§1## ΤΟΙΣ ΕΠΤΑ ΦΩΝΗΕΣΙΝ
[Ἐπὶ ἄρχοντος Ἀριστάρχου Φαληρέως, Πυανεψιῶνος ἑβδόμῃ ἱσταμένου, γραφὴν ἔθετο τὸ Σῖγμα πρὸς τὸ Ταῦ ἐπὶ τῶν ἑπτὰ Φωνηέντων βίας καὶ ὑπαρχόντων ἁρπαγῆς, ἀφῃρῆσθαι λέγον πάντων τῶν ἐν διπλῷ ταῦ ἐκφερομένων.
## 七つの母音の前で[ファレロンのアリスタルコスがアルコンのとき、ピュアネプシオン月の七日、シグマはタウに対し、七つの母音の前で、暴力と所有物の強奪に関して告訴状を提出した。 二重のタウで発音されるすべての言葉から自分が奪われたと主張して。
] §2Μέχρι μέν, ὦ Φωνήεντα δικασταί, ὀλίγα ἠδικούμην ὑπὸ τουτουὶ τοῦ Ταῦ καταχρωμένου τοῖς ἐμοῖς καὶ καταίροντος ἔνθα μὴ δεῖ, οὐ βαρέως ἔφερον τὴν βλάβην καὶ παρήκουον ἔνια τῶν λεγομένων ὑπὸ τῆς μετριότητος, ἣν ἴστε με φυλάσσοντα πρός τε ὑμᾶς καὶ τὰς ἄλλας συλλαβάς·
]裁判官たる母音の皆様、このタウが私の所有するものを濫用し、立ち入るべきでない場所に乱入して、私に少なからぬ不義を働いていた間は、私はその害を重く受け止めず、皆様や他の音節に対しても、私がその控えめさを保っていることはご存じの通りですが、私の控えめな態度ゆえに、言われていることの幾分かを聞き流しておりました。
ἐπεὶ δὲ ἐς τοσοῦτον ἥκει πλεονεξίας τε καὶ ἀνομίας, ὥστε ἐφʼ οἷς ἡσύχασα πολλάκις οὐκ ἀγαπῶν, ἄλλʼ ἤδη καὶ πλείω προσβιάζεται, ἀναγκαίως αὐτὸ εὐθύνω νῦν παρὰ τοῖς ἀμφότερα εἰδόσιν ὑμῖν.
しかし、彼がこれほどの強欲と不法に至り、私がしばしば異議を唱えず黙認してきたことだけでは満足せず、今やさらに多くのものを力ずくで奪おうとしているため、双方の事情をよく知る皆様の前で、今や私はやむを得ず彼を糾問する次第です。
δέος δὲ οὐ μικρόν μοι ἐπὶ τούτοις τῆς ἀποθλίψεως ἐπέρχεται τῆς ἐμαυτοῦ·
そしてこれらに加え、私自身の押し出しに対する小さからぬ恐怖が私を襲っております。
τοῖς γὰρ προπεπραγμένοις ἀεί τι μεῖζον προστιθὲν ἄρδην με τῆς οἰκείας ἀποθλίψει χώρας, ὡς ὀλίγου δεῖν ἡσυχίαν ἀγαγόντα μηδὲ ἐν γράμμασιν ἀριθμεῖσθαι, ἐν ἴσῳ δὲ κεῖσθαι τοῦ ψόφου.
というのも、彼はこれまでの悪行に常にさらに大きなものを付け加え、私を自身の固有の場所から完全に押し出し、私は静寂に追い込まれて文字の中に数えられなくなり、単なる雑音と同じ扱いを受けるまであと一歩のところだからです。
§3δίκαιον οὖν οὐχ ὑμᾶς, οἳ δικάζετε νῦν, ἀλλὰ καὶ τὰ λοιπὰ γράμματα τῆς πείρας ἔχειν τινὰ φυλακήν·
したがって、現在裁判を行っている皆様だけでなく、他のすべての文字もまた、この試練から何らかの警戒心を持つことが正当であります。
εἰ γὰρ ἐξέσται τοῖς βουλομένοις ἀπὸ τῆς καθʼ αὑτὰ τάξεως ἐς ἀλλοτρίαν βιάζεσθαι καὶ τοῦτο ἐπιτρέψετε ὑμεῖς, ὧν χωρὶς οὐδὲν καθόλου τι γράφεται, οὐχ ὁρῶ τίνα τρόπον αἱ συντάξεις τὰ νόμιμα, ἐφʼ οἷς ἐτάχθη τὰ κατʼ ἀρχάς, ἕξουσιν.
