Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §20.60.1-20.60.8

アルカガトスの軍勢分割と二部隊の壊滅

248 / 301 箇所 · ギリシア語

要旨

カルタゴ軍の分散に対抗してアルカガトスも自軍を分割するが、内陸部ではハンノンがアイスクリオンの軍勢を急襲して破り、上流地域ではヒミルコンの欺瞞作戦によりエウマコスの軍勢がほぼ全滅する。

§20.60.1ἀνέτρεχον εἰς τὴν προϋπάρχουσαν φιλίαν.
以前の友好関係に戻っていった。
ὁ δʼ Ἀρχάγαθος ὁρῶν διειλημμένην ἅπασαν τὴν Λιβύην πολεμίοις στρατοπέδοις καὶ αὐτὸς διεῖλε τὴν δύναμιν καὶ μέρος μὲν ἐξέπεμψεν εἰς τὴν παραθαλάττιον, τῆς δʼ ἄλλης στρατιᾶς ἣν μὲν Αἰσχρίωνι παραδοὺς ἐξέπεμψεν, ἧς δʼ αὐτὸς ἡγεῖτο, καταλιπὼν τὴν ἱκανὴν φυλακὴν ἐπὶ τοῦ Τύνητος.
しかしアルカガトスは、リビュア全土が敵の軍勢によって分断されているのを見て、彼自身も軍を分割し、一部を沿岸地域へと送り出し、残りの軍勢のうち、ある部分はアイスクリオンに引き渡して送り出し、別の部分は自ら率い、チュネスに十分な守備隊を残した。
§20.60.2τοσούτων δὲ στρατοπέδων ἐπὶ τῆς χώρας πανταχῇ πλαζομένων καὶ προσδοκωμένης ἔσεσθαι πραγμάτων ὁλοσχεροῦς μεταβολῆς ἅπαντες ἠγωνίων,
これほど多くの軍勢が地方のいたるところを徘徊し、情勢の全面的な変化が予想される中で、誰もが不安を募らせていた。
§20.60.3καραδοκοῦντες τὸ τέλος τῶν ἀποβησομένων.
何が起こるか、その結果をかたずをのんで見守りながら。
Ἄννων μὲν οὖν ἡγούμενος τοῦ κατὰ τὴν μεσόγειον στρατοπέδου θεὶς ἐνέδραν τοῖς περὶ τὸν Αἰσχρίωνα καὶ παραδόξως ἐπιθέμενος ἀνεῖλε πεζοὺς μὲν πλείους τῶν τετρακισχιλίων, ἱππεῖς δὲ περὶ διακοσίους, ἐν οἷς ἦν καὶ αὐτὸς ὁ στρατηγός·
さて、内陸の軍を率いるハンノンは、アイスクリオンの周囲の者たちに伏兵を設け、不意を突いて攻撃し、歩兵四千人以上、騎兵約二百人を殺害した。 その中には将軍自身も含まれていた。
τῶν δʼ ἄλλων οἱ μὲν ἥλωσαν, οἱ δὲ διεσώθησαν πρὸς Ἀρχάγαθον, ἀπέχοντα σταδίους πεντακοσίους.
残りの者のうち、ある者は捕らえられ、他の者は五百スタディオン離れたところにいたアルカガトスの元へ逃げ延びた。
§20.60.4Ἰμίλκων δʼ ἐπὶ τοὺς ἄνω τόπους στρατεύειν ἀποδειχθεὶς τὸ μὲν πρῶτον ἐφήδρευε τῇ πόλει πρὸς τὸν Εὔμαχον, ἐφελκόμενον βαρὺ τὸ στρατόπεδον διὰ τὰς ἐκ τῶν ἁλουσῶν πόλεων ὠφελείας.
一方、上流地域へと遠征するように任命されたヒミルコンは、最初はエウマコスに備えて都市に留まって待ち伏せをしていた。 エウマコスは、占領した諸都市からの略奪品のせいで、鈍重になった軍を率いていた。
§20.60.5μετὰ δὲ ταῦτα τῶν Ἑλλήνων ἐκταξάντων τὴν δύναμιν καὶ προκαλουμένων εἰς μάχην Ἰμίλκων μέρος μὲν τῆς στρατιᾶς κατέλιπε διεσκευασμένον ἐν τῇ πόλει, διακελευσάμενος, ὅταν αὐτὸς ἀναχωρῇ προσποιούμενος φεύγειν, ἐπεξελθεῖν τοῖς ἐπιδιώκουσιν·
その後、ギリシア人たちが軍勢を整列させて戦いを挑んできたとき、ヒミルコンは軍の一部を武装させた状態で都市に残し、自分が退却を装って逃げるふりをしたときには、追撃してくる者たちに対して撃って出るようにと命令した。
αὐτὸς δὲ προαγαγὼν τοὺς ἡμίσεις τῶν στρατιωτῶν καὶ μικρὸν πρὸ τῆς παρεμβολῆς συνάψας μάχην εὐθὺς ἔφευγεν ὡς καταπεπληγμένος.
そして、彼自身は兵士の半数を進め、陣営の少し前で交戦すると、すぐに恐れおののいたかのように逃走した。
§20.60.6οἱ δὲ περὶ τὸν Εὔμαχον ἐπαρθέντες τῇ νίκῃ καὶ τῆς τάξεως οὐδὲν φροντίσαντες ἐδίωκον καὶ τεθορυβημένως τῶν ὑποχωρούντων ἐξήπτοντο·
エウマコスとその周囲の者たちは勝利に沸き立ち、隊列を全く気にせずに追撃し、混乱した状態で退却する敵に襲いかかった。
ἄφνω δὲ καθʼ ἕτερον μέρος τῆς πόλεως ἐκχυθείσης τῆς δυνάμεως κατεσκευασμένης καὶ πλήθους ἱκανοῦ πρὸς ἓν παρακέλευσμα συναλαλάξαντος κατεπλάγησαν.
しかし突然、武装した軍勢が都市の別の場所からなだれ込み、十分な大軍が一斉にときの声を上げると、彼らは恐れおののいた。
§20.60.7ἐμβαλόντων οὖν τῶν βαρβάρων εἰς ἀσυντάκτους καὶ πεφοβημένους διὰ τὸ παράδοξον, ταχὺ τροπὴν συνέβη γενέσθαι τῶν Ἑλλήνων.
それゆえ、不意の出来事に隊列を乱し、恐怖した人々に対して、異民族が襲いかかったため、ギリシア人たちの敗走は速やかに起こる結果となった。
ὑποτεμομένων δὲ τῶν Καρχηδονίων τὴν εἰς τὴν στρατοπεδείαν ἀποχώρησιν τῶν πολεμίων ἠναγκάσθησαν οἱ περὶ τὸν Εὔμαχον καταφυγεῖν ἐπὶ τὸν πλησίον λόφον ὕδατος σπανίζοντα.
カルタゴ人たちが敵の陣営への退路を断ったため、エウマコスとその周囲の者たちは、水の乏しい近くの丘へと逃げ込まざるを得なくなった。
§20.60.8περιστρατοπεδευσάντων δὲ τὸν τόπον τῶν Φοινίκων ἅμα μὲν ὑπὸ τοῦ δίψους καταπονηθέντες, ἅμα δʼ ὑπὸ τῶν πολεμίων κρατούμενοι σχεδὸν ἅπαντες ἀνῃρέθησαν·
フェニキア人たちがその場所を包囲したため、一方では渇きに苦しめられ、他方では敵に圧倒されて、ほぼ全員が殺害された。
ἀπὸ μὲν γὰρ πεζῶν ὀκτακισχιλίων τριάκοντα μόνον διεσώθησαν, ἀπὸ δʼ ἱππέων ὀκτακοσίων τετταράκοντα διέφυγον τὸν κίνδυνον.
というのも、歩兵八千人のうち生き残ったのはわずか三十人であり、騎兵八百人のうち危険を免れたのは四十人だけだったからである。

