§30Πλοῦτος
θάρρει τούτου γε ἕνεκα·
プルトス:そのことなら心配無用だ。
ἐν τῇ γῇ αὐτὸν ἀεὶ καταλείπων ἀνέρχομαι πρὸς ὑμᾶς ἐπισκήψας ἔνδον μένειν ἐπικλεισάμενον τὴν θύραν, ἀνοίγειν δὲ μηδενί, ἢν μὴ ἐμοῦ ἀκούσῃ βοήσαντος.
私は「宝」をいつも地中に残したままお前たちのところへ登っていくのだ。 「ドアを閉めて中に留まり、私が叫ぶ声を聞くまでは、誰にも開けてはならない」と厳しく命じておいてな。
Ἑρμῆς
οὐκοῦν ἐπιβαίνωμεν ἤδη τῆς Ἀττικῆς·
ヘルメス:では、早くアッティカに足を踏み入れよう。
καί μοι ἕπου ἐχόμενος τῆς χλαμύδος, ἄχρι ἂν πρὸς τὴν ἐσχατιὰν ἀφίκωμαι.
私が国境の僻地に到着するまで、私のクレーミュスをつかんでついてきなさい。
Πλοῦτος
εὖ ποιεῖς, ὦ Ἑρμῆ, χειραγωγῶν·
プルトス:手を引いて案内してくれるとは、ありがたいぞ、ヘルメス。
ἐπεὶ ἤν γε ἀπολίπῃς με, Ὑπερβόλῳ τάχα ἢ Κλέωνι ἐμπεσοῦμαι περινοστῶν.
もしお前が私を置き去りにしたら、うろついているうちに、すぐにヒュペルボロスやクレオンに行き当たってしまうだろうからな。
ἀλλὰ τίς ὁ ψόφος οὗτός ἐστιν καθάπερ σιδήρου πρὸς λίθον;
だが、この石に鉄が当たるような音はいったい何だ?
§31Ἑρμῆς
ὁ Τίμων οὑτοσὶ σκάπτει πλησίον ὀρεινὸν καὶ ὑπόλιθον γήδιον.
ヘルメス:こちらのティモンが、近くの石の多い山がちの小土地を耕しているのだ。
παπαί, καὶ ἡ Πενία πάρεστι καὶ ὁ Πόνος ἐκεῖνος, ἡ Καρτερία τε καὶ ἡ Σοφία καὶ ἡ Ἀνδρεία καὶ ὁ τοιοῦτος ὄχλος τῶν ὑπὸ τῷ Λιμῷ ταττομένων ἁπάντων, πολὺ ἀμείνους τῶν σῶν δορυφόρων.
おや、貧困もそこにいるし、あの労苦、忍耐、知恵、勇気、そして飢えの下に組織されているこれらすべての同様の群衆も、お前の護衛たちよりはるかに優れた者たちとして控えているな。
Πλοῦτος
τί οὖν οὐκ ἀπαλλαττόμεθα, ὦ Ἑρμῆ, τὴν ταχίστην;
プルトス:では、ヘルメスよ、一刻も早く立ち去ろうではないか。
οὐ γὰρ ἄν τι ἡμεῖς δράσαιμεν ἀξιόλογον πρὸς ἄνδρα ὑπὸ τηλικούτου στρατοπέδου περιεσχημένον.
これほどの大軍に囲まれている男に対して、私たちは大したことは何もできないだろうから。
Ἑρμῆς
ἄλλως ἔδοξε τῷ Διί·
ヘルメス:ゼウスは別のようにお決めになったのだ。
μὴ ἀποδειλιῶμεν οὖν.
だから、臆するではない。
§32Πενία
ποῖ τοῦτον ἀπάγεις, ὦ Ἀργειφόντα, χειραγωγῶν;
貧困:アルゲイポンテスよ、手を引いてこの者をどこへ連れていくのだ?
Ἑρμῆς
ἐπὶ τουτονὶ τὸν Τίμωνα ἐπέμφθημεν ὑπὸ τοῦ Διός.