もし望む者が誰でも、自分の割り当てられた配置から他者のそれへと侵入することが許され、皆様――その存在なくしてはそもそも何も書かれることがない皆様――がこれを容認するならば、言葉の構成が、最初に定められた規則をどのように維持できるのか、私には見当もつきません。
ἀλλʼ οὔτε ὑμᾶς οἶμαί ποτε ἐς τοσοῦτον ἀμελείας τε καὶ παροράσεως ἥξειν, ὥστε ἐπιτρέψαι τινὰ μὴ δίκαια, οὔτε, εἰ καθυφήσετε τὸν ἀγῶνα ὑμεῖς, ἐμοὶ παραλειπτέον ἐστὶν ἀδικουμένῳ.
しかし、皆様が不当なことを許すほど、怠慢と見過ごしに陥ることは決してないと信じておりますし、また、仮に皆様がこの闘いを放棄されるとしても、不義を被っている私がこれを引き下がるわけにはまいりません。
§4ὡς εἴθε καὶ τῶν ἄλλων ἀνεκόπησαν τότε αἱ τόλμαι εὐθὺς ἀρξαμένων παρανομεῖν, καὶ οὐκ ἂν ἐπολέμει μέχρι νῦν τὸ Λάμβδα τῷ Ῥῶ διαμφισβητοῦν περὶ τῆς κισήρεως καὶ κεφαλαργίας, οὔτε τὸ Γάμμα τῷ Κάππα διηγωνίζετο καὶ ἐς χεῖρας μικροῦ δεῖν ἤρχετο πολλάκις ἐν τῷ γναφείῳ ὑπὲρ γναφάλλων, ἐπέπαυτο δʼ ἂν καὶ πρὸς τὸ Λάμβδα μαχόμενον, τὸ μόγις ἀφαιρούμενον αὐτοῦ καὶ μάλιστα παρακλέπτον, καὶ τὰ λοιπὰ δʼ ἂν ἠρέμει συγχύσεως ἄρχεσθαι παρανόμου·
ああ、他の文字たちについても、彼らが不法行為を始めたその時にすぐにその不届きな試みが阻まれていればよかったものを。 そうであれば、ラムダはローと、軽石や頭痛をめぐって今日まで争うことはなかったでしょうし、ガンマがカッパと、縮絨店で羊毛くずをめぐって激しく争い、何度もあわや殴り合いにならんばかりになることもなかったでしょう。 また、ラムダと戦うこともやんでいたでしょう。 ラムダはガンマから辛うじて奪い取り、とりわけ密かに盗むのですから。 そして他の文字たちも、不法な混乱を引き起こすのを慎んでいたことでしょう。
καλὸν γὰρ ἕκαστον μένειν ἐφʼ ἧς τετύχηκε τάξεως· τὸ δὲ ὑπερβαίνειν ἐς ἃ μὴ χρὴ λύοντός ἐστι τὸ δίκαιον.
各自が運命によって得た配置にとどまることは美しく、すべきでない領域へとはみ出ることは正義を破壊することだからです。
§5καὶ ὅ γε πρῶτος ἡμῖν τοὺς νόμους τούτους διατυπώσας, εἴτε Κάδμος ὁ νησιώτης εἴτε Παλαμήδης ὁ Ναυπλίου, — καὶ Σιμωνίδῃ δὲ ἔνιοι προσάπτουσι τὴν προμήθειαν ταύτην — οὐ τῇ τάξει μόνον, καθʼ ἣν αἱ προεδρίαι βεβαιοῦνται, διώρισαν, τί πρῶτον ἔσται ἢ δεύτερον, ἀλλὰ καὶ ποιότητας, ἃς ἕκαστον ἡμῶν ἔχει, καὶ δυνάμεις συνεῖδον.
そして、我々にこれらの規則を初めて定式化した者、それが島人のカドモスであれ、ナウプリオスの息子パラメデスであれ(なかにはこの配慮をシモニデスに帰する者もおりますが)、彼らは、優先席が保証される配置に基づいて、何が最初で何が第二であるかを定めただけでなく、我々の各々が有する性質や力をも見抜いていたのです。
καὶ ὑμῖν μέν, ὦ δικασταί, τὴν μείζω δεδώκασι τιμήν, ὅτι καθʼ αὑτὰ δύνασθε φθέγγεσθαι, ἡμιφώνοις δὲ τὴν ἐφεξῆς, ὅτι προσθήκης εἰς τὸ ἀκουσθῆναι δεῖται·
そして、裁判官の皆様には、皆様がそれ自体で発音できるという理由から、より大きな栄誉を授け、半母音には、聞こえるようになるために補足を必要とするという理由から、それに次ぐ栄誉を授けました。
πασῶν δὲ ἐσχάτην ἐνόμισαν ἔχειν μοῖραν ἐννέα τῶν πάντων, οἷς οὐδὲ φωνὴ πρόσεστι καθʼ αὑτά.
