Humanitext Reader

ルキアノス · ティモンまたは人間嫌い §36-40

ティモンの説得とプルトスの受容

8 / 12 箇所 · ギリシア語

要旨

ティモンは財産(プルトス)の受け入れを拒み、貧困がもたらした自立した生活の価値を主張するが、ヘルメスとプルトスの説得により最終的に再び財宝を受け入れることを決意する。

§36Τίμων ἀλλὰ σοὶ μέν, Ἑρμῆ, καὶ τῷ Διὶ πλείστη χάρις τῆς ἐπιμελείας, τουτονὶ δὲ τὸν Πλοῦτον οὐκ ἂν λάβοιμι.
ティモンしかし、ヘルメスよ、あなたとゼウスにはそのお心遣いに深く感謝しますが、こちらのプルトスを受け入れるわけにはいきません。
Ἑρμῆς τί δή;
ヘルメスなぜだ?
Τίμων ὅτι καὶ πάλαι μυρίων μοι κακῶν αἴτιος οὗτος κατέστη κόλαξί τε παραδοὺς καὶ ἐπιβούλους ἐπαγαγὼν καὶ μῖσος ἐπεγείρας καὶ ἡδυπαθείᾳ διαφθείρας καὶ ἐπίφθονον ἀποφήνας, τέλος δὲ ἄφνω καταλιπὼν οὕτως ἀπίστως καὶ προδοτικῶς·
ティモンかつてもこの男が私を甘言を弄する者たちに引き渡し、陰謀を企てる者たちを引き寄せ、憎悪を掻き立て、贅沢で堕落させ、嫉妬の的にし、最後には不意にこれほど不実で裏切りに満ちた形で私を見捨て、私にとって無数の災いの原因となったからです。
ἡ βελτίστη δὲ Πενία πόνοις με τοῖς ἀνδρικωτάτοις καταγυμνάσασα καὶ μετʼ ἀληθείας καὶ παρρησίας προσομιλοῦσα τά τε ἀναγκαῖα κάμνοντι παρεῖχε καὶ τῶν πολλῶν ἐκείνων καταφρονεῖν ἐπαίδευεν, ἐξ αὐτοῦ ἐμοῦ τὰς ἐλπίδας ἀπαρτήσασά μοι τοῦ βίου καὶ δείξασα ὅστις ἦν ὁ πλοῦτος ὁ ἐμός, ὃν οὔτε κόλαξ θωπεύων οὔτε συκοφάντης φοβῶν, οὐ δῆμος παροξυνθείς, οὐκ ἐκκλησιαστὴς ψηφοφορήσας, οὐ τύραννος ἐπιβουλεύσας ἀφελέσθαι δύναιτʼ ἄν.
一方、最も優れた貧困は、私を最も男らしい労苦で鍛え上げ、真実と率直さをもって語り合い、働く私に必要なものを供給し、あの多くの無駄なものを軽蔑するよう教育してくれました。 彼女は私の人生の希望を私自身から懸けさせ、私の本当の富が何であるかを示してくれたのです。 その富は、へつらう追従者も、脅す告発者も、扇動された民衆も、投票する民会参加者も、陰謀を企てる僭主も、奪い去ることはできないものです。
§37Τίμων ἐρρωμένος τοιγαροῦν ὑπὸ τῶν πόνων τὸν ἀγρὸν τουτονὶ φιλοπόνως ἐπεργαζόμενος, οὐδὲν ὁρῶν τῶν ἐν ἄστει κακῶν, ἱκανὰ καὶ διαρκῆ ἔχω τὰ ἄλφιτα παρὰ τῆς δικέλλης.
ティモンそれゆえ、私は労苦によって強健になり、この畑を勤勉に耕し、都会のいかなる悪徳も目にすることなく、この鍬から十分で足りる大麦粉を得ています。
ὥστε παλίνδρομος ἄπιθι, ὦ Ἑρμῆ, τὸν Πλοῦτον ἐπανάγων τῷ Διί·
ですから、ヘルメスよ、プルトスをゼウスのもとへ連れ戻して、引き返してください。
ἐμοὶ δὲ τοῦτο ἱκανὸν ἦν, πάντας ἀνθρώπους ἡβηδὸν οἰμώζειν ποιῆσαι.
私にとっては、すべての人間を老若男女問わず泣き叫ばせることができれば、それで十分だったのです。
Ἑρμῆς μηδαμῶς, ὦγαθέ·
ヘルメスそんなことを言うな、友よ。
οὐ γὰρ πάντες εἰσὶν ἐπιτήδειοι πρὸς οἰμωγήν.
すべての者が泣き叫ぶのに適しているわけではない。
ἀλλʼ ἔα τὰ ὀργίλα ταῦτα καὶ μειρακιώδη καὶ τὸν Πλοῦτον παράλαβε.
その怒りに満ちた子供じみた態度を捨て、プルトスを受け入れなさい。
οὔτοι ἀπόβλητά ἐστι τὰ δῶρα τὰ παρὰ τοῦ Διός.
ゼウスからの贈り物は決して拒むべきものではないのだから。
Πλοῦτος βούλει, ὦ Τίμων, δικαιολογήσωμαι πρὸς σέ;
プルトスティモンよ、お前に弁明させてもらいたいが良いか。
ἢ χαλεπανεῖς μοι λέγοντι;
あるいは私が話すのに腹を立てるだろうか。
Τίμων λέγε, μὴ μακρὰ μέντοι, μηδὲ μετὰ προοιμίων, ὥσπερ οἱ ἐπίτριπτοι ῥήτορες·
ティモン話すがよい。 ただし長々とではなく、あの忌まわしい弁論家どものように前置きを置くのもなしだ。
ἀνέξομαι γάρ σε ὀλίγα λέγοντα διὰ τὸν Ἑρμῆν τουτονί.
このヘルメスに免じて、手短に話すなら耐えて聞こう。
§38Πλοῦτος ἐχρῆν μὲν ἴσως καὶ μακρὰ εἰπεῖν πρὸς οὕτω πολλὰ ὑπὸ σοῦ κατηγορηθέντα·
プルトスお前がこれほど多くの容疑で私を非難したのだから、本来なら長々と話す必要があるのかもしれない。
