§20.91.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Φερεκλῆς, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν διεδέξαντο Πόπλιος Σεμπρώνιος καὶ Πόπλιος Σολπίκιος, ὀλυμπιὰς δʼ ἤχθη παρὰ τοῖς Ἠλείοις ἐνάτη πρὸς ταῖς ἑκατὸν δέκα, καθʼ ἣν ἐνίκα στάδιον Ἀνδρομένης Κορίνθιος.
1年が経過したとき、アテナイではフェレクレスがアルコンであり、ローマではプブリウス・センプロニウスとプブリウス・スルピキウスが執政官職を継承し、エリース人たちのもとでは第119回オリンピア競技会が開催され、この大会においてコリントスのアンドロメネスがスタディオン競走で優勝した。
ἐπὶ δὲ τούτων Δημήτριος μὲν Ῥόδον πολιορκῶν, ἐπὶ ταῖς κατὰ θάλατταν προσβολαῖς ἀποτυγχάνων, ἀπὸ τῆς γῆς διέγνω τὰς ἐπιθέσεις ποιεῖσθαι.
これらの者たちの任期中に、デメトリオスは、ロードスを包囲攻撃していたが、海上からの攻撃で失敗していたため、陸から攻撃を行うことを決意した。
§20.91.2παρασκευασάμενος οὖν ὕλης παντοίας πλῆθος κατεσκεύασε μηχανὴν τὴν καλουμένην ἑλέπολιν, ὑπεραίρουσαν πολὺ τῷ μεγέθει τῶν πρὸ αὐτῆς γενομένων.
そこで彼はあらゆる種類の木材を大量に用意し、ヘレポリスと呼ばれる攻城兵器を製作したが、それは大きさにおいてそれ以前に作られたものより遥かに勝っていた。
ἐσχαρίου γὰρ ὄντος τετραγώνου τὴν μὲν πλευρὰν ἑκάστην ὑπεστήσατο πηχῶν σχεδὸν πεντήκοντα, συμπεπηγυῖαν ἐκ τετραγώνων ξύλων σιδήρῳ δεδεμένων·
台座が正方形であったため、彼は各辺をほぼ50キュビットとし、鉄で補強された四角い木材から組み立てた。
τὴν δὲ ἀνὰ μέσον χώραν διέλαβε δοκοῖς ἀλλήλων ἀπεχούσαις ὡσανεὶ πῆχυν, ὅπως παράστασις ᾖ τοῖς προωθεῖν τὴν μηχανὴν μέλλουσιν.
そして中間の空間を、互いにほぼ1キュビットの間隔をあけた梁で仕切ったが、これはこの兵器を前方へ押し進める予定の人々が立つ足場とするためであった。
§20.91.3τὸ δὲ πᾶν βάρος ἦν ὑπότροχον, στερεοῖς καὶ μεγάλοις ὀκτὼ τροχοῖς ὑπειλημμένον·
全体の重い構造物は車輪付きであり、頑丈で巨大な8つの車輪で支えられていた。
τὰ γὰρ πάχη τῶν ἀψίδων ὑπῆρχε πηχῶν δυεῖν, σεσιδηρωμένα λεπίσιν ἰσχυραῖς.
外輪の厚さは2キュビットあり、強力な鉄板で覆われていたからである。
πρὸς δὲ τὴν ἐκ πλαγίας μετάθεσιν ἦσαν ἀντίστρεπτα πεπραγματευμένα, δι’ ὧν ἡ πᾶσα μηχανὴ ῥᾳδίως παντοίαν ὑπελάμβανε κίνησιν.
また、横方向への方向転換のために、それらは自在に回転するように作られており、それらによって、兵器全体が容易にあらゆる方向への動きを行うことができた。
§20.91.4ἐκ δὲ τῶν γωνιῶν ὑπῆρχον κίονες ἴσοι τῷ μήκει, βραχὺ λείποντες τῶν ἑκατὸν πηχῶν, οὕτως συννενευκότες εἰς ἀλλήλους ὡς τοῦ παντὸς κατασκευάσματος ὄντος ἐννεαστέγου τὴν μὲν πρώτην στέγην ὑπάρχειν ἀκαινῶν τεσσαράκοντα τριῶν, τὴν δʼ ἀνωτάτω ἐννέα.
四隅からは長さの等しい柱が立ち上がっており、それらは100キュビットに僅かに及ばない高さで、互いに内側へ向けて傾斜していたため、構造物全体が9階建てとなり、第1階は43アカエナ、最上階は9アカエナとなった。
§20.91.5τὰς δὲ τρεῖς ἐπιφανεῖς πλευρὰς τῆς μηχανῆς ἔξωθεν συνεκάλυψε λεπίσι σιδηραῖς καθηλωμέναις, ἵνα μηδὲν ὑπὸ τῶν πυρφόρων βλάπτηται.
