§12θέμενοι δὲ βωμοὺς καὶ προρρήσεις καὶ περιρραντήρια προσάγουσι τὰς θυσίας, βοῦν μὲν ἀροτῆρα ὁ γεωργός, ἄρνα δὲ ὁ ποιμὴν καὶ αἶγα ὁ αἰπόλος, ὁ δέ τις λιβανωτὸν ἢ πόπανον, ὁ δὲ πένης ἱλάσατο τὸν θεὸν κύσας μόνον τὴν ἑαυτοῦ δεξιάν.
そして彼らは祭壇を設け、告知を行い、(身を清めるための)浄水盤を置いて、犠牲を引いてくる。 農夫は耕作牛を、羊飼いは子羊を、山羊飼いは山羊を、ある者は乳香や丸餅を捧げ、貧しい者はただ己の右手に口づけをすることで神を宥める。
ἀλλʼ οἵ γε θύοντες — ἐπʼ ἐκείνους γὰρ ἐπάνειμι — στεφανώσαντες τὸ ζῷον καὶ πολύ γε πρότερον ἐξετάσαντες εἰ ἐντελὲς εἴη, ἵνα μηδὲ τῶν ἀχρήστων τι κατασφάττωσιν, προσάγουσι τῷ βωμῷ καὶ φονεύουσιν ἐν ὀφθαλμοῖς τοῦ θεοῦ γοερόν τι μυκώμενον καὶ ὡς τὸ εἰκὸς εὐφημοῦν καὶ ἡμίφωνον ἤδη τῇ θυσίᾳ ἐπαυλοῦν.
しかし、現に犠牲を捧げる者たちは――私は彼らの話に戻るのだが――動物に花冠を飾り、それに先立って、役に立たないものを屠殺することのないよう、それが不完全なところのないものであるかどうかを入念に検査した上で、祭壇へと連れて行き、神の目の前で、哀れな声で鳴き、状況にふさわしく(不吉な声を避けるために)『吉兆の声を発し』、すでに死に際の声で犠牲式に『伴奏を奏でている』それを屠殺する。
τίς οὐκ ἂν εἰκάσειεν ἥδεσθαι ταῦτα ὁρῶντας τοὺς θεούς;
これらを見て神々が喜んでいると、誰が想像せずにいられようか。
§13καὶ τὸ μὲν πρόγραμμά φησι μὴ παριέναι εἰς τὸ εἴσω τῶν περιρραντηρίων ὅστις μὴ καθαρός ἐστιν τὰς χεῖρας·
そして、告知板には『手が清らかでない者は、浄水盤の内側に入ってはならぬ』と書いてある。
ὁ δὲ ἱερεὺς αὐτὸς ἕστηκεν ᾑμαγμένος καὶ ὥσπερ ὁ Κύκλωψ ἐκεῖνος ἀνατέμνων καὶ τὰ ἔγκατα ἐξαιρῶν καὶ καρδιουλκῶν καὶ τὸ αἷμα τῷ βωμῷ περιχέων καὶ τί γὰρ οὐκ εὐσεβὲς ἐπιτελῶν;
しかし、神官自身は血まみれになって立ち、あのキュクロプスさながらに、切り裂き、内臓を取り出し、心臓を引き抜き、血を祭壇に注ぎかけている。 いやはや、なんと敬虔なことを行っていることか。
ἐπὶ πᾶσι δὲ πῦρ ἀνακαύσας ἐπέθηκε φέρων αὐτῇ δορᾷ τὴν αἶγα καὶ αὐτοῖς ἐρίοις τὸ πρόβατον·
そして最後に火を燃え立たせ、山羊は皮ごと、羊は羊毛ごと、その上に載せる。
ἡ δὲ κνῖσα θεσπέσιος καὶ ἱεροπρεπὴς χωρεῖ ἄνω καὶ εἰς αὐτὸν τὸν οὐρανὸν ἠρέμα διασκίδναται.
すると、神聖にして厳かな脂の香りが立ち上り、天そのものへと静かに散っていく。
ὁ μέν γε Σκύθης πάσας τὰς θυσίας ἀφεὶς καὶ ἡγησάμενος ταπεινὰς αὐτοὺς τοὺς ἀνθρώπους τῇ Ἀρτέμιδι παρίστησι καὶ οὕτως ποιῶν ἀρέσκει τὴν θεόν.
ともかく、スキタイ人はこうした犠牲をすべて退け、卑小なものと見なして、人間そのものをアルテミスに捧げ、そうすることによって女神を喜ばせている。
§14ταῦτα μὲν δὴ ἴσως μέτρια καὶ τὰ ὑπʼ Ἀσσυρίων γιγνόμενα καὶ ὑπὸ Φρυγῶν καὶ Λυδῶν, ἢν δʼ εἰς τὴν Αἴγυπτον ἔλθῃς, τότε δὴ τότε ὄψει πολλὰ τὰ σεμνὰ καὶ ὡς ἀληθῶς ἄξια τοῦ οὐρανοῦ, κριοπρόσωπον μὲν τὸν Δία, κυνοπρόσωπον δὲ τὸν βέλτιστον Ἑρμῆν καὶ τὸν Πᾶνα ὅλον τράγον καὶ ἶβίν τινα καὶ κροκόδειλον ἕτερον καὶ πίθηκον.
これら、そしてアッシリア人やフリュギア人やリュディア人によって行われていることは、おそらくまだ控えめな部類だろう。 だが、もしエジプトに行くなら、その時こそ、神聖で、本当に天にふさわしい多くのものを目にすることになる。 牡羊の顔をしたゼウス、犬の顔をした至高のヘルメス、全身山羊のパン、あるトキ、また別のワニ、そして猿などを。
"εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρʼ εὖ εἰδῇς,"
ἀκούσῃ πολλῶν σοφιστῶν καὶ γραμματέων καὶ προφητῶν ἐξυρημένων διηγουμένων, — πρότερον δέ, φησὶν ὁ λόγος,
θύρας δʼ ἐπίθεσθε βέβηλοι
— ὡς ἄρα ὑπὸ τὸν πόλεμον καὶ τῶν γιγάντων τὴν ἐπανάστασιν οἱ θεοὶ φοβηθέντες ἧκον εἰς τὴν Αἴγυπτον ὡς δὴ ἐνταῦθα λησόμενοι τοὺς πολεμίους·
『もし汝がこれらをも学び、よく知らんことを望むなら』頭を剃り上げた多くのソピステスや、書記、預言者たちが、次のように説明するのを聞くことになるだろう。 だがその前に、俗世の格言が言うには『不浄なる者どもよ、戸を閉ざせ』 ――すなわち、戦争とギガスたちの反乱の際、神々は恐れをなして、ここで敵から身を隠そうとエジプトにやって来たのだという。
εἶθʼ ὁ μὲν αὐτῶν ὑπέδυ τράγον, ὁ δὲ κριὸν ὑπὸ τοῦ δέους, ὁ δὲ θηρίον ἢ ὄρνεον·
そして、彼らのうちある者は山羊になりすまし、ある者は恐怖から牡羊になり、ある者は獣や鳥になった。
διὸ δὴ εἰσέτι καὶ νῦν φυλάττεσθαι τὰς τότε μορφὰς τοῖς θεοῖς.
それゆえ、今日に至るまで、当時の姿が神々によって保たれているのだ、と。
ταῦτα γὰρ ἀμέλει ἐν τοῖς ἀδύτοις ἀπόκειται γραφέντα πλεῖον ἢ πρὸ ἐτῶν μυρίων.
というのも、これらのことはもちろん、一万年以上も前に書かれて、神殿の奥の秘所に保管されているのだから。
§15αἱ δὲ θυσίαι καὶ παρʼ ἐκείνοις αἱ αὐταί, πλὴν ὅτι πενθοῦσι τὸ ἱερεῖον καὶ κόπτονται περιστάντες ἤδη πεφονευμένον.
彼らのところでも犠牲式は同じであるが、ただ、すでに屠殺された犠牲物の周囲に立ち、それを哀悼して胸をかきむしって泣き叫ぶ点が異なっている。
οἱ δὲ καὶ θάπτουσι μόνον ἀποσφάξαντες.
中には、屠殺した後にただ埋葬するだけの者たちもいる。
ὁ μὲν γὰρ Ἆπις, ὁ μέγιστος αὐτοῖς θεός, ἐὰν ἀποθάνῃ, τίς οὕτω περὶ πολλοῦ ποιεῖται τὴν κόμην ὅστις οὐκ ἀπεξύρησε καὶ ψιλὸν ἐπὶ τῆς κεφαλῆς τὸ πένθος ἐπεδείξατο, κἂν τὸν Νίσου ἔχῃ πλόκαμον τὸν πορφυροῦν;
というのも、彼らにとって最大の神であるアピスが死んだ場合、誰が自分の髪の毛をそれほど大事にして剃らずにおられようか、そして、たとえニソスのあの紫色の髪の毛を持っていようとも、頭を禿げ上がらせて喪に服していることを示さずにおられようか。
ἔστι δὲ ὁ Ἆπις ἐξ ἀγέλης θεός, ἐπὶ τῷ προτέρῳ χειροτονούμενος ὡς πολὺ καλλίων καὶ σεμνότερος τῶν ἰδιωτῶν Βοῶν.
このアピスというのは群れから選ばれた神であり、普通の牛たちよりもはるかに美しく威厳があるという理由で、前任者の後任として選出されるのである。
ταῦτα οὕτω γιγνόμενα καὶ ὑπὸ τῶν πολλῶν πιστευόμενα δεῖσθαί μοι δοκεῖ τοῦ μὲν ἐπιτιμήσοντος οὐδενός, Ἡρακλείτου δέ τινος ἢ Δημοκρίτου, τοῦ μὲν γελασομένου τὴν ἄγνοιαν αὐτῶν, τοῦ δὲ τὴν ἄνοιαν ὀδυρουμένου.
このように行われ、大衆に信じられているこれらのことは、私に言わせれば、非難する者など必要とせず、ただヘラクレイトスかデモクリトスのような者を必要としているように思われる。 一方は彼らの無知を笑い飛ばし、他方は彼らの愚行を嘆き悲しむために。