Humanitext Reader

ルキアノス · デモナクス §1-7

デモナクスの人柄と哲学的修養

1 / 6 箇所 · ギリシア語

要旨

著者は、肉体と精神の双方に優れた二人の人物、ソストラトスとデモナクスを紹介し、特にデモナクスについて、彼の生涯と哲学的態度、教育的影響を述べる。

§1Ἔμελλεν ἄρα μηδὲ ὁ καθʼ ἡμᾶς βίος τὸ παντάπασιν ἄμοιρος ἔσεσθαι ἀνδρῶν λόγου καὶ μνήμης ἀξίων, ἀλλὰ καὶ σώματος ἀρετὴν ὑπερφυᾶ καὶ γνώμην ἄκρως φιλόσοφον ἐκφαίνειν·
どうやら、われわれの時代の生もまた、言論や記憶に値する人々を全く欠くことにはならず、むしろ驚くべき肉体の徳と、極めて哲学的な精神を現す運命にあったようである。
λέγω δὲ εἴς τε τὸν Βοιώτιον Σώστρατον ἀναφέρων, ὃν Ἡρακλέα οἱ Ἕλληνες ἐκάλουν καὶ ᾤοντο εἶναι, καὶ μάλιστα εἰς Δημώνακτα τὸν φιλόσοφον, οὓς καὶ εἶδον αὐτὸς καὶ ἰδὼν ἐθαύμασα, θατέρῳ δὲ τῷ Δημώνακτι καὶ ἐπὶ μήκιστον συνεγενόμην.
すなわち、私がそう言うのは、ボイオティアのソストラトス(ギリシア人がヘラクレスと呼び、またそう信じていた人物)と、とりわけ哲学者のデモナクスを念頭に置いているからである。 彼らを私は自ら目にして驚嘆し、後者のデモナクスとは極めて長く交わった。
περὶ μὲν οὖν Σωστράτου ἐν ἄλλῳ βιβλίῳ γέγραπταί μοι καὶ δεδήλωται μέγεθός τε αὐτοῦ καὶ ἰσχύος ὑπερβολὴ καὶ ἡ ὕπαιθρος ἐν τῷ Παρνασσῷ δίαιτα καὶ ἡ ἐπίπονος εὐνὴ καὶ τροφαὶ ὄρειοι καὶ ἔργα οὐκ ἀπῳδὰ τοῦ ὀνόματος ὅσα ἢ λῃστὰς αἴρων ἔπραξεν ἢ ὁδοποιῶν τὰ ἄβατα ἢ γεφυρῶν τὰ δύσπορα.
ソストラトスについては、別の書物で私によって書かれ、彼の体格の大きさと力の並外れ、パルナッソス山での野外の生活、骨の折れる寝床、山の食べ物、そして名前に違わぬ業績(山賊を退治したことや、通行不能な場所を切り開いたこと、難所に橋を架けたことなど)が明らかにされている。
§2περὶ δὲ Δημώνακτος ἤδη δίκαιον λέγειν ἀμφοῖν ἕνεκα, ὡς ἐκεῖνος τε διὰ μνήμης εἴη τοῖς ἀρίστοις τό γε κατʼ ἐμὲ καὶ οἱ γενναιότατοι τῶν νέων καὶ πρὸς φιλοσοφίαν ὁρμῶντες ἔχοιεν μὴ πρὸς τὰ ἀρχαῖα μόνα τῶν παραδειγμάτων σφᾶς αὐτοὺς ῥυθμίζειν, ἀλλὰ κἀκ τοῦ ἡμετέρου βίου κανόνα προτίθεσαι καὶ ζηλοῦν ἐκεῖνον ἄριστον ὧν οἶδα ἐγὼ φιλοσόφων γενόμενον.
だがデモナクスについては、二つの理由から、今や語るのが当然である。 彼が私のなしうる限りにおいて最良の人々の記憶に留まるためであり、また若者の中でも最も優れた、哲学を志す人々が、古の模範のみに自分自身を合わせるのではなく、われわれの生からも基準を自らに掲げて、私の知る限り最も優れた哲学者となったあの人物を手本とし、見習うようにするためである。
§3ἦν δὲ τὸ μὲν γένος Κύπριος, οὐ τῶν ἀφανῶν ὅσα εἰς ἀξίωμα πολιτικὸν καὶ κτῆσιν.
彼の家系はキプロスであり、市民的威信と財産に関する限り、無名な一族ではなかった。
οὐ μὴν ἀλλὰ καὶ πάντων τούτων ὑπεράνω γενόμενος καὶ ἀξιώσας ἑαυτὸν τῶν καλλίστων πρὸς φιλοσοφίαν ὥρμησεν οὐκ Ἀγαθοβούλου μὰ Δίʼ οὐδὲ Δημητρίου πρὸ αὐτοῦ οὐδὲ Ἐπικτήτου ἐπεγειράντων, ἀλλὰ πᾶσι μὲν συνεγένετο τούτοις καὶ ἔτι Τιμοκράτει τῷ Ἡρακλεώτῃ σοφῷ ἀνδρὶ φωνήν τε καὶ γνώμην μάλιστα κεκοσμημένῳ· ἀλλʼ ὅ γε Δημῶναξ οὐχ ὑπὸ τούτων τινός, ὡς ἔφην, παρακληθείς, ἀλλʼ ὑπʼ οἰκείας πρὸς τὰ καλὰ ὁρμῆς καὶ ἐμφύτου πρὸς φιλοσοφίαν ἔρωτος ἐκ παίδων εὐθὺς κεκινημένος ὑπερεῖδεν μὲν τῶν ἀνθρωπείων ἀγαθῶν ἁπάντων, ὅλον δὲ παραδοὺς ἑαυτὸν ἐλευθερίᾳ καὶ παρρησίᾳ διετέλεσεν αὐτός τε ὀρθῷ καὶ ὑγιεῖ καὶ ἀνεπιλήπτῳ βίῳ χρώμενος καὶ τοῖς ὁρῶσι καὶ ἀκούουσι παράδειγμα παρέχων τὴν ἑαυτοῦ γνώμην καὶ τὴν ἐν τῷ φιλοσοφεῖν ἀλήθειαν.