ὅμως δὲ ὅρα εἴ τί σε, ὡς φής, ἠδίκηκα, ὃς τῶν μὲν ἡδίστων ἁπάντων αἴτιός σοι κατέστην, τιμῆς καὶ προεδρίας καὶ στεφάνων καὶ τῆς ἄλλης τρυφῆς, περίβλεπτός τε καὶ ἀοίδιμος διʼ ἐμὲ ἦσθα καὶ περισπούδαστος·
だが、お前が言うように、私が何かお前に不当なことをしたか考えてみるがよい。 私はお前に、名誉や特等席、花冠、その他あらゆる贅沢といった、もっとも甘美なすべてのものをもたらした張本人なのだ。 お前は私のおかげで、人々に注目され、歌に詠まれ、追い求められる存在だった。
εἰ δέ τι χαλεπὸν ἐκ τῶν κολάκων πέπονθας, ἀναίτιος ἐγώ σοι·
もしお前が追従者たちから何かひどい目に遭ったとしても、私はお前に対して無実だ。
μᾶλλον δὲ αὐτὸς ἠδίκημαι τοῦτο ὑπὸ σοῦ, διότι με οὕτως ἀτίμως ὑπέβαλες ἀνδράσι καταράτοις ἐπαινοῦσι καὶ καταγοητεύουσι καὶ πάντα τρόπον ἐπιβουλεύουσί μοι·
むしろ私の方こそ、お前によって不当に扱われたのだ。 なぜなら、お前は私を、お世辞を言い、惑わし、あらゆる方法で私を陥れようとする呪わしい男たちの手元に、これほど無体にも置いたのだから。
καὶ τό γε τελευταῖον ἔφησθα, ὡς προδέδωκά σε, τοὐναντίον δʼ ἂν αὐτὸς ἐγκαλέσαιμί σοι πάντα τρόπον ἀπελαθεὶς ὑπὸ σοῦ καὶ ἐπὶ κεφαλὴν ἐξωσθεὶς τῆς οἰκίας.
そして最後に、お前は私が裏切ったと言ったが、むしろ私の方こそ、あらゆる方法でお前によって追い払われ、家から真っ逆さまに放り出されたのだと、お前を責めることができるだろう。
τοιγαροῦν ἀντὶ μαλακῆς χλανίδος ταύτην τὴν διφθέραν ἡ τιμιωτάτη σοι Πενία περιτέθεικεν.
だからこそ、柔らかいクロークの代わりに、お前にとって最も尊い貧困が、その革の仕事着をまとわせたのだ。
ὥστε μάρτυς ὁ Ἑρμῆς οὑτοσί, πῶς ἱκέτευον τὸν Δία μηκέθʼ ἥκειν παρὰ σὲ οὕτως δυσμενῶς μοι προσενηνεγμένον.
それゆえ、こちらのヘルメスが証人だが、私はゼウスに、私に対してこれほど敵意を持って接したお前のところへは二度と行かないようにと懇願していたのだ。
§39Ἑρμῆς ἀλλὰ νῦν ὁρᾷς, ὦ Πλοῦτε, οἷος ἤδη γεγένηται;
ヘルメスだがプルトスよ、彼が今やどのような姿になったか見えるだろう?
ὥστε θαρρῶν συνδιάτριβε αὐτῷ·
だから安心して彼と共に過ごすがよい。
καὶ σὺ μὲν σκάπτε ὡς ἔχεις·
そして、お前はそのまま耕し続けなさい。
σὺ δὲ τὸν θησαυρὸν ὑπάγαγε τῇ δικέλλῃ·
お前は鍬の下に財宝を導くのだ。
ὑπακούσεται γὰρ ἐμβοήσαντί σοι.
お前が叫べば、財宝は従うだろうからな。
Τίμων πειστέον, ὦ Ἑρμῆ, καὶ αὖθις πλουτητέον.
ティモンヘルメスよ、従うしかありませんね。 また富まなければならないとは。
τι γὰρ ἂν καὶ πάθοι τις, ὁπότε οἱ θεοὶ βιάζοιντο;
神々が強制される時、どうして逆らえましょう。
πλὴν ὅρα γε εἰς οἷά με πράγματα ἐμβάλλεις τὸν κακοδαίμονα, ὃς ἄχρι νῦν εὐδαιμονέστατα διάγων χρυσὸν ἄφνω τοσοῦτον λήψομαι οὐδὲν ἀδικήσας καὶ τοσαύτας φροντίδας ἀναδέξομαι.
しかし、これまで最も幸福に過ごしてきた私を、何も悪いことをしていないのに、突然これほどの金を受け取らせ、これほど多くの心配事を背負わせるとは、この不運な私をどのような厄介事に投げ込んでくれるのか、よく見ておいてください。
§40Ἑρμῆς ὑπόστηθι, ὦ Τίμων, διʼ ἐμέ, καὶ εἰ χαλεπὸν τοῦτο καὶ οὐκ οἰστόν ἐστιν, ὅπως οἱ κόλακες ἐκεῖνοι διαρραγῶσιν ὑπὸ τοῦ φθόνου·
ヘルメスティモンよ、私のために耐えてくれ。 これが困難で耐え難いことだとしても、あの追従者どもが嫉妬で破裂するように。
ἐγὼ δὲ ὑπὲρ τὴν Αἴτνην ἐς τὸν οὐρανὸν ἀναπτήσομαι.
私はエトナ山を越えて天へと飛び去ることにしよう。
Πλοῦτος ὁ μὲν ἀπελήλυθεν, ὡς δοκεῖ·
プルトス彼は去ってしまったようだ。
τεκμαίρομαι γὰρ τῇ εἰρεσίᾳ τῶν πτερῶν·
羽ばたきの音でそれが分かる。
σὺ δὲ αὐτοῦ περίμενε·
お前はここで待っていなさい。
ἀναπέμψω γάρ σοι τὸν Θησαυρὸν ἀπελθών·
私は行って、お前のもとへ財宝を送り届けてやろう。
μᾶλλον δὲ παῖε.
いや、むしろ叩くのだ。
σέ φημι, Θησαυρὲ χρυσοῦ, ὑπάκουσον Τίμωνι τουτῳῒ καὶ παράσχες ἑαυτὸν ἀνελέσθαι.
金の財宝よ、お前に言っているのだ、こちらのティモンに従い、掘り出される身を差し出せ。
σκάπτε, ὦ Τίμων, βαθείας καταφέρων.
ティモンよ、深く打ち下ろして耕すのだ。
ἐγὼ δὲ ὑμῖν· ἀποστήσομαι.
私はお前たちから退くことにする。

