Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §20.52.1-20.52.6

デメトリオスの奮戦とサラミス沖海戦での決定的勝利

240 / 301 箇所 · ギリシア語

要旨

デメトリオスは自ら奮戦して敵の右翼を敗走させ、プトレマイオスは一時は優勢だったものの、左翼の敗北を知ってキティオンへ退却する。海戦はデメトリオスの大勝利に終わり、多くの敵船や兵士を捕獲し、自軍の損傷船も修復された。

§20.52.1λαμπρότατα δὲ πάντων Δημήτριος ἠγωνίσατο τῆς ἑπτήρους ἐπιβεβηκὼς ἐπὶ τῇ πρύμνῃ.
しかし、デメトリオスは、七段櫂船の船尾に乗り込んで、誰よりも目覚ましく戦った。
ἀθρόων γὰρ αὐτῷ περιχυθέντων οὓς μὲν ταῖς λόγχαις ἀκοντίζων, οὓς δὲ ἐκ χειρὸς τῷ δόρατι τύπτων ἀνῄρει·
敵が彼に大挙して押し寄せてきたので、彼はある者を槍で射て、またある者を手元の矛で突いて殺害した。
πολλῶν δὲ καὶ παντοίων βελῶν ἐπʼ αὐτὸν φερομένων ἃ μὲν προορώμενος ἐξέκλινεν, ἃ δὲ τοῖς σκεπαστηρίοις ὅπλοις ἐδέχετο.
多くの様々な飛び道具が彼に向かって飛んできたが、彼はあるものは予見して避け、あるものは防御用の盾で受け止めた。
§20.52.2τριῶν δʼ ὑπερασπιζόντων αὐτὸν εἷς μὲν λόγχῃ πληγεὶς ἔπεσεν, οἱ δὲ δύο κατετραυματίσθησαν.
彼を盾で守っていた三人のうち、一人は槍で突かれて倒れ、他の二人は負傷した。
τέλος δὲ τοὺς ἀντιστάντας ὁ Δημήτριος ἐκβιασάμενος καὶ τροπὴν τοῦ δεξιοῦ κέρατος ποιήσας εὐθὺ καὶ τὰς συνεχεῖς φυγεῖν ἠνάγκασεν.
ついにデメトリオスは、抵抗する者たちを力づくで退け、右翼を敗走させると、ただちに隣接する部隊をも退却せざるを得なくした。
§20.52.3Πτολεμαῖος δὲ τὰ μέγιστα τῶν σκαφῶν καὶ τοὺς κρατίστους ἄνδρας ἔχων μεθʼ αὑτοῦ ῥᾳδίως ἐτρέψατο τοὺς καθʼ αὑτὸν τεταγμένους καὶ τῶν νεῶν ἃς μὲν κατέδυσεν, ἃς δὲ αὐτάνδρους εἷλεν.
一方、プトレマイオスは、自らの側に最大の船と最も優れた戦士たちを擁していたため、自らに立ち向かうよう配置されていた者たちを容易に敗走させ、船のうち、あるものは沈没させ、あるものは乗組員ごと鹵獲した。
ὑποστρέφων δʼ ἀπὸ τοῦ νικήματος ἤλπιζε καὶ τὰς ἄλλας ῥᾳδίως χειρώσασθαι·
彼はこの勝利から引き返す際、残りの船をも容易に制圧できると期待していた。
θεωρήσας δὲ τό τε εὐώνυμον κέρας τῶν ἰδίων συντετριμμένον καὶ τὰς συνεχεῖς ἁπάσας πρὸς φυγὴν ὡρμημένας, ἔτι δὲ τοὺς περὶ τὸν Δημήτριον μετὰ βάρους ἐπιφερομένους ἀπέπλευσεν εἰς Κίτιον.
しかし、自軍の左翼が粉砕され、それに隣接する全部隊が逃走し始めており、さらにデメトリオスとその配下が圧倒的な勢いで迫っているのを目にすると、キティオンへと船で逃れた。
§20.52.4Δημήτριος δὲ νικήσας τῇ ναυμαχίᾳ τῷ μὲν Νέωνι καὶ Βουρίχῳ παρέδωκε τὰ στρατιωτικὰ τῶν πλοίων, προστάξας διώκειν καὶ τοὺς ἐν τῇ θαλάττῃ διανηχομένους ἀναλαμβάνειν·
海戦で勝利したデメトリオスは、ネオンとボウリコスに軍用の船を引き渡し、追撃すること、また海を泳いで逃げている者たちを引き上げることを命じた。
αὐτὸς δὲ τὰς ἰδίας ναῦς κοσμήσας τοῖς ἀκροστολίοις καὶ τὰς ἁλούσας ἐφελκόμενος τὸν πλοῦν ἐποιεῖτο πρὸς τὸ στρατόπεδον καὶ τὸν οἰκεῖον λιμένα.