しかしながら、これらのすべてを超越し、最も美しいものに自らを値するとみなして、彼は哲学へと赴いた。 アガトブロスや、彼の前のデメトリオス、あるいはエピクテトスが彼を駆り立てたのではなく(いや、彼はこれらすべての人々、さらにはヘラクレアの知者で、言葉と精神を最高に整えたティモクラテスとも交わったのだが)、デモナクスは、私が言ったように、これら誰一人に促されたのではなく、美しいものへの彼自身の内なる衝動と、子供の頃から直ちに突き動かされていた哲学への生まれつきの愛によって、人間的なあらゆる善を侮り、自らを完全に自由と率直さに捧げて生涯を送り、自ら正しく健やかで非難の余地のない生を送りつつ、見る人々や聞く人々に自らの精神と哲学における真理を模範として提供したのである。
§4οὐ μὴν ἀνίπτοις γε ποσίν, τὸ τοῦ λόγου, πρὸς ταῦτα ᾖξεν, ἀλλὰ καὶ ποιηταῖς σύντροφος ἐγένετο καὶ τῶν πλείστων ἐμέμνητο καὶ λέγειν ἤσκητο καὶ τὰς ἐν φιλοσοφίᾳ προαιρέσεις οὐκ ἐπʼ ὀλίγον οὐδὲ κατὰ τὴν παροιμίαν ἄκρῳ τῷ δακτύλῳ ἁψάμενος ἠπίστατο, καὶ τὸ σῶμα δὲ ἐγεγύμναστο καὶ πρὸς καρτερίαν διεπεπόνητο, καὶ τὸ ὅλον ἐμεμελήκει αὐτῷ μηδενὸς ἄλλου προσδεᾶ εἶναι·
とはいえ、俗に言うように「洗わぬ足で」これらに飛び込んだのではない。 むしろ詩人たちとも親しみ、その大部分を暗記しており、語ることを訓練し、哲学における諸学派の選択を、少なからず、あるいは諺に言うように「指の先で」触れる程度ではなく熟知していた。 さらに身体も鍛えられ、耐え忍ぶように訓練されており、総じて他にいかなるものも必要としないように自ら配慮していた。
ὥστε ἐπεὶ καὶ ἔμαθεν οὐκέτι ἑαυτῷ διαρκῶν, ἑκὼν ἀπῆλθε τοῦ βίου πολὺν ὑπὲρ αὑτοῦ λόγον τοῖς ἀρίστοις τῶν Ἑλλήνων καταλιπών.
そのため、もはや自分自身を支えきれなくなったと悟ったとき、自ら進んで生を去り、自分のことについての多くの優れた評判をギリシア人の最良の人々の間に残した。
§5φιλοσοφίας δὲ εἶδος οὐχ ἓν ἀποτεμόμενος, ἀλλὰ πολλὰς ἐς ταὐτὸ καταμίξας οὐ πάνυ τι ἐξέφαινε τίνι αὐτῶν ἔχαιρεν·
哲学の一つの分野を切り取るのではなく、多くのものを同じところに混ぜ合わせて、自分がそれらのどれを好んでいるのかを全く表さなかった。
ἐῴκει δὲ τῷ Σωκράτει μᾶλλον ᾠκειῶσθαι, εἰ καὶ τῷ σχήματι καὶ τῇ τοῦ βίου ῥᾳστώνῃ τὸν Σινωπέα ζηλοῦν ἔδοξεν, οὐ παραχαράττων τὰ εἰς τὴν δίαιταν, ὡς θαυμάζοιτο καὶ ἀποβλέποιτο ὑπὸ τῶν ἐντυγχανόντων, ἀλλʼ ὁμοδίαιτος ἅπασι καὶ πεζὸς ὢν καὶ οὐδʼ ἐπʼ ὀλίγον τύφῳ κάτοχος συνῆν καὶ συνεπολιτεύετο,
彼はむしろソクラテスに親近感を持っているように見えた。 たとえ、外見や生活の気楽さにおいてシノペの男を模倣しているように見えたとしてもである。 それは、出会う人々から驚嘆され、注目されるように暮らしぶりを偽造するためではなく、すべての人と同じ暮らしをし、飾らず、いささかも傲慢さに囚われることなく、交わり、共に市民生活を送るためであった。
§6τὴν μὲν τοῦ Σωκράτους εἰρωνείαν οὐ προσιέμενος, χάριτος δὲ Ἀττικῆς μεστὰς ἀποφαίνων τὰς συνουσίας, ὡς τοὺς προσομιλήσαντας ἀπιέναι μήτε καταφρονήσαντας ὡς ἀγεννοῦς μήτε τὸ σκυθρωπὸν τῶν ἐπιτιμήσεων ἀποφεύγοντας, παντοίους δὲ ὑπʼ εὐφροσύνης γενομένους καὶ κοσμιωτέρους παρὰ πολὺ καὶ φαιδροτέρους καὶ πρὸς τὸ μέλλον εὐέλπιδας.
ソクラテスのアイロニーは受け入れなかったが、その交わりをアッティカの優雅さに満ちたものとし、交わった人々が下劣な者として見下すことも、非難の陰鬱さから逃げ出すこともなく、喜びによって様々に変化し、はるかに品行方正になり、朗らかになり、未来に対して希望を抱くようになって立ち去るようにした。
§7οὐδεπώποτε γοῦν ὤφθη κεκραγὼς ἢ ὑπερδιατεινόμενος ἢ ἀγανακτῶν, οὐδʼ εἰ ἐπιτιμᾶν τῳ δέοι, ἀλλὰ τῶν μὲν ἁμαρτημάτων καθήπτετο, τοῖς δὲ ἁμαρτάνουσι συνεγίνωσκεν, καὶ τὸ παράδειγμα παρὰ τῶν ἰατρῶν ἠξίου λαμβάνειν τὰ μὲν νοσήματα ἰωμένων, ὀργῇ δὲ πρὸς τοὺς νοσοῦντας οὐ χρωμένων·
少なくとも、彼が叫んだり、激しく議論したり、怒ったりする姿は一度も見られず、誰かを非難する必要があるときでもそうであった。 むしろ過ちそのものは厳しく責めたが、過ちを犯す者に対しては寛容であり、医師たちから模範を取るのが当然だと考えていた。 医師は病気は治療するが、病んでいる人々に対して怒りを用いることはないからである。
ἡγεῖτο γὰρ ἀνθρώπου μὲν εἶναι τὸ ἁμαρτάνειν, θεοῦ δὲ ἢ ἀνδρὸς ἰσοθέου τὰ πταισθέντα ἐπανορθοῦν.
なぜなら、過ちを犯すのは人間の特徴であり、過ちを正すのは神、あるいは神に等しい人の特徴だと考えていたからである。

