§20.50.1ὁ δὲ Δημήτριος κατανοήσας τὸν ἐπίπλουν Ἀντισθένην μὲν τὸν ναύαρχον ἔχοντα ναῦς δέκα τῶν πεντηρικῶν ἀπέλιπε κωλύσοντα τὰς ἐκ τῆς πόλεως ναῦς ἐπεξιέναι πρὸς τὴν ναυμαχίαν, ἔχοντος τοῦ λιμένος στενὸν τὸν ἔκπλουν, τοῖς δʼ ἱππεῦσι προσέταξε παράγειν παρὰ τὸν αἰγιαλόν, ἵνʼ ἐάν τι γένηται πταῖσμα, διασώσαιεν τοὺς πρὸς τὴν γῆν διανηξομένους.
一方デメトリオスは、敵の来襲を察知すると、将軍アンティステネスに五段櫂船十隻を与えて残し、港の出口が狭いことを利用して、市街からの船が海戦に加わるために出撃するのを防がせることとし、騎兵たちには、万一不覚が生じた場合に陸地へ泳ぎ着く者たちを救出できるよう、海岸沿いを進むよう命じた。
§20.50.2αὐτὸς δʼ ἐκτάξας τὰς ναῦς ἀπήντα τοῖς πολεμίοις, ἔχων τὰς ἁπάσας ὀκτὼ πλείους τῶν ἑκατὸν σὺν ταῖς πληρωθείσαις ἐκ τῶν χωρίων τῶν ληφθέντων·
彼自身は、船を布陣させ、占領された場所から乗員を充たした船を合わせて全部で百八隻を率いて敵を迎え撃った。
τούτων δʼ ἦσαν αἱ μέγισται μὲν ἑπτήρεις, αἱ πλεῖσται δὲ πεντήρεις.
これらのうち最大のものは七段櫂船であり、大半は五段櫂船であった。
§20.50.3καὶ τὸ μὲν εὐώνυμον κέρας ἐπεῖχον ἑπτήρεις ἑπτὰ Φοινίκων, τετρήρεις δὲ τριάκοντα τῶν Ἀθηναίων, Μηδίου τοῦ ναυάρχου τὴν ἡγεμονίαν ἔχοντος·
そして、左翼にはフェニキア人の七段櫂船七隻とアテナイ人の四段櫂船三十隻が位置し、将軍メディオスがその指揮を執っていた。
ἐπίπλους δὲ τούτοις ἔταξεν ