§22Χάρων
Ἓν ἔτι ἐπόθουν, ὦ Ἑρμῆ, εἰδέναι, καί μοι δείξας αὐτὸ ἐντελῆ ἔσῃ τὴν περιήγησιν πεποιημένος, τὰς ἀποθήκας τῶν σωμάτων, ἵνα κατορύττουσι, θεάσασθαι.
カローンヘルメースよ、私はもう一つだけ知りたいことがあったのだ。 私にそれを示してくれたなら、案内を完全に終えたことになるだろう。 すなわち、肉体の保管場所、彼らが埋葬する場所を見ることだ。
Ἑρμῆς
ἠρία, ὦ Χάρων, καὶ τύμβους καὶ τάφους καλοῦσι τὰ τοιαῦτα.
ヘルメースカローンよ、そのようなものを彼らは墓や塚や埋葬所と呼んでいる。
πλὴν τὰ πρὸ τῶν πόλεων ἐκεῖνα τὰ χώματα ὁρᾷς καὶ τὰς στήλας καὶ πυραμίδας;
だが、都市の前にあるあの土盛りや、墓碑やピラミッドが見えるか?
ἐκεῖνα πάντα νεκροδοχεῖα καὶ σωματοφυλάκιά ἐστιν.
あれらはすべて死体受け入れ所であり、肉体の守護所なのだ。
Χάρων
τί οὖν ἐκεῖνοι στεφανοῦσι τοὺς λίθους καὶ χρίουσι μύρῳ;
カローンそれならなぜ、彼らはあの石に花冠を捧げ、香油を塗るのか?
οἱ δὲ καὶ πυρὰν νήσαντες πρὸ τῶν χωμάτων καὶ βόθρον τινὰ ὀρύξαντες καίουσί τε ταυτὶ τὰ πολυτελῆ δεῖπνα καὶ εἰς τὰ ὀρύγματα οἶνον καὶ μελίκρατον, ὡς γοῦν εἰκάσαι, ἐγχέουσιν;
また、ある人々は土盛りの前に薪を積み、穴を掘って、これらの高価な食事を焼き、その穴の中にワインや、どうやら蜂蜜酒のようだが、注ぎ入れているのか?
Ἑρμῆς
οὐκ οἶδα, ὦ πορθμεῦ, τί ταῦτα πρὸς τοὺς ἐν Ἅιδου·
ヘルメース船頭よ、それらのことが冥界の住人にどう関係するのかは私には分からない。
πεπιστεύκασι δʼ οὖν τὰς ψυχὰς ἀναπεμπομένας κάτωθεν δειπνεῖν μὲν ὡς οἷόν τε περιπετομένας τὴν κνῖσαν καὶ τὸν καπνόν, πίνειν δὲ ἀπὸ τοῦ βόθρου τὸ μελίκρατον.
しかし彼らは、魂たちが下から送られてきて、飛び回りながら生じる匂いや煙をできる限りで食べ、穴から蜂蜜酒を飲むのだと信じているのだ。
Χάρων
ἐκείνους ἔτι πίνειν ἢ ἐσθίειν, ὧν τὰ κρανία ξηρότατα;
カローン頭蓋骨が干からびきっている彼らが、まだ飲んだり食べたりするというのか?
καίτοι γελοῖός εἰμι σοὶ λέγων ταῦτα ὁσημέραι κατάγοντι αὐτούς.
とはいえ、毎日彼らを連れ下ろしているあなたにこんなことを言うのはおかしなことだが。
οἶσθα οὖν εἰ δύναιντʼ ἂν ἔτι ἀνελθεῖν ἅπαξ ὑποχθόνιοι γενόμενοι.
それで、一度地底に入った者たちが、再び上がってくることができるのかどうか、あなたは知っているはずだ。
ἐπεί τοι καὶ παγγέλοια ἄν, ὦ Ἑρμῆ, ἔπασχον, οὐκ ὀλίγα πράγματα ἔχων, εἰ ἔδει μὴ κατάγειν μόνον αὐτούς, ἀλλὰ καὶ αὖθις ἀνάγειν πιομένους.
ヘルメースよ、そうでなければ、もし彼らを連れ下ろすだけでなく、飲むために再び連れ戻さなければならないとしたら、私は多くの厄介を抱えて、極めて滑稽な目に遭うことになっていただろう。
ὦ μάταιοι, τῆς ἀνοίας, οὐκ εἰδότες ἡλίκοις ὅροις διακέκριται τὰ νεκρῶν καὶ τὰ ζώντων πράγματα καὶ οἷα τὰ παρʼ ἡμῖν ἐστι καὶ ὅτι
"
κάτθανʼ ὁμῶς ὅ τʼ ἄτυμβος ἀνὴρ ὅς τʼ ἔλλαχε τύμβου,
ἐν δὲ ἰῇ τιμῇ Ἶρος κρείων τʼ Ἀγαμέμνων·
おお、愚かな者たちよ、その愚かさよ! 死者たちの事柄と生者たちの事柄がどれほど大きな境界で分けられているか、我々のもとでの状況がいかなるものであるか、そして次のようであることを知らないとは。 「墓のない男も、墓を得た男も、同様に死ぬ。 そして同じ価値のうちに、イーロスも支配者アガメムノーンもいる。
Θερσίτῃ δʼ ἶσος Θέτιδος παῖς ἠϋκόμοιο
πάντες δʼ εἰσὶν ὁμῶς νεκύων ἀμενηνὰ κάρηνα,
γυμνοί τε ξηροί τε κατʼ ἀσφοδελὸν λειμῶνα. "
髪の美しいテティスの子も、テルシーテースと等しい。 すべては同様に、死者たちの力なき頭部であり、アスフォデロスの野において、裸で、干からびているのだ。
§23Ἑρμῆς
Ἡράκλεις, ὡς πολὺν τὸν Ὅμηρον ἐπαντλεῖς.
」ヘルメースヘラクレスよ、お前はなんと多くのホメーロスを浴びせかけてくることか。
ἀλλʼ ἐπείπερ ἀνέμνησας, ἐθέλω σοι δεῖξαι τὸν τοῦ Ἀχιλλέως τάφον.
しかし、お前が思い出させてくれたのだから、アキレウスの墓をお前に見せてやろう。
ὁρᾷς τὸν ἐπὶ τῇ θαλάττῃ;
海辺にあるあの墓が見えるか?
Σίγειον μὲν ἐκεῖθέν ἐστι τὸ Τρωϊκόν· ἀντικρὺ δὲ ὁ Αἴας τέθαπται ἐν τῷ Ῥοιτείῳ.
あちら側がトロイアのシゲイオンであり、その向かいのロイテイオンにアイアースが葬られている。
Χάρων
οὐ μεγάλοι, ὦ Ἑρμῆ, οἱ τάφοι.
カローンヘルメースよ、墓は大きくはないな。
τὰς πόλεις δὲ τὰς ἐπισήμους δεῖξόν μοι ἤδη, ἃς κάτω ἀκούομεν, τὴν Νίνον τὴν Σαρδαναπάλλου καὶ Βαβυλῶνα καὶ Μυκήνας καὶ Κλεωνὰς καὶ τὴν Ἴλιον αὐτήν·
では、我々が冥界で耳にしているあの有名な都市たちを、今すぐ私に示してくれ。 サルダナパロスのニノス、バビュローン、ミュケーナイ、クレオーナイ、そしてイーリオスそのものを。
πολλοὺς γοῦν μέμνημαι διαπορθμεύσας ἐκεῖθεν, ὡς δέκα ὅλων ἐτῶν μὴ νεωλκῆσαι μηδὲ διαψῦξαι τὸ σκαφίδιον.
少なくとも私はそこから多くの人々を舟で運んだことを覚えており、丸10年もの間、小舟を陸に引き上げて乾かす暇もなかったほどなのだ。
Ἑρμῆς
ἡ Νίνος μέν, ὦ πορθμεῦ, ἀπόλωλεν ἤδη καὶ οὐδὲ ἴχνος ἔτι λοιπὸν αὐτῆς, οὐδʼ ἂν εἴποις ὅπου ποτὲ ἦν·
ヘルメース船頭よ、ニノスはすでに滅び去り、その跡形さえ残っていない。 かつてどこにあったのかさえ言うことはできないだろう。
ἡ Βαβυλὼν δέ σοι ἐκείνη ἐστὶν ἡ εὔπυργος, ἡ τὸν μέγαν περίβολον, οὐ μετὰ πολὺ καὶ αὐτὴ ζητηθησομένη ὥσπερ ἡ Νίνος·
一方、バビュローンは、あの多くの塔を持つもの、巨大な外壁を持つものであるが、遠からずそれ自身もニノスのように捜し求められることになるだろう。
Μυκήνας δὲ καὶ Κλεωνὰς αἰσχύνομαι δεῖξαί σοι, καὶ μάλιστα τὸ Ἴλιον.
だが、ミュケーナイやクレオーナイ、ましてやイーリオスを、私はお前に示すのが恥ずかしい。
ἀποπνίξεις γὰρ εὖ οἶδʼ ὅτι τὸν Ὅμηρον κατελθὼν ἐπὶ τῇ μεγαληγορίᾳ τῶν ἐπῶν.
なぜなら、お前が地下に下りたとき、その叙事詩の大げさな表現をめぐって、ホメーロスの息の根を止めてしまうだろうとよく分かっているからだ。
πλὴν ἀλλὰ πάλαι μὲν ἦσαν εὐδαίμονες, νῦν δὲ τεθνᾶσι καὶ αὗται·
とはいえ、かつてそれらは繁栄していたが、今やこれらもまた死に絶えている。
ἀποθνήσκουσι γάρ, ὦ πορθμεῦ, καὶ πόλεις ὥσπερ ἄνθρωποι, καὶ τὸ παραδοξότατον, καὶ ποταμοὶ ὅλοι·
船頭よ、都市も人間と同じように死ぬのだ。 そして最も奇妙なことには、川全体までもが死ぬ。
Ἰνάχου γοῦν οὐδὲ τάφος ἔτι ἐν Ἄργει καταλείπεται.