ヘルメス:ゼウスによって、こちらのティモンのところへ送られたのだ。
Πενία
νῦν ὁ Πλοῦτος ἐπὶ Τίμωνα, ὁπότε αὐτὸν ἐγὼ κακῶς ἔχοντα ὑπὸ τῆς Τρυφῆς παραλαβοῦσα, τουτοισὶ παραδοῦσα, τῇ Σοφίᾳ καὶ τῷ Πόνῳ, γενναῖον ἄνδρα καὶ πολλοῦ ἄξιον ἀπέδειξα;
貧困:奢侈によって酷い状態にあった彼を私が引き取り、こちらの知恵と労苦に引き渡して、高貴で価値ある人間に育て上げたというのに、今になってプルトスをティモンのもとへ送るというのか?
οὕτως ἄρα εὐκαταφρόνητος ὑμῖν ἡ Πενία δοκῶ καὶ εὐαδίκητος, ὥσθʼ ὃ μόνον κτῆμα εἶχον ἀφαιρεῖσθαί με, ἀκριβῶς πρὸς ἀρετὴν ἐξειργασμένον, ἵνα αὖθις ὁ Πλοῦτος παραλαβὼν αὐτὸν Ὕβρει καὶ Τύφῳ ἐγχειρίσας ὅμοιον τῷ πάλαι μαλθακὸν καὶ ἀγεννῆ καὶ ἀνόητον ἀποφήνας ἀποδῷ πάλιν ἐμοὶ ῥάκος ἤδη γεγενημένον;
お前たちにとって、貧困はそれほど侮りやすく、不当に扱いやすいものに見えるのか。 私がただ一つ持っていた財産であり、美徳へと丹念に鍛え上げた彼を、私から奪い去るというのか。 プルトスが再び彼を引き取って、傲慢と虚栄に引き渡し、以前のように軟弱で、卑しく、愚かな男に変え、すでにボロ雑衣となった彼をまた私に返すためにか?
Ἑρμῆς
ἔδοξε ταῦτα, ὦ Πενία, τῷ Διί·
ヘルメス:貧困よ、これがゼウスの決議なのだ。
§33Πενία
ἀπέρχομαι·
貧困:私は去る。
καὶ ὑμεῖς δέ, ὦ Πόνε καὶ Σοφία καὶ οἱ λοιποί, ἀκολουθεῖτέ μοι.
労苦よ、知恵よ、そして残りの者たちよ、私についてきなさい。
οὗτος δὲ τάχα εἴσεται, οἵαν με οὖσαν ἀπολείψει, ἀγαθὴν συνεργὸν καὶ διδάσκαλον τῶν ἀρίστων, ᾗ συνὼν ὑγιεινὸς μὲν τὸ σῶμα, ἐρρωμένος δὲ τὴν γνώμην διετέλεσεν, ἀνδρὸς βίον ζῶν καὶ πρὸς αὑτὸν ἀποβλέπων, τὰ δὲ περιττὰ καὶ πολλὰ ταῦτα, ὥσπερ ἐστίν, ἀλλότρια ὑπολαμβάνων.
この男はすぐに、自分が見捨てる私がどのような存在であったかを知ることになるだろう。 最善のものの良き協力者であり教師であり、私と共にいる間、彼は体が健康で意志が強く、人間らしい生活を送り、自らにのみ頼り、あの余計で多くのものを、本来そうであるように他人のものであると考えて過ごしていたのだから。
Ἑρμῆς
ἀπέρχονται·
ヘルメス:彼らは去っていく。
ἡμεῖς δὲ προσίωμεν αὐτῷ.
私たちは彼に近づこう。
§34Τίμων
τίνες ἐστέ, ὦ κατάρατοι;
ティモン:お前たちは誰だ、呪わしき者どもめ?
ἢ τί βουλόμενοι δεῦρο ἥκετε ἄνδρα ἐργάτην καὶ μισθοφόρον ἐνοχλήσοντες;
あるいは、何の目的でここへ来て、労働者であり日雇い稼ぎの男を邪魔するのだ?
ἀλλʼ οὐ χαίροντες ἄπιτε μιαροὶ πάντες ὄντες·
だが、ただでは帰さんぞ、汚れきった奴らめ。
ἐγὼ γὰρ ὑμᾶς αὐτίκα μάλα βάλλων τοῖς βώλοις καὶ τοῖς λίθοις συντρίψω.
