§1Μίκυλλος
ἀλλὰ σέ, κάκιστε ἀλεκτρυών, ὁ Ζεὺς αὐτὸς ἐπιτρίψειε φθονερὸν οὕτω καὶ ὀξύφωνον ὄντα, ὅς με πλουτοῦντα καὶ ἡδίστῳ ὀνείρῳ συνόντα καὶ θαυμαστὴν εὐδαιμονίαν εὐδαιμονοῦντα διάτορόν τι καὶ γεγωνὸς ἀναβοήσας ἐπήγειρας, ὡς μηδὲ νύκτωρ γοῦν τὴν πολὺ σοῦ μιαρωτέραν πενίαν διαφύγοιμι.
ミキュロスだがお前、極悪非道な雄鶏め、ゼウス自らがお前を打ち滅ぼしてしまえばよいのに。 これほど妬み深く金切り声を上げて、私が大金持ちになってこの上なく甘美な夢に浸り、素晴らしい幸福を味わっていたというのに、鋭く響き渡る声で叫んで私を叩き起こしやがって。 おかげで夜の間だけでも、お前よりもはるかに忌々しい貧乏から逃れることすらできなかったではないか。
καίτοι εἴ γε χρὴ τεκμαίρεσθαι τῇ τε ἡσυχίᾳ πολλῇ ἔτι οὔσῃ καὶ τῷ κρύει μηδέπω με τὸ ὄρθριον ὥσπερ εἴωθεν ἀποπηγνύντι — γνώμων γὰρ οὗτος ἀψευδέστατός μοι προσελαυνούσης ἡμέρας — οὐδέπω μέσαι νύκτες εἰσίν, ὁ δὲ ἄϋπνος οὗτος ὥσπερ τὸ χρυσοῦν ἐκεῖνο κώδιον φυλάττων ἀφʼ ἑσπέρας εὐθὺς ἤδη κέκραγεν, ἀλλʼ οὔτι χαίρων γε·
もっとも、まだ静けさが深く、いつもなら私を凍えさせる早朝の寒さもまだ来ていないことから判断すれば――これこそ私にとって、夜明けが近づいていることを示す最も確実な指標なのだが――まだ真夜中にもなっていない。 それなのに、この不眠症の奴めは、まるでかの金の羊皮でも守っているかのように、夕方からもうずっと鳴き喚いていやがる。
ἀμυνοῦμαι γὰρ ἀμέλει σε, ἢν μόνον ἡμέρα γένηται, συντρίβων τῇ βακτηρίᾳ·
だがタダで済むと思うなよ。 夜が明けさえすれば、絶対に棍棒でお前を叩きのめして仕返しをしてやる。
νῦν δέ μοι πράγματα παρέξεις μεταπηδῶν ἐν τῷ σκότῳ.
今は暗闇の中で跳び回って手を焼かせるだけだからな。
Ἀλεκτρυών
Μίκυλλε δέσποτα, ᾤμην τι χαριεῖσθαί σοι φθάνων τῆς νυκτὸς ὁπόσον δυναίμην, ὡς ἔχοις ὀρθρευόμενος προανύειν τὰ πολλὰ τῶν ἔργων·
雄鶏主人のミキュロス様、私はできるだけ夜のうちに先手を打って、あなたが早起きして仕事の大半を片付けられるようにと、お役に立つつもりだったのです。
εἰ γοῦν πρὶν ἀνατεῖλαι ἥλιον μίαν κρηπῖδα ἐξεργάσαιο, πρὸ ὁδοῦ ἔσῃ τοῦτο ἐς τὰ ἄλφιτα πεπονηκώς.
もし太陽が昇る前に、靴底を一つでも仕上げてしまえば、それだけ麦粉代を稼ぐための仕事がはかどることになりますから。
εἰ δέ σοι καθεύδειν ἥδιον, ἐγὼ μὲν ἡσυχάσομαί σοι καὶ πολὺ ἀφωνότερος ἔσομαι τῶν ἰχθύων, σὺ δὲ ὅρα ὅπως μὴ ὄναρ πλουτῶν λιμώττῃς ἀνεγρόμενος.
ですが、眠る方がお好きだというのなら、私は静かにして、魚よりもずっと黙っていましょう。 ただ、夢の中で金持ちになって、目覚めてから飢えることのないよう気をつけてくださいね。
§2Μίκυλλος
ὦ Ζεῦ τεράστιε καὶ Ἡράκλεις ἀλεξίκακε, τί τὸ κακὸν τοῦτό ἐστιν;
ミキュロスおお、奇跡を司るゼウスよ、そして災いを祓うヘラクレスよ、この怪奇現象はいったい何だ?
ἀνθρωπίνως ἐλάλησεν ὁ ἀλεκτρυών.
雄鶏が人間のようにしゃべりおった!
Ἀλεκτρυών
εἶτά σοι τέρας εἶναι δοκεῖ τὸ τοιοῦτον, εἰ ὁμόφωνος ὑμῖν εἰμι;
雄鶏それでは、私があなた方と同じ言葉を話すことが、そんなに奇妙なことに思えるのですか?
