Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §20.51.1-20.51.5

サラミス沖海戦の開戦と激しい艦隊の激突

239 / 301 箇所 · ギリシア語

要旨

デメトリオスが戦闘開始の合図を掲げて海戦が勃発し、激しい体当たりや接舷戦闘、そして海戦特有の予測困難な混乱が展開される。

§20.51.1οἱ δὲ δυνάσται, ὡς ἂν περὶ τοῦ βίου καὶ τῶν ὅλων μέλλοντες διακινδυνεύειν, ἐν ἀγωνίᾳ πολλῇ καθειστήκεισαν.
君主たちは、自分たちの命と支配権のすべてを賭けて戦おうとしているため、大いなる緊張のなかにあった。
Δημήτριος μὲν οὖν τῶν ἐναντίων ἀποσχὼν ὡς ἂν τρεῖς σταδίους ἦρεν τὸ συγκείμενον πρὸς μάχην σύσσημον, ἀσπίδα κεχρυσωμένην, φανερὰν πᾶσιν ἐκ διαδοχῆς·
そこでデメトリオスは、敵からおよそ三スタディオンほど離れたところで、あらかじめ合図として取り決めていた、金箔の貼られた、全員から順々に見える輝かしい盾を掲げた。
§20.51.2τὸ παραπλήσιον δὲ καὶ τῶν περὶ Πτολεμαῖον ποιησάντων ταχὺ τὸ διεῖργον διάστημα συνῃρέθη.
プトレマイオスの陣営の者たちも同様のことをしたため、両軍を隔てていた距離は速やかに縮まった。
ὡς δʼ αἵ τε σάλπιγγες τὸ πολεμικὸν ἐσήμαινον καὶ συνηλάλαξαν αἱ δυνάμεις ἀμφότεραι, φερομένων ἁπασῶν τῶν νεῶν εἰς ἐμβολὴν καταπληκτικῶς τὸ μὲν πρῶτον τοῖς τόξοις καὶ τοῖς πετροβόλοις, ἔτι δὲ τοῖς ἀκοντίσμασι πυκνοῖς χρώμενοι κατετραυμάτιζον τοὺς ὑποπίπτοντας·
そして、喇叭が戦闘の合図を鳴らし、両軍が同時に鬨の声を上げると、すべての船が凄まじい勢いで体当たりへと突進するなか、まず最初は弓や石弾投射機、さらには激しい投げ槍を浴びせて、眼前にさらされる者たちを傷つけていった。
εἶτα συνεγγισάντων τῶν σκαφῶν καὶ μελλούσης γίνεσθαι τῆς ἐμβολῆς βιαίου οἱ μὲν ἐπὶ τῶν καταστρωμάτων συγκαθῆκαν, οἱ δʼ ἐρέται παρακληθέντες ὑπὸ τῶν κελευστῶν ἐκθυμότερον ἐνέκειντο.
その後、船同士が接近し、激しい体当たりが行われようとすると、甲板の上の兵士たちは身を低くし、漕ぎ手たちは指揮官たちに鼓舞されて、いっそう力強く漕ぎ進んだ。
§20.51.3ἀπὸ κράτους δὲ καὶ βίας ἐλαθεισῶν τῶν νεῶν αἱ μὲν παρέσυρον ἀλλήλων τοὺς ταρσούς, ὥστε πρὸς φυγὴν καὶ διωγμὸν ἀχρήστους γίνεσθαι καὶ τοὺς ἐπιβεβηκότας ἄνδρας ὡρμηκότας πρὸς ἀλκὴν κωλύεσθαι τῆς πρὸς τὸν κίνδυνον ὁρμῆς·
船が全速力と猛烈な勢いで進められると、ある船は互いの櫂の列を削ぎ落とし、その結果、退却にも追撃にも使えなくなり、戦闘へと逸っていた甲板上の戦士たちも、戦いへと突き進む気勢を阻まれることになった。
αἱ δὲ κατὰ πρῷραν τοῖς ἐμβόλοις συρράττουσαι πρύμναν ἀνεκρούοντο πρὸς ἄλλην ἐμβολὴν καὶ κατετραυμάτιζον ἀλλήλους οἱ ταύταις ἐφεστῶτες, ἅτε τοῦ σκοποῦ σύνεγγυς ἑκάστοις κειμένου.
また別の船は、船首同士で衝角をぶつけ合い、次の体当たりのために後退したが、標的がそれぞれに極めて近いところにあるため、船上に立つ者たちは互いに傷つけ合った。
τινὲς δὲ τῶν τριηραρχῶν ἐκ πλαγίας ἔτυπτον καὶ τῶν ἐμβόλων δυσαποσπάστως ἐχόντων ἐπεπήδων ἐπὶ τὰς τῶν πολεμίων ναῦς, πολλὰ καὶ πάσχοντες δεινὰ καὶ διατιθέντες·
また、船長たちの中には側面から敵船を突く者もおり、衝角が突き刺さって容易に引き抜けなくなると、敵の船へと飛び乗って、多くの凄惨な被害を被り、また与えもした。
§20.51.4οἱ μὲν γὰρ τῶν ἐγγιζόντων τοίχων ἐφαψάμενοι καὶ σφαλέντες τῆς βάσεως περιέπιπτον εἰς θάλασσαν καὶ παραχρῆμα τοῖς δόρασιν ὑπὸ τῶν ἐφεστώτων ἐφονεύοντο, οἱ δὲ κρατήσαντες τῆς ἐπιβολῆς τοὺς μὲν ἀνῄρουν, τοὺς δὲ κατὰ τὴν στενοχωρίαν ἐκβιαζόμενοι περιέτρεπον εἰς τὸ πέλαγος.
近づいてくる船壁に手をかけたものの、足場を失って海へ転落する者たちがあり、彼らは船上に立っている者たちによって、槍でただちに突き殺された。 一方で、乗り込みに成功した者たちは、ある者を殺害し、ある者を狭い船上で押し出して海へと突き落とした。
ὅλως δὲ ποικίλαι καὶ παράλογοι συνίσταντο μάχαι, πολλάκις τῶν μὲν ἡττόνων ἐπικρατούντων διὰ τὴν τῶν σκαφῶν ὑπεροχήν, τῶν δὲ κρειττόνων θλιβομένων διὰ τὸ περὶ τὴν στάσιν ἐλάττωμα καὶ τὴν ἀνωμαλίαν τῶν συμβαινόντων ἐν τοῖς τοιούτοις κινδύνοις.
全体として、多様で予期せぬ戦闘が展開され、しばしば、兵力で劣る者が船の優秀さによって優位に立つ一方で、武勇に勝る者が、足場の悪さや、このような危機において生じる偶発的事象の不規則性のために苦戦を強いられた。
§20.51.5ἐπὶ μὲν γὰρ τῶν ἐπὶ τῆς γῆς ἀγώνων διάδηλος ἡ ἀρετὴ γίνεται, δυναμένη τυγχάνειν τῶν πρωτείων μηδενὸς ἔξωθεν αὐτομάτου παρενοχλοῦντος· κατὰ δὲ τὰς ναυμαχίας πολλὰς καὶ ποικίλας αἰτίας συμβαίνει παραλόγως ἐλαττοῦν τοὺς διʼ ἀνδρείαν δικαίως ἂν τυχόντας τῆς νίκης.
というのも、陸上の戦いにおいては、外部から偶然に妨げられることが何もないため、卓越性が明らかになり、首位を勝ち取ることができるのに対し、海戦においては、多くの様々な原因によって、その勇気のゆえに正当に勝利を得るはずであった人々が、不条理にも不利な状況に追い込まれることが起こるからである。

