Humanitext Reader

ルキアノス · 女神の審判 §13-16

アプロディテの約束とパリスによる林檎の授与

4 / 4 箇所 · ギリシア語

要旨

アプロディテはパリスの美貌を称賛しながら、スパルタの美女ヘレネとの結婚を提案し、その心を奪うための具体的な計略と愛の神々の助力を約束する。パリスはアプロディテの誓約と引き換えに、彼女に美の林檎を授けることを決定する。

§13Ἀφροδίτη αὕτη σοι ἐγὼ πλησίον, καὶ σκόπει καθʼ ἓν ἀκριβῶς μηδὲν παρατρέχων, ἀλλʼ ἐνδιατρίβων ἑκάστῳ τῶν μερῶν.
Ἀφροδίτη ほら、私はあなたの近くにいます。 何一つ見落とすことなく、それぞれの部分に時間をかけながら、一つ一つ綿密に観察しなさい。
εἰ δʼ ἐθέλεις, ὦ καλέ, καὶ τάδε μου ἄκουσον.
そして、もしあなたが望むなら、美しい人よ、私の話も聞きなさい。
ἐγὼ γὰρ πάλαι ὁρῶσά σε νέον ὄντα καὶ καλὸν ὁποῖον οὐκ οἶδα εἴ τινα ἕτερον ἡ Φρυγία τρέφει, μακαρίζω μὲν τοῦ κάλλους, αἰτιῶμαι δὲ τὸ μὴ ἀπολιπόντα τοὺς σκοπέλους καὶ ταυτασὶ τὰς πέτρας κατʼ ἄστυ ζῆν, ἀλλὰ διαφθείρειν τὸ κάλλος ἐν ἐρημίᾳ.
私は以前から、あなたが若く、フリュギアが他にこれほどの人を育てているか分からないほどに美しいのを見て、その美しさを祝福する一方で、あなたがこの断崖や岩だらけの場所を去って都会で暮らさず、荒野でその美しさを台無しにしていることを非難しているからです。
τί μὲν γὰρ ἂν σὺ ἀπολαύσειας τῶν ὀρῶν;
あなたは山々から何を楽しめましょうか。
τί δʼ ἂν ἀπόναιντο τοῦ σοῦ κάλλους αἱ βόες;
また、牛たちがあなたの美しさから何の恩恵を得られましょうか。
ἔπρεπεν δὲ ἤδη σοι καὶ γεγαμηκέναι, μὴ μέντοι ἀγροῖκόν τινα καὶ χωρῖτιν, οἷαι κατὰ τὴν Ἴδην αἱ γυναῖκες, ἀλλά τινα ἐκ τῆς Ἑλλάδος, ἢ Ἀργόθεν ἢ ἐκ Κορίνθου ἢ Λάκαιναν οἵαπερ ἡ Ἑλένη ἐστίν, νέα τε καὶ καλὴ καὶ κατʼ οὐδὲν ἐλάττων ἐμοῦ, καὶ τὸ δὴ μέγιστον, ἐρωτική.
あなたはもう結婚していてもおかしくない年齢ですが、イデ山の女たちのような野暮ったい田舎者ではなく、ギリシアから、アルゴスかコリントス、あるいはヘレネのようなスパルタの女で、若く美しく、私に劣ることなく、そして何よりも情熱的な者を妻にするのがふさわしいのです。
ἐκείνη γὰρ εἰ καὶ μόνον θεάσαιτό σε, εὖ οἶδα ἐγὼ ὡς ἅπαντα ἀπολιποῦσα καὶ παρασχοῦσα ἑαυτὴν ἔκδοτον ἕψεται καὶ συνοικήσει.
なぜなら彼女は、あなたをただ一目見るだけで、すべてを捨てて自分を差し出し、あなたに従って一緒に暮らすようになることを、私はよく知っているからです。
πάντως δὲ καὶ σὺ ἀκήκοάς τι περὶ αὐτῆς.
ともかく、あなたも彼女について何か聞いたことがあるでしょう。
Πάρις οὐδέν, ὦ Ἀφροδίτη·
パリスアプロディテ、何も知りません。
νῦν δὲ ἡδέως ἂν ἀκούσαιμί σου τὰ πάντα διηγουμένης.
しかし今は、あなたがすべてを語ってくださるのを喜んで聞きたいものです。
§14Ἀφροδίτη αὕτη θυγάτηρ μέν ἐστι Λήδας ἐκείνης τῆς καλῆς ἐφʼ ἣν ὁ Ζεὺς κατέπτη κύκνος γενόμενος.