Μίκυλλος
πῶς γὰρ οὐ τέρας;
ミキュロス奇妙でないはずがあろうか!
ἀλλʼ ἀποτρέποιτε, ὦ θεοί, τὸ δεινὸν ἀφʼ ἡμῶν.
神々よ、どうかこの恐ろしい出来事を我々から遠ざけてください。
Ἀλεκτρυών
σύ μοι δοκεῖς, ὦ Μίκυλλε, κομιδῇ ἀπαίδευτος εἶναι μηδὲ ἀνεγνωκέναι τὰ Ὁμήρου ποιήματα, ἐν οἷς καὶ ὁ τοῦ Ἀχιλλέως ἵππος ὁ Ξάνθος μακρὰ χαίρειν φράσας τῷ χρεμετίζειν ἕστηκεν ἐν μέσῳ τῷ πολέμῳ διαλεγόμενος, ἔπη ὅλα ῥαψῳδῶν, οὐχ ὥσπερ ἐγὼ νῦν ἄνευ τῶν μέτρων.
雄鶏ミキュロスさん、あなたはまったくの無学で、ホメロスの詩を読んだこともないようですね。 その中では、アキレウスの馬であるクサントスが、いななくことをすっぱりとやめて、戦のただ中に立ち、散文ではなく詩句を丸ごと吟じながら対話をしているのですよ、今私が韻律なしで話しているのとは違ってね。
ἀλλὰ καὶ ἐμαντεύετο ἐκεῖνος καὶ τὰ μέλλοντα προεθέσπιζε καὶ οὐδέν τι παράδοξον ἐδόκει ποιεῖν, οὐδὲ ὁ ἀκούων ἐπεκαλεῖτο ὥσπερ σὺ τὸν ἀλεξίκακον, ἀποτρόπαιον ἡγούμενος τὸ ἄκουσμα.
しかも、あの馬は予言までして未来のことをお告げしたのに、誰もそれを奇妙なことだとは思いませんでしたし、聞いた者も、あなたのように災い祓いの神を呼んだり、その言葉を不吉なものとして忌み嫌ったりはしませんでした。
καίτοι τί ἂν ἐποίησας, εἴ σοι ἡ τῆς Ἀργοῦς τρόπις ἐλάλησεν ὥσπερ ποτέ, ἢ ἡ φηγὸς ἐν Δωδώνῃ αὐτόφωνος ἐμαντεύσατο, ἢ εἰ βύρσας εἶδες ἑρπούσας καὶ βοῶν κρέα μυκώμενα ἡμίοπτα περιπεπαρμένα τοῖς ὀβελοῖς;
それにしても、もしもかつてのようにアルゴー船の竜骨があなたに話しかけたり、ドードーナの樫の木が自らの声で予言を授けたり、あるいは、這い回る牛の皮や、串に刺さって半焼きにされたまま唸り声を上げる牛の肉を見たりしたら、あなたはいったいどうしたことでしょう?
ἐγὼ δὲ Ἑρμοῦ πάρεδρος ὢν λαλιστάτου καὶ λογιωτάτου θεῶν ἁπάντων καὶ τὰ ἄλλα ὁμοδίαιτος ὑμῖν καὶ σύντροφος οὐ χαλεπῶς ἔμελλον ἐκμαθήσεσθαι τὴν ἀνθρωπίνην φωνήν.
私は、すべての神々の中で最もおしゃべりで雄弁なヘルメス様の側近であり、その他の点でもあなた方と衣食住を共にし、一緒に育ってきたのですから、人間の言葉を習得することなど容易なことでした。
εἰ δὲ ἐχεμυθήσειν ὑπόσχοιό μοι, οὐκ ἂν ὀκνήσαιμί σοι τὴν ἀληθεστέραν αἰτίαν εἰπεῖν τῆς πρὸς ὑμᾶς ὁμοφωνίας καὶ ὅθεν ὑπάρχει μοι οὕτω λαλεῖν.
もしあなたが秘密を守ると約束してくれるなら、私があなた方と同じ言葉を話し、このように話すことができるようになった、より真実の理由を喜んでお話ししましょう。
§3Μίκυλλος
ἀλλὰ μὴ ὄνειρος καὶ ταῦτά ἐστιν, ἀλεκτρυὼν οὕτω πρὸς ἐμὲ διαλεγόμενος;
ミキュロスだが、これもまた夢なのではあるまいな、雄鶏がこんな風に私と話しているなんて。
εἰπὲ δʼ οὖν πρὸς τοῦ Ἑρμοῦ, ὦ βέλτιστε, ὅ τι καὶ ἄλλο σοι τῆς φωνῆς αἴτιον.
ともかくヘルメスに免じて教えてくれ、友よ、お前が話せるようになったもう一つの理由を。
ὡς δὲ σιωπήσομαι καὶ πρὸς οὐδένα ἐρῶ, τι σε χρὴ δεδιέναι;
私が口を閉ざして誰にも言わないのだから、お前が恐れる必要がどこにあろう?
