よ。恋がお前を苦しめることもなく、性的な交わりがお前を狂わせることもない。あるいは、そのために一日に二度も三度も財産を蕩尽することもない。ああ、なんと痛ましいことか。老人になって軽蔑されることもなく、若者たちに見られて厄介者扱いされることもないだろう。』

§18

ἂν ταῦτα λέγῃς, ὦ πάτερ, οὐκ οἴει πολὺ ἀληθέστερα καὶ γενναιότερα ἐκείνων ἐρεῖν; ἀλλʼ ἆρα μὴ τόδε σε ἀνιᾷ, καὶ διανοῇ τὸν παρʼ ἡμῖν ζόφον καὶ τὸ πολὺ σκότος, κᾆτα δέδιας μή σοι ἀποπνιγῶ4 κατακλεισθεὶς ἐν τῷ μνήματι; χρὴ δὲ πρὸς ταῦτα λογίζεσθαι ὅτι τῶν ὀφθαλμῶν διασαπέντων ἢ καὶ νὴ Δία καέντων μετʼ ὀλίγον, εἴ γε καῦσαί με διεγνώκατε, οὔτε σκότος οὔτε φῶς ὁρᾶν δεησόμεθα.

お父さん、もしこれらのことを言うなら、あの言葉よりもはるかに真実で、気高いことを言うことになると思わないか。しかし、もしかして次のことがあなたを苦しめており、私たちのところの暗闇と深い闇を考えていて、墓の中に閉じ込められて、あなたが心配する中で私が息を詰まらせてしまうのを恐れているのか。しかし、これに対しては、まもなく目が腐ってしまうか、あるいは焼かれてしまえば――もしあなたが私を火葬にするつもりならばの話だが――私たちは闇も光も見る必要がなくなるのだ、と考えるべきである。」

構文注4 件
  1. 14ὡς χρησομένοις ἐκεῖ καὶ ἀπολαύσουσιν

    ὡς + 与格分詞。与格は文全体の主語ではなく死者たちを指しており、彼らが冥界でこれらの物品(馬、妾、衣服など)を「使い、享受するであろうという想定のもとに」という主観的理由・意図を表している。

  2. 15οὐκ ἀκουσόμενον

    動詞 οἶδε の補語分詞(未来分詞、対格単数)。省略された対格の主語 τὸν παῖδα(子供)を修飾しており、「子供が(自分の叫びを)聞くことはないだろうということを[父親は]知っている」という意味になる。

  3. 16πολύ σου βελτίω καὶ μακαριώτερον γεγενημένον

    γεγενημένον(完了中受動分詞、対格単数男性)は、省略された対格の代名詞 ἐμέ(私)を修飾する。「あなたよりもはるかに良く、幸福な状態になった[私を]」。主格として「あなたが〜になった」と誤読しないよう注意が必要である。

  4. 18δέδιας μή σοι ἀποπνιγῶ

    与格の σοι は倫理与格、あるいは影響の与格。死者が「あなたのために、あなたの心配する中で」息を詰まらせることを意味し、父親の主観的な懸念や利害関係を強調している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0062.tlg036.humanitext-grc2:14-18