Humanitext Reader

ルキアノス · 蠅の讃歌 §1-5

蠅の身体的特徴と習性およびその勇気

1 / 2 箇所 · ギリシア語

要旨

著者は蝿の生態について、その身体の大きさと形状、美しい羽と特徴的な羽音、さらに吸盤状の吻などの解剖学的特異性を説明し、その発生サイクルや人間の共同生活、短命さと光への偏愛を描写したうえで、クモを避ける高い知性と、ホメロスがその不屈の勇気を讃えた文学的事例を提示する。

§1ἡ μυῖα ἔστι μὲν οὐ τὸ σμικροτάτον τῶν ὀρνέων, ὅσον ἐμπίσι καὶ κώνωψι καὶ τοῖς ἔτι λεπτοτέροις παραβάλλειν, ἀλλὰ τοσοῦτον ἐκείνων μεγέθει προὔχει ὅσον αὐτὴ μελίττης ἀπολείπεται.
蝿は鳥の中で最小のものではない。 ブヨや蚊や、それらよりさらに繊細なものと比較する限りにおいては、むしろそれらの大きさを凌駕すること、自身が蜜蜂に及ばないのと同様である。
ἐπτέρωται δὲ οὐ κατὰ τὰ αὐτὰ τοῖς ἄλλοις, ὡς τοῖς μὲν ἁπανταχόθεν κομᾶν τοῦ σώματος, τοῖς δὲ ὠκυπτέροις χρῆσθαι, ἀλλὰ κατὰ τὰς ἀκρίδας καὶ τέττιγας καὶ μελίττας ἐστὶν ὑμενόπτερος, τοσοῦτον ἁπαλώτερα ἔχουσα τὰ πτερὰ ὅσον τῆς Ἑλληνικῆς ἐσθῆτος ἡ Ἰνδικὴ λεπτοτέρα καὶ μαλακωτέρα·
他と同じようには羽が生えておらず、あるものは体のあちこちに羽毛を生やし、またあるものは速い羽を用いるといったようにはなっていない。 むしろ、バッタやセミや蜜蜂のように膜翅であり、インドの衣服がギリシアの衣服よりも薄く柔らかいのと同様に、それだけより柔らかな羽を持っている。
καὶ μὴν διήνθισται κατὰ τοὺς ταῶνας, εἴ τις ἀτενὲς βλέποι ἐς αὐτήν, ὁπόταν ἐκπετάσασα πρὸς τὸν ἥλιον πτερύσσηται.
さらに、もし人が彼女をじっと見つめるならば、彼女が羽を広げて太陽に向かって羽ばたいているときには、クジャクのように色鮮やかに飾られている。
§2ἡ δὲ πτῆσις οὔτε κατὰ τὰς νυκτερίδας εἰρεσίᾳ συνεχεῖ τῶν πτερῶν οὔτε κατὰ τὰς ἀκρίδας μετὰ πηδήματος οὔτε ὡς οἱ σφῆκες μετὰ ῥοιζήματος, ἀλλʼ εὐκαμπὴς πρὸς ὅ τι ἂν μέρος ὁρμήσῃ τοῦ ἀέρος.
その飛行は、コウモリのように羽の絶え間ない羽ばたきによるものでもなく、バッタのように跳躍を伴うものでもなく、スズメバチのように唸り音を伴うものでもない。 むしろ、空気のどの方向へ突進しようとも、自在に向きを変えられるものである。
καὶ μὴν κἀκεῖνο πρόσεστιν αὐτῇ, τὸ μὴ καθʼ ἡσυχίαν, ἀλλὰ μετʼ ᾠδῆς πέτεσθαι οὐκ ἀπηνοῦς οἵα κωνώπων καὶ ἐμπίδων, οὐδὲ τὸ βαρύβρομον τῶν μελιττῶν ἢ τῶν σφηκῶν τὸ φοβερὸν καὶ ἀπειλητικὸν ἐνδεικνυμένης, ἀλλὰ τοσοῦτόν ἐστι λιγυρωτέρα, ὅσον σάλπιγγος καὶ κυμβάλων αὐλοὶ μελιχρότεροι.
また、彼女には次のことも備わっている。 すなわち、静かにではなく、蚊やブヨのような不快なものではなく、また蜜蜂の重苦しい音やスズメバチの恐ろしく脅迫的な音を示すこともない、歌を伴って飛ぶということである。 むしろ、ラッパやシンバルよりも縦笛がそれだけ甘美であるように、彼女の音はそれほど澄んで響く。
§3τὸ δὲ ἄλλο σῶμα ἡ μὲν κεφαλὴ λεπτότατα τῷ αὐχένι συνέχεται καὶ ἔστιν εὐπεριάγωγος, οὐ συμπεφυκυῖα ὡς ἡ τῶν ἀκρίδων·
