§1Φίλων
ποικίλην, ὦ Λυκῖνε, διατριβήν φασι γεγενῆσθαι ὑμῖν χθὲς ἐν Ἀρισταινέτου παρὰ τὸ δεῖπνον καί τινας λόγους φιλοσόφους εἰρῆσθαι καὶ ἔριν οὐ σμικρὰν συστῆναι ἐπʼ αὐτοῖς, εἰ δὲ μὴ ἐψεύδετο Χαρῖνος, καὶ ἄχρι τραυμάτων προχωρῆσαι τὸ πρᾶγμα καὶ τέλος αἵματι διαλυθῆναι τὴν συνουσίαν.
フィロンルキノス、昨日アリスタイネトスのところの晩餐で、君たちが実にも多彩な時間を過ごし、哲学的な議論が交わされ、それに関して小さからぬ争いが持ち上がり、もしカリノスが嘘をついていたのでなければ、事態は怪我にまで至り、最後には血を見て会合が解散したと、人々が噂しているよ。
Λυκῖνος
καὶ πόθεν, ὦ Φίλων, ἠπίστατο Χαρῖνος ταῦτα;
ルキノスそれにしてもフィロン、カリノスはどうしてそんなことを知っていたのだ?
οὐ γὰρ συνεδείπνει μεθʼ ἡμῶν.
彼は私たちと一緒に食事をしていなかったはずだが。
Φίλων
Διονίκου ἔφη τοῦ ἰατροῦ ἀκοῦσαι.
フィロン医師のディオニコスから聞いたと言っていた。
Διόνικος δὲ καὶ αὐτός, οἶμαι, τῶν συνδείπνων ἦν.
ディオニコス自身も、思うに、同席していたのだろう。
Λυκῖνος
καὶ μάλα·
ルキノス確かにその通りだ。
οὐ μὴν ἐξ ἀρχῆς γε οὐδʼ αὐτὸς ἅπασι παρεγένετο, ἀλλὰ ὀψὲ μεσούσης σχεδὸν ἤδη τῆς μάχης ἐπέστη ὀλίγον πρὸ τῶν τραυμάτων.
もっとも、彼とて最初からすべてに同席していたわけではなく、争いがほぼ半ばに達した遅い時間に、怪我人が出る少し前にやって来たのだ。
ὥστε θαυμάζω εἴ τι σαφὲς εἰπεῖν ἐδύνατο μὴ παρακολουθήσας ἐκείνοις, ἀφʼ ὧν ἀρξαμένη ἐς τὸ αἷμα ἐτελεύτησεν αὐτοῖς ἡ φιλονεικία.
だから、事の始まりから血を見る結末に至るまでの経緯を追っていなかった彼が、何かしら確かなことを語れたものか、私は疑問に思うよ。
§2Φίλων
τοιγαροῦν, ὦ Λυκῖνε, καὶ ὁ Χαρῖνος αὐτός, εἰ βουλοίμεθα τἀληθῆ ἀκοῦσαι καὶ ὅπως ἐπράχθη ἕκαστα, παρὰ σὲ ἡμᾶς ἥκειν ἐκέλευσε.
フィロンだからこそ、ルキノス、カリノス自身も、もし私たちが真実と個々の事柄がどう行われたかを聞きたいのであれば、君のところへ行くようにと私たちに促したのだ。
καὶ τὸν Διόνικον γὰρ αὐτὸν εἰπεῖν ὡς αὐτὸς μὲν οὐ παραγένοιτο ἅπασι, σὲ δὲ ἀκριβῶς εἰδέναι τὰ γεγενημένα καὶ τοὺς λόγους αὐτοὺς ἂν ἀπομνημονεῦσαι ἅτε μὴ παρέργως τῶν τοιούτων, ἀλλʼ ἐν σπουδῇ ἀκροώμενον.
というのも、ディオニコス自身も、自分はすべてに居合わせたわけではないが、君なら起きたことを正確に知っており、そうした話をいい加減にではなく真剣に聞いていたのだから、対話そのものを記憶しているはずだと言っていたからね。
ὥστε οὐκ ἂν φθάνοις ἑστιῶν ἡμᾶς ἡδίστην ταύτην ἑστίασιν, ἧς οὐκ οἶδα τίς ἡδίων ἔμοιγε, καὶ μάλιστα ὅσῳ νήφοντες ἐν εἰρήνῃ καὶ ἀναιμωτὶ ἔξω βέλους ἑστιασόμεθα, εἴτε γέροντες ἐπαρῴνησάν τι παρὰ τὸ δεῖπνον εἴτε νέοι, εἰπεῖν τε ὅσα ἥκιστα ἐχρῆν ὑπὸ τοῦ ἀκράτου προαχθέντες καὶ πρᾶξαι.
