§20.95.1Δημήτριος δὲ τῶν τε μηχανῶν αὐτῷ τέλος ἐχουσῶν καὶ τοῦ πρὸς τὸ τεῖχος τόπου παντὸς ἀνακαθαρθέντος τὴν μὲν ἑλέπολιν μέσην ἔστησε, τὰς δὲ χωστρίδας χελώνας ἐπιδιεῖλεν, οὔσας ὀκτώ·
デメトリオスは、兵器が完成し、城壁へと至る土地がすべて整地されたので、ヘレポリスを中央に据え、八基あった盛土用亀甲を分配配置した。
κατέστησεν δʼ εἰς ἑκάτερον μέρος τῆς μηχανῆς τέτταρας καὶ τούτων ἑκάστῃ συνῆψεν στοὰν μίαν εἰς τὸ δύνασθαι μετʼ ἀσφαλείας ἐπιτελεῖν τὸ προσταττόμενον τοὺς εἰσιόντας τε καὶ πάλιν ἐξιόντας, κριοφόρους δὲ δύο πολλαπλασίας τοῖς μεγέθεσιν·
彼はこの攻城兵器の両側にそれぞれ四基を配置し、これら各々に一つの回廊を連結させた。 中に入る者や再び出ていく者たちが、安全に、命じられた任務を遂行できるようにするためである。 さらに彼は、大きさが何倍もある二基の破城槌車を配置した。
εἶχε γὰρ ἑκατέραν πηχῶν ἑκατὸν εἴκοσι, σεσιδηρωμένην καὶ τὴν ἐμβολὴν ἔχουσαν παραπλησίαν νεὼς ἐμβόλῳ, καὶ προωθουμένην μὲν εὐκινήτως, ὑπότροχον δὲ καὶ τὴν ἐναγώνιον ἐνέργειαν λαμβάνουσαν δι’ ἀνδρῶν οὐκ ἐλαττόνων ἢ χιλίων.
これらは各々が長さ百二十プキュスあり、鉄で補強され、船の衝角に似た突起を備えていた。 そして、容易に前進させることができ、車輪を備えており、戦闘時におけるその駆動には、千人を下らない男たちが動員された。
§20.95.2μέλλων δὲ προσάγειν τὰς μηχανὰς τοῖς τείχεσι τοὺς μὲν πετροβόλους καὶ τοὺς ὀξυβελεῖς παρήνεγκε τῆς ἑλεπόλεως εἰς ἑκάστην στέγην τοὺς ἁρμόζοντας,
彼は兵器を城壁に接近させようとする際、石弾投射機や矢投射機のうち、適切なものをヘレポリスの各階層へと運ばせた。
§20.95.3ἐπὶ δὲ τοὺς λιμένας καὶ τοὺς πλησίον τόπους ἀπέστειλε τὴν ναυτικὴν δύναμιν, πρὸς δὲ τὸ λοιπὸν τεῖχος τὸ δυνάμενον προσβολὰς δέξασθαι τὸ πεζὸν στρατόπεδον ἐπιδιεῖλεν.
また港湾とその付近の場所に対しては海軍力を派遣し、残りの城壁のうち攻撃を受けうる箇所に対しては歩兵部隊を分配配置した。
§20.95.4ἔπειτα δὲ πρὸς ἓν παρακέλευσμα καὶ σημεῖον πάντων συναλαλαξάντων πανταχόθεν τῇ πόλει προσβολὰς ἐποιεῖτο.
その後、一つの号令と合図によって全員が同時に鬨の声を上げ、あらゆる方向から市に対して攻撃を加えた。
διασείοντος δʼ αὐτοῦ τοῖς κριοῖς καὶ τοῖς πετροβόλοις τὰ τείχη παρεγενήθησαν Κνιδίων πρέσβεις, ἀξιοῦντες ἐπισχεῖν καὶ πείσειν ἐπαγγελλόμενοι τοὺς Ῥοδίους δέχεσθαι τὰ δυνατώτατα τῶν προσταγμάτων.
彼が破城槌と石弾投射機で城壁を揺るがしている最中に、クニドス人の使節たちが到着し、戦闘を一時停止するよう求めて、ロードス人たちを説得して要求のうち可能な限りを受け入れさせると約束した。
§20.95.5ἀνέντος δὲ τοῦ βασιλέως καὶ τῶν πρέσβεων δεῦρο κἀκεῖσε πολλὰ διαλεχθέντων πέρας οὐ δυναμένων συμφωνῆσαι πάλιν ἐνηργεῖτο τὰ τῆς πολιορκίας.
王が攻撃を緩め、使節たちが両者の間を往復して多くの交渉を重ねたものの、結局は合意に達することができず、包囲戦は再び精力的に進められた。
καὶ Δημήτριος μὲν κατέβαλε τὸν στερεώτατον τῶν πύργων, ᾠκοδομημένον ἐκ λίθων τετραπέδων, καὶ μεσοπύργιον ὅλον διέσεισεν, ὥστε μὴ δύνασθαι τοὺς ἐν τῇ πόλει πάροδον ἔχειν ἐπὶ τὰς ἐπάλξεις κατὰ τοῦτον τὸν τόπον.
そしてデメトリオスは、方形の石で築かれた最も頑丈な塔を倒し、城壁間全体を揺るがしたため、市内の者たちはこの場所において胸壁へと通じる通路を失うことになった。