τίς γὰρ ἂν πιστεύσειέ μοι, εἴ τι διηγοίμην ὡς ἀλεκτρυόνος αὐτὸ εἰπόντος ἀκηκοώς;
だって、もし私が「雄鶏が自分でこう話すのを聞いたんだ」なんて誰かに話したところで、いったい誰が私を信じるというのだ?
Ἀλεκτρυών
ἄκουε τοίνυν παραδοξότατόν σοι εὖ οἶδʼ ὅτι λόγον, ὦ Μίκυλλε·
雄鶏それでは聞きなさい。 ミキュロス、あなたにとってこの上なく奇妙な話になることはよく分かっていますがね。
οὑτοσὶ γὰρ ὁ νῦν σοι ἀλεκτρυὼν φαινόμενος οὐ πρὸ πολλοῦ ἄνθρωπος ἦν.
実は、今あなたの前に雄鶏として現れている私は、少し前までは人間だったのです。
Μίκυλλος
ἤκουσά τι καὶ πάλαι τοιοῦτον ἀμέλει περὶ ὑμῶν ὡς Ἀλεκτρυών τις νεανίσκος φίλος γένοιτο τῷ Ἄρει καὶ συμπίνοι τῷ θεῷ καὶ συγκωμάζοι καὶ κοινωνοίη τῶν ἐρωτικῶν·
ミキュロス実は私も、ずいぶん昔に、お前たちについてそのような話を確かに聞いたことがある。 アレクトリュオンという名の若者がアレスの友人となり、その神と一緒に酒を飲み、どんちゃん騒ぎをし、その情事にも付き合っていたという話をな。
εἴποτε γοῦν ἀπίοι παρὰ τὴν Ἀφροδίτην μοιχεύσων ὁ Ἄρης, ἐπάγεσθαι καὶ τὸν Ἀλεκτρυόνα, καὶ ἐπειδήπερ τὸν Ἥλιον μάλιστα ὑφεωρᾶτο, μὴ κατιδὼν ἐξείποι πρὸς τὸν Ἥφαιστον, ἔξω πρὸς ταῖς θύραις ἀπολείπειν ἀεὶ τὸν νεανίσκον μηνύσοντα ὁπότε ἀνίσχοι ὁ Ἥλιος.
アレスがアプロディテのもとへ姦通に出かけるときには、いつもアレクトリュオンも連れて行ったが、アレスはヘリオスを最も警戒していたため――ヘリオスに見つかってヘパイストスに告げ口されないように――太陽が昇る時にはいつでも合図をするように、その若者をいつも戸外の扉のところに待機させておいた。
εἶτά ποτε κατακοιμηθῆναι τὸν Ἀλεκτρυόνα καὶ προδοῦναι τὴν φρουρὰν ἄκοντα, τὸν δὲ Ἥλιον λαθόντα ἐπιστῆναι τῇ Ἀφροδίτῃ καὶ τῷ Ἄρει ἀφρόντιδι ἀναπαυομένῳ διὰ τὸ πιστεύειν τὸν Ἀλεκτρυόνα μηνῦσαι ἄν, εἴ τις ἐπίοι·
ところが、あるときアレクトリュオンが居眠りをしてしまい、不本意ながら見張りを怠ってしまった。 その結果、ヘリオスは人知れず忍び寄り、アレクトリュオンが誰か来れば合図をくれると信じきって、何一つ心配せずにくつろいでいたアプロディテとアレスのところに踏み込んだ。
καὶ οὕτω τὸν Ἥφαιστον παρʼ Ἡλίου μαθόντα συλλαβεῖν αὐτοὺς περιβαλόντα καὶ σαγηνεύσαντα τοῖς δεσμοῖς ἃ πάλαι μεμηχάνητο ἐπʼ αὐτούς·
こうしてヘパイストスはヘリオスからそれを知らされ、かねてから彼らを捕らえるために工作しておいた網を投げかけ、縛り上げて捕らえてしまったのだ。
ἀφεθέντα δὲ ὡς ἀφείθη τὸν Ἄρη ἀγανακτῆσαι κατὰ τοῦ Ἀλεκτρυόνος καὶ μεταβαλεῖν αὐτὸν εἰς τουτὶ τὸ ὄρνεον αὐτοῖς ὅπλοις, ὡς ἔτι τοῦ κράνους τὸν λόφον ἔχειν ἐπὶ τῇ κεφαλῇ.
アレスは、釈放されたのち、アレクトリュオンに対して激怒し、甲冑もそのままで彼をこのような鳥へと姿を変えてしまった。 兜の羽飾りが今でもその頭の上に残っているのはそのためだ。
διὰ τοῦτο ὑμᾶς ἀπολογουμένους τῷ Ἄρει ὅτʼ οὐδὲν ὄφελος, ἐπειδὰν αἴσθησθε ἀνελευσόμενον τὸν ἥλιον, πρὸ πολλοῦ βοᾶν ἐπισημαινομένους τὴν ἀνατολὴν αὐτοῦ.
だからこそ、お前たちはアレスへの言い訳として、もう何の役にも立たないというのに、太陽が昇りかけているのに気づくと、その日の出を告げるために、ずいぶん前から大きな声で鳴き騒ぐのだな。