§22οὗτοι μὲν φιλοσόφων οἱ ἔνδοξοι.
这些是哲学家中闻名的人。
συγγραφέων δὲ Κτησίβιος μὲν ἐτῶν ἑκατὸν καὶ τεσσάρων ἐν περιπάτῳ ἐτελεύτησεν, ὡς Ἀπολλόδωρος ἐν τοῖς χρονικοῖς ἱστορεῖ.
在历史学家中,克特西比乌斯在散步时去世,享年一百零四岁,正如阿波罗多洛斯在《编年史》中所记载的那样。
Ἱερώνυμος δ’ ἐν πολέμοις γενόμενος καὶ πολλοὺς καμάτους ὑπομείνας καὶ τραύματα ἔζησεν ἔτη τέσσαρα καὶ ἑκατόν, ὡς Ἀγαθαρχίδης ἐν τῇ ἐνάτῃ τῶν περὶ τῆς Ἀσίας ἱστοριῶν λέγει, καὶ θαυμάζει γε τὸν ἄνδρα ὡς μέχρι τῆς τελευταίας ἡμέρας ἄρτιον ὄντα ἐν ταῖς συνουσίαις καὶ πᾶσι τοῖς αἰσθητηρίοις, μηδενὸς γενόμενον τῶν πρὸς ὑγίειαν ἐλλιπῆ.
而希罗尼穆斯经历过多场战争,忍受了许多劳苦和伤痛,活了一百零四岁,正如阿加塔尔基德斯在《亚洲史》第九卷中所说,并且他非常赞叹这个人直到生命最后一天在社交和所有感觉官能上都完好无损,没有缺少任何有利于健康的东西。
Ἑλλάνικος ὁ Λέσβιος ὀγδοήκοντα καὶ πέντε, καὶ Φερεκύδης ὁ Σύριος ὁμοίως ὀγδοήκοντα καὶ πέντε.
莱斯博斯的赫拉尼克斯活了八十五岁,叙罗斯的斐瑞居德斯同样活了八十五岁。
Τίμαιος ὁ Ταυρομενίτης ἓξ καὶ ἐνενήκοντα· Ἀριστόβουλος δὲ ὁ Κασανδρεὺς ὑπὲρ τὰ ἐνενήκοντα ἔτη λέγεται βεβιωκέναι, τὴν ἱστορίαν δὲ τέταρτον καὶ ὀγδοηκοστὸν ἔτος γεγονὼς ἤρξατο συγγράφειν, ὡς αὐτὸς ἐν ἀρχῇ τῆς πραγματείας λέγει.
陶罗梅尼翁的蒂迈欧活了九十六岁;而卡桑德里亚的阿里斯托布鲁斯据说活了九十岁以上,他是在八十四岁时开始撰写历史的,正如他自己在该著作的开头所说。
Πολύβιος δὲ ὁ Λυκόρτα Μεγαλοπολίτης ἀγρόθεν ἀνελθὼν ἀφʼ ἵππου κατέπεσεν καὶ ἐκ τούτου νοσήσας ἀπέθανεν ἐτῶν δύο καὶ ὀγδοήκοντα, Ὑψικράτης δὲ ὁ Ἀμισηνὸς συγγραφεὺς διὰ πολλῶν μαθημάτων γενόμενος ἔτη δύο καὶ ἐνενήκοντα.
而梅加洛波利斯人、吕科尔塔斯之子波利比乌斯,从乡下回来时从马上摔了下来,因此生病去世,享年八十二岁;阿米索斯的作家许普西克拉特斯,贯通了许多学问,活了九十二岁。
§23ῥητόρων δὲ Γοργίας, ὅν τινες σοφιστὴν καλοῦσιν, ἔτη ἑκατὸν ὀκτώ· τροφῆς δὲ ἀποσχόμενος ἐτελεύτησεν· ὅν φασιν ἐρωτηθέντα τὴν αἰτίαν τοῦ μακροῦ γήρως καὶ ὑγιεινοῦ ἐν πάσαις ταῖς αἰσθήσεσιν εἰπεῖν, διὰ τὸ μηδέποτε συμπεριενεχθῆναι ταῖς ἄλλων εὐωχίαις.
