§26Κυνίσκος
τὸ μὲν ὅλον οὐδὲ λόγων ἔδει·
クニスコス「そもそも、言葉すら必要ありませんでした。
γνώσῃ γὰρ αὐτὸν αὐτίκα μάλα οἷός ἐστιν ἀπὸ τῶν στιγμάτων.
彼がどのような人間であるかは、その体にある刻印から直ちにお分かりになるでしょうから。
ὅμως δὲ καὐτὸς ἀποκαλύψω σοι τὸν ἄνδρα κἀκ τοῦ λόγου δείξω φανερώτερον.
しかしながら、私自身もこの男の正体を暴き、言葉を通じてもっとはっきりと示して差し上げましょう。
οὑτοσὶ γὰρ ὁ τρισκατάρατος ὁπόσα μὲν ἰδιώτης ὢν ἔπραξε, παραλείψειν μοι δοκῶ·
この三度呪われるべき男が、私人であった時に行ったことについては、省いて差し支えないと思います。
ἐπεὶ δὲ τοὺς θρασυτάτους προσεταιρισάμενος καὶ δορυφόρους συναγαγὼν ἐπαναστὰς τῇ πόλει τύραννος κατέστη, ἀκρίτους μὲν ἀπέκτεινε πλείονας ἢ μυρίους, τὰς δὲ οὐσίας ἑκάστων ἀφαιρούμενος καὶ πλούτου πρὸς τὸ ἀκρότατον ἀφικόμενος οὐδεμίαν μὲν ἀκολασίας ἰδέαν παραλέλοιπεν, ἁπάσῃ δὲ ὠμότητι καὶ ὕβρει κατὰ τῶν ἀθλίων πολιτῶν ἐχρήσατο, παρθένους διαφθείρων καὶ ἐφήβους καταισχύνων καὶ πάντα τρόπον τοῖς ὑπηκόοις ἐμπαροινῶν.
しかし、最も不敵な者たちを味方に引き入れ、護衛兵を集めて国に反乱を起こし、僭主の座に就いてからは、裁判にもかけずに一万人以上の人々を殺害し、それぞれの財産を奪い取って富の絶頂に達しました。 彼はあらゆる放蕩の限りを尽くし、不幸な市民たちに対してあらゆる残虐さと傲慢さをもって接し、処女たちを汚し、少年たちを辱め、あらゆる方法で臣民に対して暴虐を働いたのです。
καὶ ὑπεροψίας μέν γε καὶ τύφου καὶ τοῦ πρὸς τοὺς ἐντυγχάνοντας φρυάγματος οὐδὲ κατʼ ἀξίαν δύναιο ἂν παρʼ αὐτοῦ λαβεῖν τὴν δίκην·
彼の慢心や傲慢、そして出会う人々に対する横柄な態度については、それにふさわしいだけの罰を彼から取ることは(あなたであっても)できないでしょう。
ῥᾷον γοῦν τὸν ἥλιον ἄν τις ἢ τοῦτον ἀσκαρδαμυκτὶ προσέβλεψεν.
何しろ、この男をまばたきせずに見つめるよりは、太陽を見つめる方がまだ容易だったのですから。
οὐ μὴν ἀλλὰ καὶ τῶν κολάσεων τὸ πρὸς ὠμότητα καινουργὸν αὐτοῦ τίς ἂν διηγήσασθαι δύναιτο, ὅς γε μηδὲ τῶν οἰκειοτάτων ἀπέσχετο;
そればかりか、身内の者に対してさえ容赦しなかった彼の、残虐極まりない新しい刑罰の発明について、誰が語り尽くせましょうか。
καὶ ταῦτα ὅτι μὴ ἄλλως κενή τίς ἐστι κατʼ αὐτοῦ διαβολή, αὐτίκα εἴσῃ προσκαλέσας τοὺς ὑπʼ αὐτοῦ πεφονευμένους·
そして、これらが単なる彼に対する根拠のない誹謗中傷ではないことは、彼によって虐殺された者たちを呼び出せばすぐに分かります。
μᾶλλον δὲ ἄκλητοι, ὡς ὁρᾷς, πάρεισι καὶ περιστάντες ἄγχουσιν αὐτόν.
いやむしろ、彼らは招かれずとも、ご覧の通りここに来ており、彼を取り囲んで首を絞めています。
οὗτοι πάντες, ὦ Ῥαδάμανθυ, πρὸς τοῦ ἀλιτηρίου τεθνᾶσιν, οἱ μὲν γυναικῶν ἕνεκα εὐμόρφων ἐπιβουλευθέντες, οἱ δὲ υἱέων ἀπαγομένων πρὸς ὕβριν ἀγανακτήσαντες, οἱ δὲ ὅτι ἐπλούτουν, οἱ δὲ ὅτι ἦσαν δεξιοὶ καὶ σώφρονες καὶ οὐδαμοῦ ἠρέσκοντο τοῖς δρωμένοις. §27Ῥαδάμανθυς
τί πρὸς ταῦτα φής, ὦ μιαρὲ σύ; Μεγαπένθης
τοὺς μὲν φόνους εἴργασμαι οὓς λέγει, τὰ δʼ ἄλλα πάντα, τὰς μοιχείας καὶ τὰς τῶν ἐφήβων ὕβρεις καὶ τὰς διαφθορὰς τῶν παρθένων, ταῦτα πάντα Κυνίσκος μου κατεψεύσατο.
ラダマンテュスよ、これらすべての者たちがこの罪深き男の手によって殺されたのです。 ある者は美しい妻たちのために陥れられ、ある者は陵辱のために連れ去られる息子たちに憤慨したために、ある者は富裕であったために、ある者は有能で思慮深く、行われている事態に決して賛同しなかったために殺されたのです」ラダマンテュス「これに対してお前は何と言うか、この汚らわしい奴め」メガペンテス「彼が言う殺人は私が犯しました。
Κυνίσκος
οὐκοῦν καὶ τούτων, ὦ Ῥαδάμανθυ, παρέξω σοι μάρτυρας. Ῥαδάμανθυς
τίνας τούτους λέγεις; Κυνίσκος
Προσκάλει μοι, ὦ Ἑρμῆ, τὸν λύχνον αὐτοῦ καὶ τὴν κλίνην·
しかし、他のすべて、すなわち姦通や少年の陵辱、処女の誘惑については、これらすべてにおいてクニスコスは私について嘘をついています」クニスコス「では、これらについても、ラダマンテュスよ、私はあなたに証人を提供しましょう」ラダマンテュス「その証人とは誰のことかね」クニスコス「ヘルメスよ、私のために彼のランプとベッドを呼び出してください。
μαρτυρήσουσι γὰρ αὐτοὶ παρελθόντες, οἷα πράττοντι συνηπίσταντο αὐτῷ. Ἑρμῆς
ἡ Κλίνη καὶ ὁ Λύχνος ὁ Μεγαπένθους παρέστων.
彼ら自身が進み出て、彼がどのような行為を行っているのを共に知っていたかを証言するでしょうから」ヘルメス「メガペンテスのベッドとランプ、前に出なさい。
εὖ γε ἐποίησαν ὑπακούσαντες. Ῥαδάμανθυς
εἴπατε οὖν ὑμεῖς ἃ σύνιστε Μεγαπένθει τούτῳ·
召喚に従ったのは殊勝なことだ」ラダマンテュス「では、お前たちがこのメガペンテスについて知っていることを言いなさい。
προτέρα δὲ σὺ ἡ Κλίνη λέγε. Κλίνη
πάντα ἀληθῆ κατηγόρησε Κυνίσκος.
まずベッドよ、お前から語れ」ベッド「クニスコスの告発はすべて真実です。
ἐγὼ μέντοι ταῦτα εἰπεῖν, ὦ δέσποτα Ῥαδάμανθυ, αἰσχύνομαι·
しかしながら、主ラダマンテュスよ、私はそれらを口にすることを恥ずかしく思います。
τοιαῦτα ἦν ἃ ἐπʼ ἐμοῦ διεπράττετο. Ῥαδάμανθυς
σαφέστατα μὲν οὖν καταμαρτυρεῖς μηδὲ εἰπεῖν αὐτὰ ὑπομένουσα.
私の(ベッドの)上で執り行われていた事柄は、そのようなものだったのです」ラダマンテュス「それを口にするのさえ耐えられないということ自体が、最も明白な証言となっている。
καὶ σὺ δὲ ὁ Λύχνος ἤδη μαρτύρει. Λύχνος
ἐγὼ τὰ μεθʼ ἡμέραν μὲν οὐκ εἶδον·
さて、ランプよ、お前も今すぐ証言しなさい」ランプ「私は昼間のことは見ておりません。
οὐ γὰρ παρῆν·
そこにいなかったからです。
ἃ δὲ τῶν νυκτῶν ἐποίει καὶ ἔπασχεν, ὀκνῶ λέγειν·
しかし、彼が夜間に行っていたこと、また被っていた(受けていた)ことについては、語るのをためらいます。
πλὴν ἀλλὰ ἐθεασάμην γε πολλὰ καὶ ἄρρητα καὶ πᾶσαν ὕβριν ὑπερπεπαικότα.