だから、この上なく愉快なもてなしで私たちをもてなすのを、一刻も早く始めておくれ。 私にとってこれ以上愉快なものが他にあるか分からないほどだ。 しかも私たちが、しらふで、平和のうちに、流血もなく、矢の届かない安全な場所で、晩餐の席で老人たちが何か酔狂な振る舞いをしたのか、あるいは若者たちが未薄めの酒に駆られて、言うべきでないことを言い、行うべきでないことを行ったのかを、もてなされながら聞くことができるのだからね。
§3Λυκῖνος
νεανικώτερα ἡμᾶς, ὦ Φίλων, ἀξιοῖς ἐκφέρειν ταῦτα πρὸς τοὺς πολλοὺς καὶ ἐπεξιέναι διηγουμένους πράγματα ἐν οἴνῳ καὶ μέθῃ γενόμενα, δέον λήθην ποιήσασθαι αὐτῶν καὶ νομίζειν ἐκεῖνα πάντα θεοῦ ἔργα τοῦ Διονύσου εἶναι, ὃς οὐκ οἶδα εἴ τινα τῶν αὑτοῦ ὀργίων ἀτέλεστον καὶ ἀβάκχευτον περιεῖδεν.
ルキノスフィロン、君は私に、酒と酩酊の中で起きた事柄を語って多くの人々に暴露するという、いささか分不相応に不謹慎なことを求めているね。 本来ならそれらを忘却に付し、そのすべてをディオニュソス神の仕業とみなすべきであるのに。 この神は、ご自身の信者のうち、入信せず熱狂もしない者を一人として見過ごしたことがあっただろうか。
ὅρα οὖν μὴ κακοήθων τινῶν ἀνθρώπων ᾖ τὸ ἀκριβῶς τὰ τοιαῦτα ἐξετάζειν, ἃ καλῶς ἔχει ἐν τῷ συμποσίῳ καταλιπόντας ἀπαλλάττεσθαι.
だから、そうした事柄を厳密に詮索するのは、悪意ある人々のすることではないか気をつけてほしい。 そうしたことは、宴席に残したまま立ち去るのが美しいのだから。
μισῶ
γάρ, φησὶ καὶ ὁ ποιητικὸς λόγος,
μνάμονα συμπόταν.
「私は憎む」と詩的な格言にもあるではないか、「記憶力の良すぎる飲み仲間を」。
καὶ οὐδὲ ὁ Διόνικος ὀρθῶς ἐποίησε πρὸς τὸν Χαρῖνον ταῦτα ἐξαγορεύσας καὶ πολλὴν τὴν ἑωλοκρασίαν κατασκεδάσας ἀνδρῶν φιλοσόφων.
それに、ディオニコスも、カリノスにこうしたことを漏らし、哲学者たちの飲み残しの恥部をぶちまけたのは、決して正しいことではなかった。
ἐγὼ δέ, ἄπαγε, οὐκ ἄν τι τοιοῦτον εἴποιμι.
しかし私は、御免被る、そのようなことは一切語るつもりはない。
§4Φίλων
Θρύπτῃ ταῦτα, ὦ Λυκῖνε.
フィロンじらしているね、ルキノス。
ἀλλʼ οὔτι γε πρὸς ἐμὲ οὕτω ποιεῖν ἐχρῆν, ὃς ἀκριβῶς πολὺ πλέον ἐπιθυμοῦντά σε εἰπεῖν οἶδα ἢ ἐμὲ ἀκοῦσαι, καί μοι δοκεῖς, εἰ ἀπορήσειας τῶν ἀκουσομένων, κἂν πρὸς κίονά τινα ἢ πρὸς ἀνδριάντα ἡδέως ἂν προσελθὼν ἐκχέαι πάντα συνείρων ἀμυστί.
