Humanitext Reader

ルキアノス · ティモンまたは人間嫌い §1-5

ゼウスの無気力と人々の背信に対するティモンの嘆き

1 / 12 箇所 · ギリシア語

要旨

ティモンはゼウスに対し、かつての恐るべき雷電や正義の怒りが失われ、今や人々に軽んじられ神殿すら略奪されている現状を訴える。さらに、自分自身が慈善の末に没落した途端、かつてへつらっていたアテナイ人たちから完全に見捨てられた怒りと嘆きを語る。

§1Τίμων Ὦ Ζεῦ φίλιε καὶ ξένιε καὶ ἑταιρεῖε καὶ ἐφέστιε καὶ ἀστεροπητὰ καὶ ὅρκιε καὶ νεφεληγερέτα καὶ ἐρίγδουπε καὶ εἴ τί σε ἄλλο οἱ ἐμβρόντητοι ποιηταὶ καλοῦσι, — καὶ μάλιστα ὅταν ἀπορῶσι πρὸς τὰ μέτρα·
ティモンおお、友愛のゼウス、客人の、友の、竈の、稲妻の、誓いの、雲を集める、轟音を響かせるゼウスよ、その他、気がふれた詩人たちが君を何と呼ぼうとも。 ――特に彼らが韻律に困ったときなど。
τότε γὰρ αὐτοῖς πολυώνυμος γινόμενος ὑπερείδεις τὸ πῖπτον τοῦ μέτρου καὶ ἀναπληροῖς τὸ κεχηνὸς τοῦ ῥυθμοῦ — ποῦ σοι νῦν ἡ ἐρισμάραγος ἀστραπὴ καὶ ἡ βαρύβρομος βροντὴ καὶ ὁ αἰθαλόεις καὶ ἀργήεις καὶ σμερδαλέος κεραυνός;
そのとき君は彼らににとって多くの名前を持つものとなり、崩れかける韻律を支え、リズムの裂け目を埋めてくれるのだから。 ――君のあの激しく鳴り響く稲妻、重々しく轟く雷鳴、そして燃え盛る、光り輝く、恐れ多い雷電は、今どこにあるのか。
ἅπαντα γὰρ ταῦτα λῆρος ἤδη ἀναπέφηνε καὶ καπνὸς ἀτεχνῶς ποιητικὸς ἔξω τοῦ πατάγου τῶν ὀνομάτων.
これらはすべて、今やただの戯言、言葉の騒ぎを離れては文字通りの詩的な煙となってしまった。
τὸ δὲ ἀοίδιμόν σοι καὶ ἑκηβόλον ὅπλον καὶ πρόχειρον οὐκ οἶδʼ ὅπως τελέως ἀπέσβη καὶ ψυχρόν ἐστι, μηδὲ ὀλίγον σπινθῆρα ὀργῆς κατὰ τῶν ἀδικούντων διαφυλάττον.
君のあの歌い称えられ、遠くまで届く、手近にあった武器は、どういうわけか完全に消え失せ、冷たくなって、不義を働く者に対する怒りのわずかな火花さえ残していない。
§2Τίμων θᾶττον γοῦν τῶν ἐπιορκεῖν τις ἐπιχειρούντων ἕωλον θρυαλλίδα φοβηθείη ἂν ἢ τὴν τοῦ πανδαμάτορος κεραυνοῦ φλόγα·
ティモン実際、偽誓を企てる者は、万物を支配する雷電の炎よりも、一日経った灯芯の方を早くに恐れるだろう。
οὕτω δαλόν τινα ἐπανατείνεσθαι δοκεῖς αὐτοῖς, ὡς πῦρ μὲν ἢ καπνὸν ἀπʼ αὐτοῦ μὴ δεδιέναι, μόνον δὲ τοῦτο οἴεσθαι ἀπολαύειν τοῦ τραύματος, ὅτι ἀναπλησθήσονται τῆς ἀσβόλου.
彼らにとって、君はただの燃え残りを振りかざしているかのように思われており、その結果、そこから生じる火も煙も恐れず、その一撃から得られる唯一の害は煤まみれになることだけだと思っている。
ὥστε ἤδη διὰ ταῦτά σοι καὶ ὁ Σαλμωνεὺς ἀντιβροντᾶν ἐτόλμα, οὐ πάνυ τι ἀπίθανος ὤν, πρὸς οὕτω ψυχρὸν τὴν ὀργὴν Δία θερμουργὸς ἀνὴρ μεγαλαυχούμενος.
それゆえ、今やこれらのことのために、あのサルモネウスさえも君に対抗して雷を轟かせようと企てたのだ。 これほどに冷めきった怒りを持つゼウスに対して、血気盛んで大言壮語する男が対抗するというのは、あながち不自然ではない。