その他の身体について言えば、頭部は非常に細い首で繋がっており、自在に回転させることができ、バッタのように一体化してはいない。
ὀφθαλμοὶ δὲ προπετεῖς, πολὺ τοῦ κέρατος ἔχοντες·
目は突き出ており、角膜の性質を多く帯びている。
στέρνον εὐπαγές, καὶ ἐμπεφύκασιν αὐτῇ τῇ ἐντομῇ οἱ πόδες οὐ κατὰ τοὺς σφῆκας πάνυ ἐσφιγμένῃ.
胸部はがっしりしており、スズメバチのように非常にきつく締め付けられてはいないそのくびれに、脚が生えている。
ἡ γαστὴρ δὲ ὠχύρωται καὶ αὐτῇ καὶ θώρακι ἔοικεν ζώνας πλατείας καὶ φολίδας ἔχουσα.
腹部は頑丈に作られており、幅の広い帯とうろこを持ち、胸当てに似ている。
ἀμύνεται μέντοι οὐ κατὰ τοὐρροπύγιον ὡς σφὴξ καὶ μέλιττα, ἀλλὰ τῷ στόματι καὶ τῇ προβοσκίδι, ἣν κατὰ τὰ αὐτὰ τοῖς ἐλέφασι καὶ αὐτὴ ἔχουσα προνομεύει τε καὶ ἐπιλαμβάνεται καὶ προσφῦσα κατέχει κοτυληδόνι κατὰ τὸ ἄκρον ἐοικυῖαν.
しかし、スズメバチや蜜蜂のように尾部で身を守るのではなく、口と吻によってであり、彼女はその吻を、象と同じように持っていて、それによって餌を探し求め、また物を掴み、先端が吸盤に似ているその吻を密着させて保持する。
ἐκ δὲ αὐτῆς ὀδοὺς προκύπτει, ᾧ κεντοῦσα πίνει τοῦ αἵματος — πίνει μὲν γὰρ καὶ γάλακτος, ἡδὺ δὲ αὐτῇ καὶ τὸ αἷμα — οὐ μετὰ μεγάλης ὀδύνης τῶν κεντουμένων.
その中から一本の歯が突き出ており、それによって刺して血を吸う。 というのも、ミルクも飲むが、血もまた彼女にとって甘美だからである。 もっとも、刺された者たちに大きな痛みを与えることはない。
ἑξάπους δὲ οὖσα τοῖς μὲν τέσσαρσι βαδίζει μόνοις, τοῖς δὲ προσθίοις δυσὶ καὶ ὅσα χερσὶ χρῆται.
六本脚であるが、四本だけで歩き、前方の二本は手としてのあらゆる用途に用いる。
ἴδοις ἂν οὖν αὐτὴν ἐπὶ τεττάρων βεβηκυῖαν ἔχουσάν τι ἐν τοῖν χεροῖν μετέωρον ἐδώδιμον, ἀνθρωπίνως πάνυ καὶ καθʼ ἡμᾶς.
したがって、彼女が四本で立ち、両手の中に何か食べ物を持ち上げて持っているのを、まったく人間のように、我々と同じように見ることがあるだろう。
§4γίνεται δὲ οὐκ εὐθὺς τοιαύτη, ἀλλὰ σκώληξ τὸ πρῶτον ἤτοι ἐξ ἀνθρώπων ἢ ἄλλων ζῴων ἀποθανόντων·
彼女は最初からこのような姿になるのではなく、まずは死んだ人間や他の動物から生じる虫である。
εἶτα κατʼ ὀλίγον πόδας τε ἐκφέρει καὶ φύει τὰ πτερὰ καὶ ἐξ ἑρπετοῦ ὄρνεον γίνεται καὶ κυοφορεῖ δὲ καὶ ἀποτίκτει σκώληκα μικρὸν τὴν μυῖαν ὕστερον.
それから次第に脚を伸ばし、羽を生やし、這うものから這わないものへと変化し、そして自らも子を宿して小さな虫を産み、それが後に蝿となる。
σύντροφος δὲ ἀνθρώποις ὑπάρχουσα καὶ ὁμοδίαιτος καὶ ὁμοτράπεζος ἁπάντων γεύεται πλὴν ἐλαίου·
人間の同居人、かつ寝食を共にする者であって、オリーブ油を除いて、あらゆるものを味わう。
θάνατος γὰρ αὐτῇ τοῦτο πιεῖν.
というのも、これを飲むことは彼女にとって死だからである。
καὶ μέντοι ὠκύμορος οὖσα — πάνυ γὰρ ἐς στενὸν ὁ βίος αὐτῇ συμμεμέτρηται — τῷ φωτὶ χαίρει μάλιστα κἀν τούτῳ πολιτεύεται·