少なくとも、アルゴスにはイナコスの墓さえ残っていないのだから。
Χάρων
παπαὶ τῶν ἐπαίνων, Ὅμηρε, καὶ τῶν ὀνομάτων, Ἴλιος ἱρὴ καὶ εὐρυάγυια καὶ ἐϋκτίμεναι Κλεωναί.
カローンおお、ホメーロスよ、なんという賛辞と名前の数々か。 「聖なるイーリオス」、「道広き都市」、そして「美しく建てられたるクレオーナイ」とは!
§24Χάρων
ἀλλὰ μεταξὺ λόγων, τίνες ἐκεῖνοί εἰσιν οἱ πολεμοῦντες ἢ ὑπὲρ τίνος ἀλλήλους φονεύουσιν;
カローンところで話の途中で、あそこで戦っているのは誰で、何のために互いに殺し合っているのか?
Ἑρμῆς
Ἀργείους ὁρᾷς, ὦ Χάρων, καὶ Λακεδαιμονίους καὶ τὸν ἡμιθνῆτα ἐκεῖνον στρατηγὸν Ὀθρυάδαν τὸν ἐπιγράφοντα τὸ τρόπαιον τῷ αὑτοῦ αἵματι.
ヘルメースカローンよ、お前が見ているのはアルゴス人とラケダイモーン人だ。 そして、あの瀕死の将軍オトリュアデースであり、彼は自分自身の血で戦勝記念碑に文字を刻んでいるのだ。
Χάρων
ὑπὲρ τίνος δʼ αὐτοῖς, ὦ Ἑρμῆ, ὁ πόλεμος;
カローンヘルメースよ、彼らの戦争は何のためのものなのか?
Ἑρμῆς
ὑπὲρ τοῦ πεδίου αὐτοῦ, ἐν ᾧ μάχονται.
ヘルメース彼らが戦っている、まさにその平野のためだ。
Χάρων
ὢ τῆς ἀνοίας, οἵ γε οὐκ ἴσασιν ὅτι, κἂν ὅλην τὴν Πελοπόννησον ἕκαστος αὐτῶν κτήσωνται, μόγις ἂν ποδιαῖον λάβοιεν τόπον παρὰ τοῦ Αἰακοῦ·
カローンおお、なんという愚かさか! 彼らは、たとえ各自がペロポネーソス全体を手に入れたとしても、アイアコスからせいぜい1フィート四方の土地しか得られないだろうということを知らないのだ。
τὸ δὲ πεδίον τοῦτο ἄλλοτε ἄλλοι γεωργήσουσι πολλάκις ἐκ βάθρων τὸ τρόπαιον ἀνασπάσαντες τῷ ἀρότρῳ.
そしてこの平野は、何度も何度も戦勝記念碑をその根元から鋤で引き抜きながら、将来は別の者たちが耕すことになるのだ。
Ἑρμῆς
οὕτω μὲν ταῦτα ἔσται·
ヘルメースその通りになるだろう。
ἡμεῖς δὲ καταβάντες ἤδη καὶ κατὰ χώραν εὐθετήσαντες αὖθις τὰ ὄρη ἀπαλλαττώμεθα, ἐγὼ μὲν καθʼ ἃ ἐστάλην, σὺ δὲ ἐπὶ τὸ πορθμεῖον·
さて、我々はもう降りて、山々を再び元の場所に整えた上で立ち去ることにしよう。 私は命じられた任務へと戻り、お前は渡し舟のところへ。
ἥξω δέ σοι καὶ αὐτὸς μετʼ ὀλίγον νεκροστολῶν.
私も少ししたら、死者の魂たちを連れてお前のもとへ行くつもりだ。
Χάρων
εὖ γε ἐποίησας, ὦ Ἑρμῆ·
カローンヘルメースよ、よくやってくれた。
εὐεργέτης εἰς ἀεὶ ἀναγεγράψῃ, ὠνάμην γάρ τι διὰ σὲ τῆς ἀποδημίας.
あなたは永遠に恩人として記憶されるだろう。 あなたのおかげで、この旅から何かを得たのだから。
— οἷά ἐστι τὰ τῶν κακοδαιμόνων ἀνθρώπων πράγματα — βασιλεῖς, πλίνθοι χρυσαῖ, ἐπιτύμβια, μάχαι·
――哀れな人間たちの事柄とは何なのだろう。 王たち、金の延べ棒、墓、戦争。
Χάρωνος δὲ οὐδεὶς λόγος.
だが、カローンのことなど、誰も気に留めないのだ。