ただ、私は多くの、口にするのも憚られるような、あらゆる傲慢の度を越した行為を目撃しました。
καίτοι πολλάκις ἑκὼν τοὔλαιον οὐκ ἔπινον ἀποσβῆναι θέλων·
しかも、私は消えたいがために、しばしばわざと油を吸い込まないようにしていたのです。
ὁ δὲ καὶ προσῆγέ με τοῖς δρωμένοις καὶ τὸ φῶς μου πάντα τρόπον κατεμίαινεν. §28Ῥαδάμανθυς
Ἅλις ἤδη τῶν μαρτύρων.
しかし、彼は私を行われている事柄の近くに引き寄せ、あらゆる方法で私の光を汚したのです」ラダマンテュス「証人はもう十分だ。
ἀλλὰ καὶ ἀπόδυθι τὴν πορφυρίδα, ἵνα τὸν ἀριθμὸν ἴδωμεν τῶν στιγμάτων.
それにしても、お前もその紫衣を脱ぎなさい、刻印の数を見るために。
παπαί, ὅλος οὗτος πελιδνὸς καὶ κατάγραφος, μᾶλλον δὲ κυάνεός ἐστιν ἀπὸ τῶν στιγμάτων.
おお、この男は全身が青黒く、刻印のために書き込みだらけだ。 いや、むしろ全身が真っ青になっている。
τίνα ἂν οὖν κολασθείη τρόπον;
では、彼はどのような方法で処罰されるべきか。
ἆρʼ ἐς τὸν Πυριφλεγέθοντά ἐστιν ἐμβλητέος ἢ παραδοτέος τῷ Κερβέρῳ; Κυνίσκος
μηδαμῶς·
ピュリプレゲトンに投げ込まれるべきか、それともケルベロスに引き渡されるべきか」クニスコス「決してそうではありません。
ἀλλʼ εἰ θέλεις, ἐγώ σοι καινήν τινα καὶ πρέπουσαν αὐτῷ τιμωρίαν ὑποθήσομαι. Ῥαδάμανθυς
λέγε, ὡς ἐγώ σοι μεγίστην ἐπὶ τούτω χάριν εἴσομαι.
しかし、もしよろしければ、私はあなたに、彼にふさわしい新しい刑罰を提案しましょう」ラダマンテュス「言いなさい。
Κυνίσκος
ἔθος ἐστίν, οἶμαι, τοῖς ἀποθνήσκουσι πᾶσι πίνειν τὸ Λήθης ὕδωρ. Ῥαδάμανθυς
πάνυ μὲν οὖν. Κυνίσκος
οὐκοῦν μόνος οὗτος ἐξ ἁπάντων ἄποτος ἔστω. §29Ῥαδάμανθυς
διὰ τί δή; Κυνίσκος
χαλεπὴν οὕτως ὑφέξει τὴν δίκην μεμνημένος οἷος ἦν καὶ ὅσον ἠδύνατο ἐν τοῖς ἄνω, καὶ ἀναπεμπαζόμενος τὴν τρυφήν.
私はそのことに対してお前に最大の感謝を抱くであろう」クニスコス「死者全員にとって、レーテーの水を飲むのが習わしであると思います」ラダマンテュス「いかにもその通りだ」クニスコス「それなら、彼一人だけを、すべての人々の中でその水を飲まないようにするのです」ラダマンテュス「いったいなぜかね」クニスコス「自分がどのような者であったか、地上の世界でどれほどの権力を持っていたかを覚えており、その贅沢を繰り返し思い返すことで、彼はこのようにして過酷な罰を受けることになるからです」ラダマンテュス「名案だ。
Ῥαδάμανθυς
εὖ λέγεις· καὶ καταδεδικάσθω καὶ παρὰ τὸν Τάνταλον ἀπαχθεὶς οὑτοσὶ δεδέσθω, μεμνημένος ὧν ἔπραξε παρὰ τὸν βίον.
彼に有罪判決を下し、タンタロスの傍らに連れて行って縛り付けよう。 生涯において行ったことをすべて覚えたままでな」