そしてまた、短命であって――彼女の寿命は実に狭い範囲に測り定められているので――光を最も喜び、その中で活動する。
νυκτὸς δὲ εἰρήνην ἄγει καὶ οὔτε πέτεται οὔτε ᾄδει, ἀλλʼ ὑπέπτηχε καὶ ἀτρεμεῖ.
夜には平和を保ち、飛ぶことも歌うこともしないで、身を潜めて静かにしている。
§5σύνεσιν δὲ οὐ μικρὰν αὐτῆς εἰπεῖν ἔχω, ὁπόταν τὸν ἐπίβουλον καὶ πολέμιον αὐτῇ τὸν ἀράχνην διαδιδράσκῃ·
彼女が、邪悪な企てを抱く敵であるクモから逃れるとき、私は彼女の並外れた知性について語ることができる。
λοχῶντά τε γὰρ ἐπιτηρεῖ καὶ ἀντίον αὐτῷ ὁρᾷ ἐκκλίνουσα τὴν ὁρμήν, ὡς μὴ ἁλίσκοιτο σαγηνευθεῖσα καὶ περιπεσοῦσα ταῖς τοῦ θηρίου πλεκτάναις.
待ち伏せしている彼を見張り、彼の方を正面から見据え、その襲撃を回避するのである、その獣の網に捕らえられ、罠に絡め取られて捕まらないように。
τὴν μὲν γὰρ ἀνδρίαν καὶ τὴν ἀλκὴν αὐτῆς οὐχ ἡμᾶς χρὴ λέγειν, ἀλλʼ ὃς μεγαλοφωνότατος τῶν ποιητῶν Ὅμηρος·
というのも、彼女の勇気と力については、私が語るべきではなく、詩人の中で最も高らかな声を持つホメロスが語るべきだからである。
τὸν γὰρ ἄριστον τῶν ἡρώων ἐπαινέσαι ζητῶν οὐ λέοντι ἢ παρδάλει ἢ ὑῒ τὴν ἀλκὴν αὐτοῦ εἰκάζει, ἀλλὰ τῷ θάρσει τῆς μυίας καὶ τῷ ἀτρέστῳ καὶ λιπαρεῖ τῆς ἐπιχειρήσεως·
彼は、英雄たちの中で最も優れた者を称賛しようとして、彼の力をライオンやヒョウや野猪に例えるのではなく、蝿の勇気と、その攻撃の不敵さと執拗さに例えている。
οὐδὲ γὰρ θράσος ἀλλὰ θάρσος φησὶν αὐτῇ προσεῖναι.
なぜなら、彼女に備わっているのは無謀さではなく、真の勇気であると彼は言っているからだ。
καὶ γὰρ εἰργομένη, φησίν, ὅμως οὐκ ἀφίσταται, ἀλλʼ ἐφίεται τοῦ δήγματος.
実際、たとえ追い払われても、と彼は言う、それでも退くことなく、刺すことを追い求めるのである。
οὕτω δὲ πάνυ ἐπαινεῖ καὶ ἀσπάζεται τὴν μυῖαν, ὥστε οὐχ ἅπαξ οὐδʼ ἐν ὀλίγοις μέμνηται αὐτῆς, ἀλλὰ πολλάκις·
彼はこれほどまでに蝿を称賛し、愛しているので、一度や二度ではなく、またごく稀にでもなく、たびたび彼女に言及している。
οὕτω κοσμεῖ τὰ ἔπη μνημονευομένη.
そのようにして、彼女が言及されることで、彼の詩は飾られているのである。
ἄρτι μὲν τὴν ἀγελαίαν πτῆσιν αὐτῆς ἐπὶ τὸ γάλα διέρχεται, ἄρτι δὲ τὴν Ἀθηνᾶν, ὁπότε τοῦ Μενέλεω τὸ βέλος ἀποκρούεται, ὡς μὴ ἐπὶ τὰ καιριώτατα ἐμπέσοι, εἰκάζων μητρὶ κηδομένῃ κοιμωμένου αὐτῇ τοῦ βρέφους, τὴν μυῖαν αὖθις ἐπεισάγει τῷ παραδείγματι.
ある時は、ミルクに群がる彼女たちの群れをなした飛行について詳細に語り、またある時は、アテナがメネラオスへの矢を、急所に当たらないようにと払い除けるのを、我が子が眠っているのを気遣う母親に例えながら、再びその喩えの中に蝿を導入している。
καὶ μὴν καὶ ἐπιθέτῳ καλλίστῳ αὐτὰς ἐκόσμησεν ἀδινὰς προσειπὼν καὶ τὴν ἀγέλην αὐτῶν ἔθνη καλῶν.
さらに、彼女たちを「群がるもの」と呼び、彼女たちの群れを「諸民族」と呼ぶことによって、最も美しい形容詞で彼女たちを飾っている。