この兵器の外側に露出する3つの側面を、彼は鋲留めされた鉄板で覆ったが、これは火のついた投射物によって何一つ損害を受けないようにするためであった。
θυρίδας δʼ εἶχον αἱ στέγαι κατὰ πρόσωπον, τοῖς μεγέθεσι καὶ τοῖς σχήμασι πρὸς τὰς ἰδιότητας τῶν μελλόντων ἀφίεσθαι βελῶν ἁρμοζούσας.
各階の前面には窓があり、それらは発射される予定の投射物の特性に合わせた大きさと形状をしていた。
§20.91.6αὗται δὲ εἶχον καλύμματα διὰ μηχανῆς ἀνασπώμενα, διʼ ὧν ἀσφάλειαν ἐλάμβανον οἱ κατὰ τὰς στέγας περὶ τὴν ἄφεσιν τῶν βελῶν ἀναστρεφόμενοι·
これらの窓には、装置によって引き上げられるカバーが備わっており、それらによって、各階で投射物の発射に従事している者たちは安全を確保していた。
ἦσαν μὲν γὰρ ἐκ βυρσῶν περιερραμμένα, πλήρη δὲ ἐρίων, εἰς τὸ τῇ πληγῇ ἐνδιδόναι τῶν λιθοβόλων.
というのも、それらは革を縫い合わせて作られており、石投機の衝撃を和らげるために羊毛が詰められていたからである。
§20.91.7ἑκάστη δὲ τῶν στεγῶν εἶχε δύο κλίμακας πλατείας, ὧν τῇ μὲν πρὸς τὴν ἀνακομιδὴν τῶν χρησίμων, τῇ δὲ πρὸς τὴν κατάβασιν ἐχρῶντο πρὸς τὸ χωρὶς θορύβου πᾶν ὑπηρετεῖσθαι.
各階には2つの広い階段があり、そのうちの一方は必要な物資を運び上げるために、他方は降りるために使われたが、これは混乱なくすべての作業が行われるためであった。
οἱ δὲ μέλλοντες κινήσειν τὴν μηχανὴν ἐξελέχθησαν ἐξ ἁπάσης τῆς δυνάμεως οἱ ταῖς ῥώμαις διαφέροντες ἄνδρες τρισχίλιοι καὶ τετρακόσιοι·
この兵器を動かす予定の者たちとしては、全軍の中から体力の優れた男たち3400人が選抜された。
§20.91.8τούτων δʼ οἱ μὲν ἐντὸς ἀποληφθέντες, οἱ δʼ ἐκ τῶν ὄπισθεν μερῶν παριστάμενοι προεώθουν, πολλὰ τῆς τέχνης συνεργούσης εἰς τὴν κίνησιν.
彼らのうち、一部は内部に収容され、他の一部は後方に位置して前方へ押したが、技術がその移動を大いに助けていた。
κατεσκεύασε δὲ καὶ χελώνας τὰς μὲν χωστρίδας, τὰς δὲ κριοφορους καὶ στοὰς διʼ ὧν ἔμελλον οἱ τοῖς ἔργοις προσιόντες ἐλεύσεσθαι καὶ πάλιν ἐπιστρέψειν ἀσφαλῶς.
彼はまた、壕を埋めるための移動式防護小屋や、破城槌を搭載した移動式防護小屋、さらには作業に近づく者たちが安全に行き来できるための通路を製作した。
τοῖς δʼ ἐκ τῶν νεῶν πληρώμασιν ἀνεκάθαρε τὸν τόπον ἐπὶ σταδίους τέτταρας, διʼ ὧν ἔμελλεν προσάξειν τὰς κατασκευασθείσας μηχανάς, ὥστε γίνεσθαι τὸ ἔργον ἐπὶ μῆκος μεσοπυργίων ἓξ καὶ πύργων ἑπτά.
また、船の乗組員たちを使って、4スタディオンにわたって地面を平らにし、彼が製作したこれらの攻城兵器を近づけることができるようにした。
τὸ δʼ ἠθροισμένον πλῆθος τῶν τεχνιτῶν καὶ τῶν τοῖς ἔργοις προσιόντων οὐ πολὺ ἐλείπετο τῶν τρισμυρίων.
その結果、作業は6つの幕壁と7つの塔の長さにわたって展開されることになった。 集められた職人や作業に従事する人々の総数は、3万人に僅かに及ばないほどであった。