自らは自分の船を船首飾りで飾り立て、拿捕した船を引き船しながら、陣営と自軍の港へと向かって航行した。
§20.52.5κατὰ δὲ τὸν τῆς ναυμαχίας καιρὸν Μενέλαος ὁ ἐν τῇ Σαλαμῖνι στρατηγὸς πληρώσας τὰς ἑξήκοντα ναῦς ἐξαπέστειλε πρὸς βοήθειαν τῷ Πτολεμαίῳ, ναύαρχον ἐπιστήσας Μενοίτιον.
一方、海戦の最中に、サラミスにいた将軍メネラオスは、六十隻の船に乗員を配置してプトレマイオスへの救援に派遣し、メノイティオスを海軍指揮官に任命した。
γενομένου δʼ ἀγῶνος περὶ τὸ στόμα τοῦ λιμένος πρὸς τὰς ἐφορμούσας ναῦς καὶ τῶν ἐκ τῆς πόλεως βιασαμένων αἱ μὲν τοῦ Δημητρίου δέκα ναῦς ἔφυγον πρὸς τὸ πεζὸν στρατόπεδον, οἱ δὲ περὶ τὸν Μενοίτιον ἀναπλεύσαντες καὶ τῶν καιρῶν μικρὸν ὑστερήσαντες ἀνέστρεψαν πάλιν εἰς τὴν Σαλαμῖνα.
港の入り口付近で、海上を封鎖していた船との間で戦闘が生じ、市内から兵たちが押し出したため、デメトリオスの側の十隻の船は陸上陣営へと逃走したが、メノイティオスとその配下は、海へと漕ぎ出したものの時機に少し遅れてしまったため、再びサラミスへと引き返した。
§20.52.6τῆς δὲ ναυμαχίας τοιοῦτον τέλος λαβούσης τῶν μὲν πορίων ἥλω πλείω τῶν ἑκατόν, ἐν οἷς ἦσαν σχεδὸν στρατιῶται ὀκτακισχίλιοι·
海戦がこのような結末を迎えると、輸送船のうち百隻以上が拿捕され、その中にはほぼ八千人の兵士が乗っていた。
τῶν δὲ μακρῶν αὔτανδροι μὲν ἐλήφθησαν τεσσαράκοντα, διεφθάρησαν δὲ περὶ ὀγδοήκοντα, ἃς πλήρεις οὔσας θαλάττης κατήγαγον οἱ κρατήσαντες εἰς τὴν πρὸς τῇ πόλει στρατοπεδείαν.
軍船のうち、四十隻が乗組員ごと拿捕され、約八十隻が破壊されたが、勝者たちは、これら浸水した船を都市の近くの陣営へと曳航した。
διεφθάρη δὲ καὶ τῶν Δημητρίου σκαφῶν εἴκοσι· πάντα δὲ τῆς προσηκούσης ἐπιμελείας τυχόντα παρείχετο τὰς ἁρμοζούσας χρείας.
デメトリオスの船も二十隻が損壊したが、これらはすべて適切な修理を施されて、ふさわしい役目を果たすようになった。

語釈・文法注

  1. §20.52.1ἀθρόων γὰρ αὐτῷ περιχυθέντων — 独立属格構文であり、分詞 περιχυθέντων の意味上の主語(「敵の兵士たち」など)が省略されている。与格の αὐτῷ は動詞 περιχέομαι(群がる、押し寄せる)が支配する格。
  2. §20.52.3τῶν νεῶν — 部分の属格。文頭に置かれて強調されており、後続する関係代名詞を用いた対照表現 ἃς μὲν ... ἃς δὲ ...(ある船は……、別の船は……)の全体を指し示している。
  3. §20.52.5τῶν καιρῶν μικρὸν ὑστερήσαντες — 動詞 ὑστερέω(遅れる、間に合わない)は比較・欠乏を表すため属格を支配する。ここでは τῶν καιρῶν(時機、好機)がその属格補語であり、「好機にわずかに遅れて」の意味になる。
  4. §20.52.6ἃς πλήρεις οὔσας θαλάττης — 形容詞 πλήρης(〜で満ちた)は属格を支配するため、θαλάττης(海水)が属格になっている。船が浸水して使い物にならない状態を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §20.52.1-20.52.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.52.1-20.52.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。