§36Τίμων
ἀλλὰ σοὶ μέν, Ἑρμῆ, καὶ τῷ Διὶ πλείστη χάρις τῆς ἐπιμελείας, τουτονὶ δὲ τὸν Πλοῦτον οὐκ ἂν λάβοιμι.
提蒙但是,赫尔墨斯,对于你和宙斯的关照,我表示最深切的感谢。 但这位普路托斯,我是绝不接受的。
Ἑρμῆς
τί δή;
赫尔墨斯这是为什么?
Τίμων
ὅτι καὶ πάλαι μυρίων μοι κακῶν αἴτιος οὗτος κατέστη κόλαξί τε παραδοὺς καὶ ἐπιβούλους ἐπαγαγὼν καὶ μῖσος ἐπεγείρας καὶ ἡδυπαθείᾳ διαφθείρας καὶ ἐπίφθονον ἀποφήνας, τέλος δὲ ἄφνω καταλιπὼν οὕτως ἀπίστως καὶ προδοτικῶς·
提蒙因为在很久以前,这家伙就是我无数灾难的根源:他把我交到谄媚者手中,引来阴谋家,煽动仇恨,用奢靡腐蚀我,使我成为嫉妒的焦点,最后又如此不忠不义、背信弃义地突然抛弃我。
ἡ βελτίστη δὲ Πενία πόνοις με τοῖς ἀνδρικωτάτοις καταγυμνάσασα καὶ μετʼ ἀληθείας καὶ παρρησίας προσομιλοῦσα τά τε ἀναγκαῖα κάμνοντι παρεῖχε καὶ τῶν πολλῶν ἐκείνων καταφρονεῖν ἐπαίδευεν, ἐξ αὐτοῦ ἐμοῦ τὰς ἐλπίδας ἀπαρτήσασά μοι τοῦ βίου καὶ δείξασα ὅστις ἦν ὁ πλοῦτος ὁ ἐμός, ὃν οὔτε κόλαξ θωπεύων οὔτε συκοφάντης φοβῶν, οὐ δῆμος παροξυνθείς, οὐκ ἐκκλησιαστὴς ψηφοφορήσας, οὐ τύραννος ἐπιβουλεύσας ἀφελέσθαι δύναιτʼ ἄν.
而最优秀的贫困用最锻炼男子气概的劳苦来训练我,以真诚和坦率与我相处,在我劳作时为我提供必需品,教育我轻视那些繁多的身外之物,使我人生的希望完全寄托于自己,并向我展示了什么是我的真正财富——那是谄媚者的奉承、告密者的恐吓、被煽动的民众、投票的公民大会成员、以及企图加害的僭主都无法夺走的财富。
§37Τίμων
ἐρρωμένος τοιγαροῦν ὑπὸ τῶν πόνων τὸν ἀγρὸν τουτονὶ φιλοπόνως ἐπεργαζόμενος, οὐδὲν ὁρῶν τῶν ἐν ἄστει κακῶν, ἱκανὰ καὶ διαρκῆ ἔχω τὰ ἄλφιτα παρὰ τῆς δικέλλης.
提蒙因此,我在劳苦中变得强健,勤劳地耕耘着这块土地,看不见城里的任何恶行,仅凭这把锄头,我就有充足而足够的麦粉。
ὥστε παλίνδρομος ἄπιθι, ὦ Ἑρμῆ, τὸν Πλοῦτον ἐπανάγων τῷ Διί·
所以,赫尔墨斯,请带着普路托斯回去,把他带回给宙斯。
ἐμοὶ δὲ τοῦτο ἱκανὸν ἦν, πάντας ἀνθρώπους ἡβηδὸν οἰμώζειν ποιῆσαι.
对我来说,能让所有的人无论老少都抱头痛哭,这就足够了。
Ἑρμῆς
μηδαμῶς, ὦγαθέ·
赫尔墨斯千万不要,好朋友。
οὐ γὰρ πάντες εἰσὶν ἐπιτήδειοι πρὸς οἰμωγήν.