Ἀφροδίτη 彼女は、ゼウスが白鳥になって舞い降りた、あの美しいレダの娘です。
Πάρις ποία δὲ τὴν ὄψιν ἐστί;
パリス容姿はどのようなものですか?
Ἀφροδίτη λευκὴ μέν, οἵαν εἰκὸς ἐκ κύκνου γεγενημένην, ἁπαλὴ δέ, ὡς ἐν ᾠῷ τραφεῖσα, γυμνὰς τὰ πολλὰ καὶ παλαιστική, καὶ οὕτω δή τι περισπούδαστος ὥστε καὶ πόλεμον ἀμφʼ αὐτῇ γενέσθαι, τοῦ Θησέως ἄωρον ἔτι ἁρπάσαντος.
Ἀφροδίτη 白鳥から生まれた者にふさわしく色白で、卵の中で育ったかのように肌は柔らかく、たいていは裸でレスリングをし、あまりにも誰もが欲しがったため、テセウスがまだ幼い彼女をさらったときには、彼女を巡って戦争さえ起きたほどです。
οὐ μὴν ἀλλʼ ἐπειδήπερ εἰς ἀκμὴν κατέστη, πάντες οἱ ἄριστοι τῶν Ἀχαιῶν ἐπὶ τὴν μνηστείαν ἀπήντησαν, προεκρίθη δὲ Μενέλεως τοῦ Πελοπιδῶν γένους.
とはいえ、彼女が年頃になると、アカイア人の最も優れた男たちが皆求婚に集まり、ペロプス家の一族であるメネラオスが選ばれました。
εἰ δὴ θέλοις, ἐγώ σοι καταπράξομαι τὸν γάμον.
もしあなたが望むなら、私がその結婚を取り持ってあげましょう。
Πάρις πῶς φής;
パリス何と言いましたか?
τὸν τῆς γεγαμημένης;
結婚している女性との結婚をですか?
Ἀφροδίτη νέος εἶ σὺ καὶ ἀγροῖκος, ἐγὼ δὲ οἶδα ὡς χρὴ τὰ τοιαῦτα δρᾶν.
Ἀφροδίτη あなたは若くて世間知らずですね。 私はそうしたことをどう行うべきか知っています。
Πάρις πῶς;
パリスどのようにですか?
ἐθέλω γὰρ καὶ αὐτὸς εἰδέναι.
私もそれを知りたいのです。
§15Ἀφροδίτη σὺ μὲν ἀποδημήσεις ὡς ἐπὶ θέαν τῆς Ἑλλάδος, κἀπειδὰν ἀφίκῃ εἰς τὴν Λακεδαίμονα, ὄψεταί σε ἡ Ἑλένη.
Ἀφροδίτη あなたはギリシア見物のために旅立ち、ラケダイモンに到着したとき、ヘレネがあなたを見るでしょう。
τοὐντεῦθεν δὲ ἐμὸν ἂν εἴη τὸ ἔργον, ὅπως ἐρασθήσεταί σου καὶ ἀκολουθήσει.
そこからは、彼女があなたに恋をして、あなたについて行くようにすることは、私の仕事になります。
Πάρις τοῦτο αὐτὸ καὶ ἄπιστον εἶναί μοι δοκεῖ, τὸ ἀπολιποῦσαν τὸν ἄνδρα ἐθελῆσαι βαρβάρῳ καὶ ξένῳ συνεκπλεῦσαι.
パリスまさにそのことが私には信じられないように思われます。 夫を捨てて、異邦人であり見知らぬ者と一緒に船出することを望むなどということは。
Ἀφροδίτη θάρρει τούτου γε ἕνεκα.
Ἀφροδίτη そのことなら安心しなさい。
παῖδε γάρ μοι ἐστὸν δύο καλώ, Ἵμερος καὶ Ἔρως, τούτω σοι παραδώσω ἡγεμόνε τῆς ὁδοῦ γενησομένω·
私にはヒメロスとエロスという二人の美しい子供がいます。 この二人を、旅の案内人となるようにあなたに渡しましょう。
καὶ ὁ μὲν Ἔρως ὅλος παρελθὼν εἰς αὐτὴν ἀναγκάσει τὴν γυναῖκα ἐρᾶν, ὁ δʼ Ἵμερος αὐτῷ σοι περιχυθεὶς τοῦθʼ ὅπερ ἐστίν, ἱμερτόν τε θήσει καὶ ἐράσμιον.