私はすぐにでも土塊や石を投げつけて、お前たちを粉々に砕いてやる。
Ἑρμῆς
μηδαμῶς, ὦ Τίμων, μὴ βάλῃς·
ヘルメス:とんでもない、ティモンよ、投げるな。
οὐ γὰρ ἀνθρώπους ὄντας βαλεῖς, ἀλλʼ ἐγὼ μὲν Ἑρμῆς εἰμι, οὑτοσὶ δὲ ὁ Πλοῦτος·
お前が投げつけようとしているのは人間ではない。 私はヘルメスであり、こちらはプルトスだ。
ἔπεμψε δὲ ὁ Ζεὺς ἐπακούσας τῶν εὐχῶν, ὥστε ἀγαθῇ τύχῃ δέχου τὸν ὄλβον ἀποστὰς τῶν πόνων.
ゼウスがお前の祈りを聞き届けて送られたのだから、幸運を受け入れ、労働から離れて富を受け取りなさい。
Τίμων
καὶ ὑμεῖς οἰμώξεσθε ἤδη καίτοι θεοὶ ὄντες, ὥς φατε·
ティモン:お前たちが神だと言うなら、今すぐ泣きを見るがいい。
πάντας γὰρ ἅμα καὶ ἀνθρώπους καὶ θεοὺς μισῶ, τουτονὶ δὲ τὸν τυφλόν, ὅστις ἂν ᾖ, καὶ ἐπιτρίψειν μοι δοκῶ τῇ δικέλλῃ.
私は人間も神も同時に全員を憎んでいる。 そしてこの盲目の男、それが誰であれ、この鍬で打ちのめしてやろうと思っている。
Πλοῦτος
ἀπίωμεν, ὦ Ἑρμῆ, πρὸς τοῦ Διός, μελαγχολᾶν γὰρ ὁ ἄνθρωπος οὐ μετρίως μοι δοκεῖ, μή τι κακὸν ἀπέλθω προσλαβών.
プルトス:ヘルメスよ、ゼウスに免じて立ち去ろう。 あの男はまともではなく、ひどく狂っているように見える。 これ以上留まって、何か災いを受けないうちに。
§35Ἑρμῆς
μηδὲν σκαιόν, ὦ Τίμων, ἀλλὰ τὸ πάνυ τοῦτο ἄγριον καὶ τραχὺ καταβαλὼν προτείνας τὼ χεῖρε λάμβανε τὴν ἀγαθὴν τύχην καὶ πλούτει πάλιν καὶ ἴσθι Ἀθηναίων τὰ πρῶτα καὶ ὑπερόρα τῶν ἀχαρίστων ἐκείνων μόνος αὐτὸς εὐδαιμονῶν.
ヘルメス:粗野なことはするな、ティモンよ。 この野蛮で荒々しい態度を捨て、両手を差し出して幸運を受け入れ、再び富を築き、アテナイの第一人者となり、お前一人だけが幸福の中で、あの恩知らずの者たちを見下すのだ。
Τίμων
οὐδὲν ὑμῶν δέομαι·
ティモン:お前たちなど一切必要ない。
μὴ ἐνοχλεῖτέ μοι·
邪魔をするな。
ἱκανὸς ἐμοὶ πλοῦτος ἡ δίκελλα, τὰ δʼ ἄλλα εὐδαιμονέστατός εἰμι μηδενός μοι πλησιάζοντος.
私にはこの鍬こそが十分な富だ。 それ以外については、誰も私に近づかないことが、私にとって最も幸福なのだ。
Ἑρμῆς
οὕτως, ὦ τάν, ἀπανθρώπως;
ヘルメス:友よ、それほど非人間的になれるものか?
"τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε;
「私はゼウスに、この無情で強力な言葉を伝えるべきか?
"
καὶ μὴν εἰκὸς ἦν μισάνθρωπον μὲν εἶναί σε τοσαῦτα ὑπʼ αὐτῶν δεινὰ πεπονθότα, μισόθεον δὲ μηδαμῶς, οὕτως ἐπιμελουμένων σου τῶν θεῶν.
」だが、人間からあれほど酷い目に遭わされたお前が、人間嫌いになるのはもっともだが、神々がこれほどお前を気にかけているのに、神々を憎むのは全く筋が通らないではないか。