在修辞学家中,被一些人称为诡辩家的高尔吉亚活了一百零八岁,他因绝食而死;据说当他被问及在所有感官都健全的情况下获得长寿和健康的原因时,他说是因为他从未参与过别人的宴席。
Ἰσοκράτης ἓξ καὶ ἐνενήκοντα ἔτη γεγονὼς τὸν πανηγυρικὸν ἔγραφε λόγον, περὶ ἔτη δὲ ἑνὸς ἀποδέοντα ἑκατὸν γεγονὼς ὡς ᾔσθετο Ἀθηναίους ὑπὸ Φιλίππου ἐν τῇ περὶ Χαιρώνειαν μάχῃ νενικημένους, ποτνιώμενος τὸν Εὐριπίδειον στίχον προηνέγκατο εἰς ἑαυτὸν ἀναφέρων,
"Σιδώνιόν ποτʼ ἄστυ Κάδμος ἐκλιπών· "
καὶ ἐπειπὼν ὡς δουλεύσει ἡ Ἑλλάς, ἐξέλιπε τὸν βίον.
伊索克拉底在九十六岁时撰写了《节日颂词》,而在大约差一岁满一百岁时,当他得知雅典人在喀罗尼亚战役中被腓力击败时,他悲叹着引用了欧里庇得斯的诗行,以此自况: “昔日卡德摩斯离开西顿之城……” 并在补充说希腊将沦为奴隶之后,离开了人世。
Ἀπολλόδωρος δὲ ὁ Περγαμηνὸς ῥήτωρ, θεοῦ Καίσαρος Σεβαστοῦ διδάσκαλος γενόμενος καὶ σὺν Ἀθηνοδώρῳ τῷ Ταρσεῖ φιλοσόφῳ παιδεύσας αὐτόν, ἔζησεν ταὐτὰ τῷ Ἀθηνοδώρῳ ἔτη ὀγδοήκοντα δύο.
而佩尔加蒙的修辞学家阿波罗多洛斯,曾担任神圣奥古斯都凯撒的老师,并与塔尔苏斯的哲学家阿忒诺多鲁斯一起教育他,他与阿忒诺多鲁斯一样活了八十二岁。
Ποτάμων δὲ οὐκ ἄδοξος ῥήτωρ ἔτη ἐνενήκοντα.
此外,颇有名望的修辞学家波塔蒙活了九十岁。
§24Σοφοκλῆς ὁ τραγῳδοποιὸς ῥᾶγα σταφυλῆς καταπιὼν ἀπεπνίγη πέντε καὶ ἐνενήκοντα ζήσας ἔτη.
悲剧诗人索福克勒斯因吞下一颗葡萄而窒息,活了九十五岁而死。
οὗτος ὑπὸ Ἰοφῶντος τοῦ υἱέος ἐπὶ τέλει τοῦ βίου παρανοίας κρινόμενος ἀνέγνω τοῖς δικασταῖς Οἰδίπουν τὸν ἐπὶ Κολωνῷ, ἐπιδεικνύμενος διὰ τοῦ δράματος ὅπως τὸν νοῦν ὑγιαίνει, ὡς τοὺς δικαστὰς τὸν μὲν ὑπερθαυμάσαι, καταψηφίσασθαι δὲ τοῦ υἱοῦ αὐτοῦ μανίαν.
他在生命的尽头被儿子约丰以精神失常为由起诉,他向法官们朗读了《俄狄浦斯在殖民地》,通过这部戏剧表明自己的心智是健康的,以至于法官们对他赞叹不已,反而判定他的儿子是疯子。
§25Κρατῖνος δὲ ὁ τῆς κωμῳδίας ποιητὴς ἑπτὰ πρὸς τοῖς ἐνενήκοντα ἔτεσιν ἐβίωσε, καὶ πρὸς τῷ τέλει τοῦ βίου διδάξας τὴν Πυτίνην καὶ νικήσας μετʼ οὐ πολὺ ἐτελεύτα.