因为并不是所有人都该痛哭。
ἀλλʼ ἔα τὰ ὀργίλα ταῦτα καὶ μειρακιώδη καὶ τὸν Πλοῦτον παράλαβε.
放下你那些愤怒和孩子气的做法,接受普路托斯吧。
οὔτοι ἀπόβλητά ἐστι τὰ δῶρα τὰ παρὰ τοῦ Διός.
宙斯赐予的礼物是绝不该丢弃的。
Πλοῦτος
βούλει, ὦ Τίμων, δικαιολογήσωμαι πρὸς σέ;
普路托斯提蒙,你愿意让我对你申诉吗?
ἢ χαλεπανεῖς μοι λέγοντι;
还是我说话会让你生气?
Τίμων
λέγε, μὴ μακρὰ μέντοι, μηδὲ μετὰ προοιμίων, ὥσπερ οἱ ἐπίτριπτοι ῥήτορες·
提蒙说吧,但千万别长篇大论,也别像那些可恶的修辞学家一样作引言。
ἀνέξομαι γάρ σε ὀλίγα λέγοντα διὰ τὸν Ἑρμῆν τουτονί.
看在这位赫尔墨斯的份上,如果你说得简短,我会容忍你。
§38Πλοῦτος
ἐχρῆν μὲν ἴσως καὶ μακρὰ εἰπεῖν πρὸς οὕτω πολλὰ ὑπὸ σοῦ κατηγορηθέντα·
普路托斯面对你这么多的控诉,也许我本该长篇大论地解释。
ὅμως δὲ ὅρα εἴ τί σε, ὡς φής, ἠδίκηκα, ὃς τῶν μὲν ἡδίστων ἁπάντων αἴτιός σοι κατέστην, τιμῆς καὶ προεδρίας καὶ στεφάνων καὶ τῆς ἄλλης τρυφῆς, περίβλεπτός τε καὶ ἀοίδιμος διʼ ἐμὲ ἦσθα καὶ περισπούδαστος·
然而,看看我是否如你所说伤害了你:我成了你所有最甜蜜事物的源泉——名誉、上座、花冠和其他一切奢华。 因为我,你曾备受瞩目、为人歌颂、众星捧月。
εἰ δέ τι χαλεπὸν ἐκ τῶν κολάκων πέπονθας, ἀναίτιος ἐγώ σοι·
如果你从谄媚者那里遭受了什么痛苦,我对你来说是无罪的。
μᾶλλον δὲ αὐτὸς ἠδίκημαι τοῦτο ὑπὸ σοῦ, διότι με οὕτως ἀτίμως ὑπέβαλες ἀνδράσι καταράτοις ἐπαινοῦσι καὶ καταγοητεύουσι καὶ πάντα τρόπον ἐπιβουλεύουσί μοι·
相反,在这件事上,是我被你伤害了,因为你如此无礼地将我置于那些该死的男人手中,他们赞美我、迷惑我、用尽各种手段算计我。
καὶ τό γε τελευταῖον ἔφησθα, ὡς προδέδωκά σε, τοὐναντίον δʼ ἂν αὐτὸς ἐγκαλέσαιμί σοι πάντα τρόπον ἀπελαθεὶς ὑπὸ σοῦ καὶ ἐπὶ κεφαλὴν ἐξωσθεὶς τῆς οἰκίας.
最后你还说我背叛了你,而实际上,我倒该控诉你,因为我被你用尽各种方式赶走,被头朝下地推出家门。
τοιγαροῦν ἀντὶ μαλακῆς χλανίδος ταύτην τὴν διφθέραν ἡ τιμιωτάτη σοι Πενία περιτέθεικεν.