語釈・文法注

  1. §1Ἔμελλεν ἄρα μηδὲ ὁ καθʼ ἡμᾶς βίος τὸ παντάπασιν ἄμοιρος ἔσεσθαι — 動詞 ἔμελλεν は未来不定詞 ἔσεσθαι を伴い、「〜する運命にあった」「〜するはずであった」という過去における予定や必然性を表す。ἄμοιρος は属格 ἀνδρῶν を支配し、「〜を欠いている」の意。
  2. §2ὡς ἐκεῖνος τε διὰ μνήμης εἴη ... καὶ οἱ γενναιότατοι τῶν νέων ... ἔχοιεν — 接続詞 ὡς は目的節を導いており、主節の叙実描写(δίκαιον [ἐστί] 「当然である」)に対して過去形に準ずる主節の時制を受けて、従属節内で希求法(εἴη, ἔχοιεν)が用いられている。
  3. §3οὐκ Ἀγαθοβούλου μὰ Δίʼ οὐδὲ Δημητρίου πρὸ αὐτοῦ οὐδὲ Ἐπικτήτου ἐπεγειράντων — 属格独立構文(分詞 ἐπεγειράντων とその主語となる固有名詞群の属格)が用いられている。否定の οὐκ はこの独立構文全体に係る。
  4. §4οὐ μὴν ἀνίπτοις γε ποσίν, τὸ τοῦ λόγου, πρὸς ταῦτα ᾖξεν — ἀνίπτοις ποσίν は「洗わぬ足で」という慣用表現で、準備もなしに神聖な場所に立ち入る、あるいは物事に飛び込むことを意味する。挿入句 τὸ τοῦ λόγου(「俗に言うように」「いわゆる」)がこれを修飾している。
  5. §7ἡγεῖτο γὰρ ἀνθρώπου μὲν εἶναι τὸ ἁμαρτάνειν — 述語的な所有の属格(ἀνθρώπου)が、不定詞(τὸ ἁμαρτάνειν)を主語とする be動詞(εἶναι)の文で使われており、「過ちを犯すことは人間の特徴である(人間に属することである)」という意味を表す。

この箇所を引用する

ルキアノス, デモナクス §1-7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg008.humanitext-grc2:1-7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。