そして、エロスは完全に彼女の中に入り込んで、その女性に愛することを強制し、ヒメロスはあなた自身を包み込んで、あなたを魅力にあふれ、愛らしい者にするでしょう。
καὶ αὐτὴ δὲ συμπαροῦσα δεήσομαι καὶ τῶν Χαρίτων ἀκολουθεῖν·
そして私自身も同行し、美の女神たちにも同行するよう頼みましょう。
καὶ οὕτως ἅπαντες αὐτὴν ἀναπείσομεν.
このようにして、私たち全員で彼女を説得するのです。
Πάρις ὅπως μὲν ταῦτα χωρήσει, ἄδηλον, ὦ Ἀφροδίτη·
パリスこれらがどのように運ぶかは分かりません、アプロディテ。
πλὴν ἐρῶ γε ἤδη τῆς Ἑλένης καὶ οὐκ οἶδʼ ὅπως καὶ ὁρᾶν αὐτὴν οἴομαι καὶ πλέω εὐθὺ τῆς Ἑλλάδος καὶ τῇ Σπάρτῃ ἐπιδημῶ καὶ ἐπάνειμι ἔχων τὴν γυναῖκα — καὶ ἄχθομαι ὅτι μὴ ταῦτα ἤδη πάντα ποιῶ.
しかし、私はすでにヘレネを愛しており、どういうわけか、彼女を見ているような気がし、ギリシアへ真っ直ぐ航海し、スパルタに滞在し、その女性を連れて帰ってくる自分を思い描いています。 そして、今すぐにこれらすべてを行っていないことがもどかしくてなりません。
§16Ἀφροδίτη μὴ πρότερον ἐρασθῇς, ὦ Πάρι, πρὶν ἐμὲ τὴν προμνήστριαν καὶ νυμφαγωγὸν ἀμείψασθαι τῇ κρίσει·
Ἀφροδίτη パリスよ、仲介者であり花嫁の案内人である私に審判で報いるまでは、恋に落ちてはなりません。
πρέποι γὰρ ἂν κἀμὲ νικηφόρον ὑμῖν συμπαρεῖναι καὶ ἑορτάζειν ἅμα καὶ τοὺς γάμους καὶ τὰ ἐπινίκια.
なぜなら、私自身も勝利者としてあなたたちに同行し、結婚式と勝利の祝いを同時に祝うのがふさわしいからです。
πάντα γὰρ ἔνεστί σοι — τὸν ἔρωτα, τὸ κάλλος, τὸν γάμον — τουτουὶ τοῦ μήλου πρίασθαι.
あなたにとって、愛、美、そして結婚というすべてが、この林檎によって買い取ることができるのですから。
Πάρις δέδοικα μή μου ἀμελήσῃς μετὰ τὴν κρίσιν.
パリス審判の後に、あなたが私を無視するのではないかと心配です。
Ἀφροδίτη βούλει οὖν ἐπομόσομαι;
Ἀφροδίτη では、誓いましょうか?
Πάρις μηδαμῶς, ἀλλʼ ὑπόσχου πάλιν.
パリス決してそんなことは、ただもう一度約束してください。
Ἀφροδίτη ὑπισχνοῦμαι δή σοι τὴν Ἑλένην παραδώσειν γυναῖκα, καὶ ἀκολουθήσειν γέ σοι αὐτὴν καὶ ἀφίξεσθαι παρʼ ὑμᾶς εἰς τὴν Ἴλιον·
Ἀφροδίτη あなたにヘレネを妻として引き渡し、彼女があなたに付き従ってイリオスのおまえたちのところへ到着することを約束します。
καὶ αὐτὴ παρέσομαι καὶ συμπράξω τὰ πάντα.
私自身も立ち会い、すべてを取り持ちましょう。
Πάρις καὶ τὸν Ἔρωτα καὶ τὸν Ἵμερον καὶ τὰς Χάριτας ἄξεις;
パリスエロスとヒメロスと美の女神たちも連れてきてくれますか?
Ἀφροδίτη θάρρει, καὶ τὸν Πόθον καὶ τὸν Ὑμέναιον ἔτι πρὸς τούτοις παραλήψομαι.
Ἀφροδίτη 安心しなさい。 その上にさらにポトスとヒュメナイオスも連れていきましょう。
Πάρις οὐκοῦν ἐπὶ τούτοις δίδωμι τὸ μῆλον·
パリスそれならば、これらの条件で林檎を差し上げましょう。
ἐπὶ τούτοις λάμβανε.
これらの条件で、お受け取りなさい。