πῶς γὰρ οὐ;
どうしてそうではないことがあろうか。
ὅπου γε καθάπερ ὑπὸ μανδραγόρᾳ καθεύδεις, ὃς οὔτε τῶν ἐπιορκούντων ἀκούεις οὔτε τοὺς ἀδικοῦντας ἐπισκοπεῖς, λημᾷς δὲ καὶ ἀμβλυώττεις πρὸς τὰ γινόμενα καὶ τὰ ὦτα ἐκκεκώφησαι καθάπερ οἱ παρηβηκότες.
君はまるでマンドラゴラを飲まされたかのように眠りこけており、誓いを破る者の声を聞くこともなく、悪人を監視することもなく、起こっていることに目をつむり、老人のように耳も遠くなっているのだから。
§3Τίμων ἐπεὶ νέος γε ἔτι καὶ ὀξύθυμος ὢν καὶ ἀκμαῖος τὴν ὀργὴν πολλὰ κατὰ τῶν ἀδίκων καὶ βιαίων ἐποίεις καὶ οὐδέποτε ἦγες τότε πρὸς αὐτοὺς ἐκεχειρίαν, ἀλλʼ ἀεὶ ἐνεργὸς πάντως ὁ κεραυνὸς ἦν καὶ ἡ αἰγὶς ἐπεσείετο καὶ ἡ βροντὴ ἐπαταγεῖτο καὶ ἡ ἀστραπὴ συνεχὲς ὥσπερ εἰς ἀκροβολισμὸν προηκοντίζετο·
ティモンというのも、君がまだ若く、怒りっぽく、その怒りが全盛期にあった頃には、不義や暴力を行う者たちに対して多くの仕打ちを加え、決して彼らに対して休戦を与えることはなかった。 雷電は常に活動し、アイギスは振るわれ、雷鳴は轟き、稲妻は小競り合いの矢のように絶えず放たれていた。
οἱ σεισμοὶ δὲ κοσκινηδὸν καὶ ἡ χιὼν σωρηδὸν καὶ ἡ χάλαζα πετρηδόν, ἵνα σοι φορτικῶς διαλέγωμαι, ὑετοί τε ῥαγδαῖοι καὶ βίαιοι, ποταμὸς ἑκάστη σταγών·
地震はふるいのように、雪はうずたかく、雹は石のように(俗な表現を使うなら)、そして激しい豪雨が降り注ぎ、雨の一滴一滴が大河のようであった。
ὥστε τηλικαύτη ἐν ἀκαρεῖ χρόνου ναυαγία ἐπὶ τοῦ Δευκαλίωνος ἐγένετο, ὡς ὑποβρυχίων ἁπάντων καταδεδυκότων μόγις ἕν τι κιβώτιον περισωθῆναι προσοκεῖλαν τῷ Λυκωρεῖ ζώπυρόν τι τοῦ ἀνθρωπίνου σπέρματος διαφυλάττον εἰς ἐπιγονὴν κακίας μείζονος.
その結果、デウカリオンの時代には瞬く間にこれほどの洪水が起こり、すべてが水没して、ただ一つの箱船だけが辛うじてリュコレウス山に漂着して救われ、人間の種火をかろうじて保存し、さらなる大きな邪悪の世代へとつなぐことになったのだ。
§4Τίμων τοιγάρτοι ἀκόλουθα τῆς ῥᾳθυμίας τἀπίχειρα κομίζῃ παρʼ αὐτῶν, οὔτε θύοντος ἔτι σοί τινος οὔτε στεφανοῦντος, εἰ μή τις ἄρα πάρεργον Ὀλυμπίων, καὶ οὗτος οὐ πάνυ ἀναγκαῖα ποιεῖν δοκῶν, ἀλλʼ εἰς ἔθος τι ἀρχαῖον συντελῶν·
ティモンそれゆえ、君はその怠慢にふさわしい報酬を彼らから受け取っているのだ。 今や誰も君に犠牲を捧げず、冠を載せることもない。 オリンピア祭のついでに、それも全く必要とも思わずに古い慣習に従って行う者がいる程度だ。
καὶ κατʼ ὀλίγον Κρόνον σε, ὦ θεῶν γενναιότατε, ἀποφαίνουσι, παρωσάμενοι τῆς τιμῆς.
おお、神々の中で最も気高き者よ、彼らは君を徐々にクロノスへと仕立て上げ、君から名誉を奪い去っている。