そして、全体のうちの九つの文字には、それら自体では音声すら伴わないため、すべてのうちで最後の位置を占めさせると定めました。
τὰ μὲν οὖν φωνήεντα φυλάσσειν ἔοικε τοὺς νόμους τούτους.
さて、母音たちはこれらの法律を守っているようです。
§6τὸ δέ γε Ταῦ τοῦτο, οὐ γὰρ ἔχω χείρονι αὐτὸ ὀνομάσαι ῥήματι ἢ ᾧ καλεῖται, ὃ μὰ τοὺς θεούς, εἰ μὴ ἐξ ὑμῶν δύο συνῆλθον ἀγαθοὶ καὶ καθήκοντες ὁραθῆναι, τό τε Ἄλφα καὶ τὸ Ὗ, οὐκ ἂν ἠκούσθη μόνον, τοῦτο τοίνυν ἐτόλμησεν ἀδικεῖν με πλείω τῶν πώποτε βιασαμένων, ὀνομάτων μὲν καὶ ῥημάτων ἀπελάσαν πατρῴων, ἐκδιῶξαν δὲ ὁμοῦ συνδέσμων ἅμα καὶ προθέσεων, ὡς μηκέτι φέρειν τὴν ἔκτοπον πλεονεξίαν.
しかし、このタウときたら――彼をその呼び名よりも悪い言葉で呼ぶ方法を私は知りませんが――神々に誓って、もし皆様のうちの優れた、見るにふさわしい二つの文字、アルファとウプシロンが合わさらなかったなら、その音さえ聞こえなかったであろうこの文字が、まさにこの文字が、かつて私を侵害した何者よりも多くの不義を私に働く不届きを働いたのです。 私を先祖伝来の名詞や動詞から追い払い、さらには接続詞や前置詞からも同時に追い出し、その異常な強欲さにはもはや耐えられないほどです。
§7ὅθεν δὲ καὶ ἀπὸ τίνων ἀρξάμενον, ὥρα λέγειν.
彼がどこから、どのようなことから始めたのか、今こそ語るべき時です。
ἐπεδήμουν ποτὲ Κυβέλῳ, — τὸ δέ ἐστι πολίχνιον οὐκ ἀηδές, ἄποικον, ὡς ἔχει λόγος, Ἀθηναίων — ἐπηγόμην δὲ καὶ τὸ κράτιστον Ῥῶ, γειτόνων τὸ βέλτιστον·
かつて私はキュベロスに滞在しておりました。 そこは、噂によればアテナイの植民都市である、好ましい小さな町です。 また、隣人のうちで最も優れた、力強いローを伴っておりました。
κατηγόμην δὲ παρὰ κωμῳδιῶν τινι ποιητῇ·
そして、ある喜劇詩人のもとに身を寄せておりました。
Λυσίμαχος ἐκαλεῖτο, Βοιώτιος μέν, ὡς ἐφαίνετο, τὸ γένος ἀνέκαθεν, ἀπὸ μέσης δὲ ἀξιῶν λέγεσθαι τῆς Ἀττικῆς·
リュシマコスという名で、出自をたどればボイオティア人のようでしたが、アッティカの中心部出身と自称しておりました。
παρὰ τούτῳ δὴ τῷ ξένῳ τὴν τοῦ Ταῦ τούτου πλεονεξίαν ἐφώρασα·
まさにこのホストの家で、私はこのタウの強欲さを看破したのです。
μέχρι μὲν γὰρ ὀλίγοις ἐπεχείρει, τέτταρα κατατολμῶν καὶ τετταράκοντα λέγειν, ἔτι δὲ τήμερον καὶ τὰ ὅμοια ἐπισπώμενον ἴδια ταυτὶ λέγειν, ἀποστεροῦν με τῶν συγγεγενημένων καὶ συντεθραμμένων γραμμάτων, συνήθειαν ᾤμην καὶ οἰστὸν ἦν μοι τὸ ἄκουσμα καὶ οὐ πάνυ τι ἐδακνόμην ἐπʼ αὐτοῖς.
というのも、彼がわずかな言葉に手を出し、大胆にも τέτταρα や τετταράκοντα と言い、さらに τήμερον やそれに類するものを自分の所有物として引き込んでそのように言い、私から生まれを共にし共に育った文字を奪っていた間は、私はそれを習慣と思い、その響きも耐えられるものであって、それについてさほど苦痛に感じてはいなかったからです。