因此,你最珍贵的贫困用这件皮外衣代替了你那柔软的斗篷。
ὥστε μάρτυς ὁ Ἑρμῆς οὑτοσί, πῶς ἱκέτευον τὸν Δία μηκέθʼ ἥκειν παρὰ σὲ οὕτως δυσμενῶς μοι προσενηνεγμένον.
所以这位赫尔墨斯可以作证,我是如何哀求宙斯不要再让我回到你身边,因为你对我表现得如此充满敌意。
§39Ἑρμῆς
ἀλλὰ νῦν ὁρᾷς, ὦ Πλοῦτε, οἷος ἤδη γεγένηται;
赫尔墨斯但现在你看,普路托斯,他已经变成什么样的人了?
ὥστε θαρρῶν συνδιάτριβε αὐτῷ·
所以,放心地与他相处吧。
καὶ σὺ μὲν σκάπτε ὡς ἔχεις· σὺ δὲ τὸν θησαυρὸν ὑπάγαγε τῇ δικέλλῃ·
你,提蒙,照旧挖地吧;你,普路托斯,把财宝引到他的锄头下。
ὑπακούσεται γὰρ ἐμβοήσαντί σοι.
因为只要你大声呼唤,它就会听从你。
Τίμων
πειστέον, ὦ Ἑρμῆ, καὶ αὖθις πλουτητέον.
提蒙赫尔墨斯,我必须服从,必须再次富裕起来。
τι γὰρ ἂν καὶ πάθοι τις, ὁπότε οἱ θεοὶ βιάζοιντο;
当神明强迫时,人又能怎么办呢?
πλὴν ὅρα γε εἰς οἷά με πράγματα ἐμβάλλεις τὸν κακοδαίμονα, ὃς ἄχρι νῦν εὐδαιμονέστατα διάγων χρυσὸν ἄφνω τοσοῦτον λήψομαι οὐδὲν ἀδικήσας καὶ τοσαύτας φροντίδας ἀναδέξομαι.
只是请看看,你把这个不幸的我推进了怎样的麻烦中:我直到现在还过得极其幸福,却在没有做错任何事的情况下,突然要接受这么多黄金,并且承担起这么多忧虑。
§40Ἑρμῆς
ὑπόστηθι, ὦ Τίμων, διʼ ἐμέ, καὶ εἰ χαλεπὸν τοῦτο καὶ οὐκ οἰστόν ἐστιν, ὅπως οἱ κόλακες ἐκεῖνοι διαρραγῶσιν ὑπὸ τοῦ φθόνου·
赫尔墨斯提蒙,为了我,请忍耐一下吧,即使这很艰难且难以承受,好让那些谄媚者因嫉妒而破裂。
ἐγὼ δὲ ὑπὲρ τὴν Αἴτνην ἐς τὸν οὐρανὸν ἀναπτήσομαι.
而我将飞越埃特纳火山,回到天上去。
Πλοῦτος
ὁ μὲν ἀπελήλυθεν, ὡς δοκεῖ· τεκμαίρομαι γὰρ τῇ εἰρεσίᾳ τῶν πτερῶν·
普路托斯他似乎已经走了,因为我凭翅膀的划动声能推测出来。
σὺ δὲ αὐτοῦ περίμενε· ἀναπέμψω γάρ σοι τὸν Θησαυρὸν ἀπελθών·
你在这里等着,我走开后,会把财宝给你送上来。
μᾶλλον δὲ παῖε.
不,应该说,敲击吧!
σέ φημι, Θησαυρὲ χρυσοῦ, ὑπάκουσον Τίμωνι τουτῳῒ καὶ παράσχες ἑαυτὸν ἀνελέσθαι.
金子的财宝啊,我对你说话呢,听从这位提蒙,主动奉献出来让他掘走吧。
σκάπτε, ὦ Τίμων, βαθείας καταφέρων.
提蒙,深深地刨下去,耕地吧。
ἐγὼ δὲ ὑμῖν· ἀποστήσομαι.
我这就避开你们。