ἐῶ λέγειν, ποσάκις ἤδη σου τὸν νεὼν σεσυλήκασιν· οἱ δὲ καὶ αὐτῷ σοὶ τὰς χεῖρας Ὀλυμπίασιν ἐπιβεβλήκασι, καὶ σὺ ὁ ὑψιβρεμέτης ὤκνησας ἢ ἀναστῆσαι τοὺς κύνας ἢ τοὺς γείτονας ἐπικαλέσασθαι, ὡς βοηδρομήσαντες αὐτοὺς συλλάβοιεν ἔτι συσκευαζομένους πρὸς τὴν φυγήν·
神殿がこれまでに何度も略奪されたことは言うに及ばず、彼らはオリンピアにおいて君自身にさえ手をかけたのだ。 そして、高きに轟く者たる君は、番犬を呼び覚ますことも、近隣の人々を助けに呼ぶこともためらい、彼らが逃亡の荷造りをしている最中に捕らえることさえしなかった。
ἀλλʼ ὁ γενναῖος καὶ Γιγαντολέτωρ καὶ Τιτανοκράτωρ ἐκάθησο τοὺς πλοκάμους περικειρόμενος ὑπʼ αὐτῶν, δεκάπηχυν κεραυνὸν ἔχων ἐν τῇ δεξιᾷ.
いや、あの気高く、巨人殺しにしてチタンを制圧せし君は、右手に十ペキスの雷電を持ちながら、彼らに髪の毛を切り取られるまま座っていたのだ。
ταῦτα τοίνυν, ὦ θαυμάσιε, πηνίκα παύσεται οὕτως ἀμελῶς παρορώμενα;
これほどのことが、おお驚くべき者よ、いつまでこのように見過ごされ続けるのか。
ἢ πότε κολάσεις τὴν τοσαύτην ἀδικίαν;
あるいは、いつ君はこれほどの不義を罰するのか。
πόσοι Φαέθοντες ἢ Δευκαλίωνες ἱκανοὶ πρὸς οὕτως ὑπέραντλον ὕβριν τοῦ βίου;
これほどまでに溢れ返った人生の慢心に対して、どれほどのファエトンやデウカリオンが必要なのだろうか。
§5Τίμων ἵνα γὰρ τὰ κοινὰ ἐάσας τἀμὰ εἴπω, τοσούτους Ἀθηναίων εἰς ὕψος ἄρας καὶ πλουσίους ἐκ πενεστάτων ἀποφήνας καὶ πᾶσι τοῖς δεομένοις ἐπικουρήσας, μᾶλλον δὲ ἀθρόον εἰς εὐεργεσίαν τῶν φίλων ἐκχέας τὸν πλοῦτον, ἐπειδὴ πένης διὰ ταῦτα ἐγενόμην, οὐκέτι οὐδὲ γνωρίζομαι πρὸς αὐτῶν οὐδὲ προσβλέπουσιν οἱ τέως ὑποπτήσσοντες καὶ προσκυνοῦντες κἀκ τοῦ ἐμοῦ νεύματος ἀπηρτημένοι, ἀλλʼ ἤν που καὶ ὁδῷ βαδίζων ἐντύχω τινὶ αὐτῶν, ὥσπερ τινὰ στήλην παλαιοῦ νεκροῦ ὑπτίαν ὑπὸ τοῦ χρόνου ἀνατετραμμένην παρέρχονται μηδὲ ἀναγνόντες.
ティモン天下のことは措いて私自身のことを語るなら、これほど多くのアテナイ人を高い地位に引き上げ、貧民から大金持ちにしてやり、助けを求めるすべての人々を援助し、むしろ友人の利益のために一挙に富を注ぎ出したというのに、そのために私が貧乏になると、彼らはもはや私の顔さえ知らぬ半兵衛を決め込み、これまでへつらい、平伏し、私の首振りにぶら下がっていた者たちが、私に目を向けることすらしない。 どこか道で彼らに出くわしても、あたかも歳月によって倒された古い墓碑のようであるかのように、碑文さえ読まずに通り過ぎていく。
οἱ δὲ καὶ πόρρωθεν ἰδόντες ἑτέραν ἐκτρέπονται δυσάντητον καὶ ἀποτρόπαιον θέαμα ὄψεσθαι ὑπολαμβάνοντες τὸν οὐ πρὸ πολλοῦ σωτῆρα καὶ εὐεργέτην αὐτῶν γεγενημένον.
遠くから見つけては、道を変え、ついこの間まで自分たちの救い主であり恩人であった男を、不吉で忌まわしい見世物でも見るかのように避けていくのだ。