だが、私に対してそのような態度をとるべきではない。 私は、君が語りたがっている欲望の方が、私が聞きたがっているものよりもずっと強いことを正確に知っているのだから。 もし君に聞き手がいなければ、柱か彫像にでも喜んで近づいていって、息もつかずに一気にすべてを繋ぎ合わせてぶちまけてしまうだろうと私には思える。
εἰ γοῦν ἐθελήσω ἀπαλλάττεσθαι νῦν, οὐκ ἐάσεις με ἀνήκοον ἀπελθεῖν, ἀλλʼ ἕξει καὶ παρακολουθήσεις καὶ δεήσει.
もし今、私が立ち去ろうとしても、君は私を何も聞かずに帰らせることはせず、引き止め、追いかけ、懇願することだろう。
κἀγὼ θρύψομαι πρὸς σὲ ἐν τῷ μέρει·
だから今度は私が君に対してじらしてみせよう。
καὶ εἴ γε δοκεῖ, ἀπίωμεν ἄλλου αὐτὰ πευσόμενοι, σὺ δὲ μὴ λέγε.
もしよければ、私たちは他の人からそれを聞くために立ち去ることにしよう。 君は語らなくていい。
Λυκῖνος
μηδὲν πρὸς ὀργήν·
ルキノス腹を立てないでおくれ。
διηγήσομαι γάρ, ἐπείπερ οὕτως προθυμῇ, ἀλλʼ ὅπως μὴ πρὸς πολλοὺς ἐρεῖς.
そこまで熱望するなら話すから。 ただし、多くの人には言わないように。
Φίλων
εἰ μὴ παντάπασιν ἐγὼ ἐπιλέλησμαι Λυκίνου, αὐτὸς σὺ ἄμεινον ποιήσεις αὐτὸ καὶ φθάσεις εἰπὼν ἅπασιν, ὥστε οὐδὲν ἐμοῦ δεήσει.
フィロンもし私がルキノスという男を完全に忘れてしまっているのでなければ、君自身がそれをより上手に行い、私よりも先に皆に語り広めるだろうから、私には何の必要もないだろうね。
§5Φίλων
ἀλλʼ ἐκεῖνό μοι πρῶτον εἰπέ, τῷ παιδὶ τῷ Ζήνωνι ὁ Ἀρισταίνετος ἀγόμενος γυναῖκα εἱστία ὑμᾶς;
フィロンだが、まず次のことを教えておくれ。 アリスタイネトスは、息子のゼノンに妻を迎えるために君たちをもてなしたのかい?
Λυκῖνος
οὔκ, ἀλλὰ τὴν θυγατέρα ἐξεδίδου αὐτὸς τὴν Κλεανθίδα τῷ Εὐκρίτου τοῦ δανειστικοῦ, τῷ φιλοσοφοῦντι.
ルキノスいや、そうではなく、彼自身が娘のクレアンティスを、金貸しのエウクリトスの息子で、哲学を志している若者に嫁がせるためだったのだ。
Φίλων
Παγκάλῳ νὴ Δία μειρακίῳ, ἁπαλῷ γε μὴν ἔτι καὶ οὐ πάνυ καθʼ ὥραν γάμων.
フィロンおや、実に見事な、いや、しかし実にまだ幼く、全く結婚の適齢期には達していない若者だね。
Λυκῖνος
ἀλλʼ οὐκ εἶχεν ἄλλον ἐπιτηδειότερον, οἶμαι.
ルキノスだが、思うに、他にそれ以上に適当な者がいなかったのだ。
τοῦτον οὖν κόσμιόν τε εἶναι δοκοῦντα καὶ πρὸς φιλοσοφίαν ὡρμημένον, ἔτι δὲ μόνον ὄντα πλουσίῳ τῷ Εὐκρίτῳ, προείλετο νυμφίον ἐξ ἁπάντων.
この若者は行儀が良く、哲学に熱心であると思われており、その上、富豪のエウクリトスの独り息子であったため、アリスタイネトスは彼をすべての者の中から花婿に選んだのだ。
Φίλων
οὐ μικρὰν λέγεις αἰτίαν τὸ πλουτεῖν τὸν Εὔκριτον.
フィロンエウクリトスが富豪であるというのは、決して小さな理由ではないね。
ἀτὰρ οὖν, ὦ Λυκῖνε, τίνες οἱ δειπνοῦντες ἦσαν;
ところでルキノス、食事の席にいたのは誰だったのだ?