喜剧诗人克拉提诺斯活了九十七岁,并在生命尽头排演了《酒瓶》并获得胜利,不久后便去世了。
καὶ Φιλήμων δὲ ὁ κωμικός, ὁμοίως τῷ Κρατίνῳ ἑπτὰ καὶ ἐνενήκοντα ἔτη βιούς, κατέκειτο μὲν ἐπὶ κλίνης ἠρεμῶν, θεασάμενος δὲ ὄνον τὰ παρεσκευασμένα αὐτῷ σῦκα κατεσθίοντα ὥρμησε μὲν εἰς γέλωτα, καλέσας δὲ τὸν οἰκέτην καὶ σὺν πολλῷ καὶ ἀθρόῳ γέλωτι εἰπὼν προσδοῦναι τῷ ὄνῳ ἀκράτου ῥοφεῖν ἀποπνιγεὶς ὑπὸ τοῦ γέλωτος ἀπέθανεν.
而喜剧诗人菲莱盟和克拉提诺斯一样活了九十七岁,他静静地躺在床上,看到一头驴在吃为他准备的无花果,便哈哈大笑,他叫来仆人,在止不住的狂笑中说给驴再喂些烈酒喝,结果因笑得背过气而窒息身亡。
καὶ Ἐπίχαρμος δὲ ὁ τῆς κωμῳδίας ποιητὴς καὶ αὐτὸς ἐνενήκοντα καὶ ἑπτὰ ἔτη λέγεται βιῶναι.
喜剧诗人埃庇卡摩斯据说他自己也活了九十七岁。
§26Ἀνακρέων δὲ ὁ τῶν μελῶν ποιητὴς ἔζησεν ἔτη πέντε καὶ ὀγδοήκοντα, καὶ Στησίχορος δὲ ὁ μελοποιὸς ταὐτά, Σιμωνίδης δὲ ὁ Κεῖος ὑπὲρ τὰ ἐνενήκοντα.
抒情诗人阿那克里翁活了八十五岁,抒情诗人司苔西科罗斯也是如此,而凯奥斯的西摩尼得斯活了九十岁以上。
§27γραμματικῶν δὲ Ἐρατοσθένης μὲν ὁ Ἀγλαοῦ Κυρηναῖος, ὃν οὐ μόνον γραμματικόν, ἀλλὰ καὶ ποιητὴν ἄν τις ὀνομάσειεν καὶ φιλόσοφον καὶ γεωμέτρην, δύο καὶ ὀγδοήκοντα οὗτος ἔζησεν ἔτη.
在文法学家中,阿格劳斯之子、库勒涅的埃拉托斯特尼——人们不仅可以称他为文法学家,还可以称他为诗人、哲学家和几何学家——他活了八十二岁。
§28καὶ Λυκοῦργος δὲ ὁ νομοθέτης τῶν Λακεδαιμονίων πέντε καὶ ὀγδοήκοντα ἔτη ζῆσαι ἱστορεῖται.
此外,拉刻代蒙人的立法者莱库格斯据记载活了八十五岁。
§29τοσούτους ἐδυνήθημεν βασιλέας καὶ πεπαιδευμένους ἀθροῖσαι· ἐπεὶ δὲ ὑπεσχόμην καὶ Ῥωμαίων τινὰς καὶ τῶν τὴν Ἰταλίαν οἰκησάντων μακροβίων ἀναγράψαι, τούτους σοι, θεῶν βουλομένων, ἱερώτατε Κυίντιλλε, ἐν ἄλλῳ δηλώσομεν λόγῳ.
我们所能收集的长寿国王和受过教育的人就是这么多;但既然我曾许诺也要记述一些罗马人和居住在意大利的长寿者,若神明允准,最神圣的奎因蒂卢斯啊,我们将在另一篇论著中向你展示他们。