語釈・文法注

  1. §13ὁποῖον οὐκ οἶδα εἴ τινα ἕτερον ἡ Φρυγία τρέφει — 「οὐκ οἶδα εἴ τις...」(誰がいるか知らない)は、否定的な比較や強い最上級のニュアンス(〜以上の者はいない、類を見ないほどに)を帯びる慣用表現。ここでは先行する形容詞「καλὸν」を修飾する関係節「ὁποῖον...」の内部に埋め込まれている。
  2. §13μακαρίζω μὲν τοῦ κάλλους, αἰτιῶμαι δὲ τὸ μὴ... ζῆν — 対称的な「μέν... δέ...」構造をとる一方で、前者の「μακαρίζω」(祝福する)は原因を示す属格(τοῦ κάλλους)をとり、後者の「αἰτιῶμαι」(非難する)は直接目的語として冠詞付き不定詞(τὸ μὴ ... ζῆν)をとるという、非対称的な統辞構造が用いられている。
  3. §14λευκὴ μέν, οἵαν εἰκὸς ἐκ κύκνου γεγενημένην — 主格の形容詞「λευκή」から、非人称表現「εἰκός (ἐστι)」(当然である)に導かれる対格不定詞構文(ここでは「εἶναι」が省略されている)の補語・主語である「οἵαν... γεγενημένην」(対格)へと構造が移行している。
  4. §15τοῦτο αὐτὸ καὶ ἄπιστον εἶναί μοι δοκεῖ, τὸ ἀπολιποῦσαν... συνεκπλεῦσαι — 文頭の指示代名詞「τοῦτο αὐτό」(まさにそのこと)の具体的な中身が、後半の冠詞付き不定詞句「τὸ ... συνεκπλεῦσαι」(〜が一緒に船出すること)によって同格的に説明されている。「ἀπολιποῦσαν」は不定詞の意味上の主語(ヘレネ)に一致する対格分詞。
  5. §16πάντα γὰρ ἔνεστί σοι — τὸν ἔρωτα, τὸ κάλλος, τὸν γάμον — τουτουί τοῦ μήλου πρίασθαι — 「ἔνεστι」(可能である)は、与格「σοι」と主語となる不定詞「πρίασθαι」(買い取ること)をとる。「τὸν ἔρωτα...」の対格群は「πρίασθαι」の直接目的語であり、「τουτουί τοῦ μήλου」は価格を示す属格。

この箇所を引用する

ルキアノス, 女神の審判 §13-16. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg032.humanitext-grc2:13-16

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。