語釈・文法注

  1. §1εἴ τί σε ἄλλο οἱ ἐμβρόντητοι ποιηταὶ καλοῦσι — 条件文 εἴ τι はここでは仮定ではなく、神格に対する多様な呼称を包括する「その他なんでも」という表現。主節との文法的な接続が途切れた破格(anacoluthon)の形をとる。
  2. §1τὸ δὲ ἀοίδιμόν σοι καὶ ἑκηβόλον ὅπλον — 与格 σοι は利害関係の与格、あるいは所有を意味する。武器(雷電)がかつてゼウスの代名詞であったことを強調する。
  3. §2θᾶττον... ἂν ... φοβηθείη — 希求法+ ἄν による潜在表現。比較級 θᾶττον と結びつき、「〜の方をむしろ恐れるだろう」というニュアンスを伴い、ゼウスの雷電がいかに軽んじられているかを皮肉を込めて示している。
  4. §2ὅτι ἀναπλησθήσονται τῆς ἀσβόλου — ὅτι 節は指示代名詞 τοῦτο の同格節として機能し、雷の打撃から得られる唯一の結末が「煤まみれになること」であることを説明する。
  5. §3ἐπειδὴ νέος γε ἔτι καὶ ὀξύθυμος ὢν — 接続詞 ἐπεί は理由を説明するが、過去の活動的なゼウスと現在の怠慢なゼウスを対比させるための導入として機能している。
  6. §4ἐῶ λέγειν — 「言うのを省く(言うまでもない)」という慣用表現。後続の節(神殿略奪など)の重大さを強調するための修辞的省略。
  7. §5ἵνα γὰρ τὰ κοινὰ ἐάσας τἀμὰ εἴπω — 目的の ἵνα 節が独立して使われ、「私自身のことを語るために」という目的語的な導入を行う修辞的表現。

この箇所を引用する

ルキアノス, ティモンまたは人間嫌い §1-5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg022.humanitext-grc2:1-5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。