語釈・文法注

  1. 36τῆς ἐπιμελείας — 感謝の対象や原因を表す属格(原因の属格)。「気遣いに対する(感謝)」という意味で `χάρις` に係っている。
  2. 36ἐξ αὐτοῦ ἐμοῦ — 前置詞 `ἐξ` の後ろに置かれた一人称単数代名詞 `ἐμοῦ` に、強意代名詞 `αὐτοῦ` が一致している。「私自身のみから」を強調する。
  3. 37τοῦτο ἱκανὸν ἦν — 直説法未完了過去形 `ἦν` が `ἄν` なしで用いられ、「(もしできれば)これだけで十分であったろうに」という潜在的・願望的ニュアンスを示す。不定詞 `ποιῆσαι` は `τοῦτο` の説明(同格)として機能する。
  4. 38ὃς... κατέστην — 関係代名詞 `ὃς` の先行詞は主節の動詞に含意される一人称単数の主語(私、すなわちプルトス)であり、関係節内の動詞 `κατέστην` もそれに呼応して一人称単数形をとる。
  5. 39τῇ δικέλλῃ — 動詞と前置詞の結合による、複合動詞 `ὑπάγω`(下にもたらす)が支配する与格。

この箇所を引用する

ルキアノス, ティモンまたは人間嫌い §36-40. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg022.humanitext-grc2:36-40

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。