語釈・文法注

  1. 20.60.1τῆς δʼ ἄλλης στρατιᾶς ἣν μὲν ... ἧς δʼ ... — 部分属格である τῆς δʼ ἄλλης στρατιᾶς に対し、相関的な関係関係節 ἣν μὲν ... ἧς δʼ ... が並列されている。前者の節の ἣν は他動詞 ἐξέπεμψεν の対格直接目的語、後者の節の ἧς は属格を支配する動詞 ἡγεῖτο の目的語(属格)となり、それぞれの文脈に応じた格変化(異格並列)が生じている。
  2. 20.60.4ἐφήδρευε τῇ πόλει πρὸς τὸν Εὔμαχον — 動詞 ἐφεδρεύω は「〜に対して待ち伏せる、警戒して待機する」の意。与格 τῇ πόλει は「都市に拠って/留まって」という場所、あるいは「都市を(監視対象として)待ち伏せて」という関与の与格として機能する。ここでは、略奪品で重荷を負ったエウマコスの軍勢に備え、ヒミルコンがある都市に留まって機を窺っていた状況を示す。
  3. 20.60.4ἐφελκόμενον βαρὺ τὸ στρατόπεδον — 分詞 ἐφελκόμενον は中動相現在分詞(対格男性単数)で、先行する τὸν Εὔμαχον を修飾する。βαρὺ は形容詞中性単数形が副詞的に用いられたもので、τὸ στρατόπεδον(軍勢)を「重々しく/鈍重に引き連れて」の意を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §20.60.1-20.60.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.60.1-20.60.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。