§20.92.1διόπερ τῇ πολυχειρίᾳ τάχιον τῆς προσδοκίας ἁπάντων ἐπιτελουμένων φοβερὸς ἦν ὁ Δημήτριος τοῖς Ῥοδίοις.
それゆえ、人手の多さによって、すべての人の予想よりも迅速に諸々の作業が完成されていったので、デメトリオスはロードス人たちにとって恐るべき存在となった。
οὐ μόνον γὰρ τὰ μεγέθη τῶν μηχανῶν καὶ τὸ πλῆθος τῆς ἠθροισμένης δυνάμεως ἐξέπληττεν αὐτούς, ἀλλὰ καὶ τὸ τοῦ βασιλέως βίαιον καὶ φιλότεχνον ἐν ταῖς πολιορκίαις.
なぜなら、これら兵器の巨大さや、集められた軍勢の多さが彼らを圧倒しただけでなく、攻城戦におけるこの王の容赦なさと技術への傾倒もまた、彼らを驚愕させたからである。
§20.92.2εὐμήχανος γὰρ ὢν καθʼ ὑπερβολὴν ἐν ταῖς ἐπινοίαις καὶ πολλὰ παρὰ τὴν τῶν ἀρχιτεκτόνων τέχνην παρευρίσκων ὠνομάσθη μὲν πολιορκητής, τὴν δʼ ἐν ταῖς προσβολαῖς ὑπεροχὴν καὶ βίαν τοιαύτην εἶχεν ὥστε δόξαι μηδὲν οὕτως ὀχυρὸν εἶναι τεῖχος ὃ δύναιτʼ ἂν τὴν ἀπʼ ἐκείνου τοῖς πολιορκουμένοις ἀσφάλειαν παρέχεσθαι.
というのも、彼は計画において極めて才知に富み、建築家たちの技術を超えて多くのものを独自に考案したため、一方では「攻城者」と名付けられたが、他方では、攻撃におけるその卓越性と力強さは、彼からの攻撃に対して、包囲されている者たちに安全を提供できるほど頑強な壁など何一つ存在しないと思われるほどであったからである。
§20.92.3ἦν δὲ καὶ κατὰ τὸ μέγεθος τοῦ σώματος καὶ κατὰ τὸ κάλλος ἡρωικὸν ἀποφαίνων ἀξίωμα, ὥστε καὶ τοὺς ἀφικνουμένους τῶν ξένων θεωροῦντας εὐπρέπειαν κεκοσμημένην ὑπεροχῇ βασιλικῇ θαυμάζειν καὶ παρακολουθεῖν ἐν ταῖς ἐξόδοις ἕνεκεν τῆς θέας.
彼はまた、体の大きさにおいても美しさにおいても英雄的な気品を示しており、その結果、到着した異邦人たちでさえ、王者の卓越性によって飾られたその端麗さに目を見張り、ただ彼を見るために、その外出に付き従って歩くほどであった。
§20.92.4ἐπὶ δὲ τούτοις ὑπῆρχε καὶ τῇ ψυχῇ μετέωρος καὶ μεγαλοπρεπὴς καὶ καταφρονῶν οὐ τῶν πολλῶν μόνον, ἀλλὰ καὶ τῶν ἐν ταῖς δυναστείαις ὄντων, καὶ τὸ πάντων ἰδιώτατον, κατὰ μὲν τὴν εἰρήνην ἐν μέθαις διέτριβε καὶ συμποσίοις ἔχουσιν ὀρχήσεις καὶ κώμους καὶ τὸ σύνολον ἐζήλου τὴν μυθολογουμένην ποτὲ γενέσθαι κατʼ ἀνθρώπους τοῦ Διονύσου διάθεσιν, κατὰ δὲ τοὺς πολέμους ἐνεργὸς ἦν καὶ νήφων, ὥστε παρὰ πάντας τοὺς ἐργατευομένους ἐναγώνιον παρέχεσθαι τὸ σῶμα καὶ τὴν ψυχήν.
これらに加え、彼は精神においても気高く、度量が広く、民衆だけでなく権力の座にある者たちをも見下していた。 そして何よりも奇妙なことには、平時には泥酔や、踊りやどんちゃん騒ぎを伴う宴会の中で時を過ごし、概して、かつて人間の間に現れたと神話で語られるディオニュソスのあり方を模倣していたが、戦時には精力的で冷静であり、その結果、事業に携わる他のあらゆる者たちを凌いで、自らの肉体と精神を戦いに傾注していた。
§20.92.5ἐπὶ γὰρ τούτου βέλη τὰ μέγιστα συνετελέσθη καὶ μηχαναὶ παντοῖαι πολὺ τὰς παρὰ τοῖς ἄλλοις γενομένας ὑπεραίρουσαι·
実際、彼の時代に、最大の投射兵器や、他人のもとで作られたものを遥かに凌駕するあらゆる種類の兵器が完成されたのである。
καὶ σκάφη δὲ μέγιστα καθείλκυσεν οὗτος μετὰ τὴν πολιορκίαν ταύτην καὶ τὴν τοῦ πατρὸς τελευτήν.
また、この包囲戦の後、そして父の死の後に、彼は極めて巨大な船をも進水させた。