語釈・文法注

  1. 20.51.1ὡς ἂν περὶ τοῦ βίου καὶ τῶν ὅλων μέλλοντες διακινδυνεύειν — 接続詞 ὡς ἄν と未来不定詞を伴う分詞 μέλλοντες の組み合わせ。主観的な理由を導入しつつ、もし敗北すればすべてを失うという仮定的な切迫感(〜するであろうとして)を強調している。
  2. 20.51.1ἐκ διαδοχῆς — 副詞句 ἐκ διαδοχῆς は「順々に」「次々と」の意。合図の盾が掲げられた際、艦隊の規模が大きいため、端から端へとリレー式に合図が目撃され、伝達されていった状況を表している。
  3. 20.51.2τὸ παραπλήσιον δὲ καὶ τῶν περὶ Πτολεμαῖον ποιησάντων — 属格独立構文。τὸ παραπλήσιον(同様のこと)は分詞 ποιησάντων の目的語であり、全体として「プトレマイオスの陣営も同様のことをしたため」という原因を表している。
  4. 20.51.3ὥστε πρὸς φυγὴν καὶ διωγμὸν ἀχρήστους γίνεσθαι — 結果を表す ὥστε 節。不定詞 γίνεσθαι の意味上の主語は、女性複数対格の形容詞 ἀχρήστους(二尾形容詞)が指す通り、前文の「船(αἱ νῆες)」である。
  5. 20.51.3πολλά καὶ πάσχοντες δεινὰ καὶ διατιθέντες — 対格の形容詞 πολλά と δεινά(多くの恐ろしいこと)が、並列された分詞 πάσχοντες(被る)と διατιθέντες(与える)の共通の目的語となっている。
  6. 20.51.5συμβαίνει παραλόγως ἐλαττοῦν — 非人称動詞 συμβαίνει(〜することが起こる)に不定詞 ἐλαττοῦν(劣らせる、不利にする)が続く構文。不定詞の意味上の主語は対格の πολλὰς καὶ ποικίλας αἰτίας である。
  7. 20.51.5δικαίως ἂν τυχόντας — 分詞 τυχόντας に小辞 ἄν が伴うことで、過去の反実仮想(もし不測の事態がなければ、正当に勝利を得たであろう人々)のニュアンスを表している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §20.51.1-20.51.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.51.1-20.51.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。