語釈・文法注

  1. §1ὅσον ἐμπίσι καὶ κώνωψι καὶ τοῖς ἔτι λεπτοτέροις παραβάλλειν — 関係形容詞/副詞である `ὅσον` と不定詞 `παραβάλλειν` の組み合わせによる制限・限定の用法で、「〜と比較する限りにおいては」を意味する。
  2. §2ἐνδεικνυμένης — 女性単数属格の現在分詞であり、先行する名詞 `ᾠδῆς`(女性・単数・属格)を修飾する形容詞的(記述的)用法。したがって「〜を示すような(歌を伴って)」と訳出する。
  3. §3πολὺ τοῦ κέρατος ἔχοντες — 動詞 `ἔχω` が属格(部分属格)を支配し、「〜の性質を帯びている」という意味を表す。ここでは複眼の硬く透明な角膜状の物質(`κέρας`)を指し、「角の性質を多く帯びている」ことを示す。
  4. §3κοτυληδόνι κατὰ τὸ ἄκρον ἐοικυῖαν — 女性単数対格の完了分詞 `ἐοικυῖαν`(`ἔοικα` より)は、関係節内の動詞 `κατέχει` の直接目的語である関係代名詞 `ἣν`(先行詞は女性名詞である「吻」`προβοσκίς`)を修飾し、「その先端において吸盤に似た(吻を)」という構造を成す。
  5. §5ὡς μὴ ἁλίσκοιτο — 目的節(`ὡς μή` + 希求法)。主節の動詞 `ἐπιτηρεῖ` や `ὁρᾷ` が歴史的現在(内容上は過去の出来事)であるため、時制の一致(歴史的副時制のあと)により接続法(`ἁλίσηται`)ではなく希求法(`ἁλίσκοιτο`)が選択されている。

この箇所を引用する

ルキアノス, 蠅の讃歌 §1-5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg006.humanitext-grc2:1-5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。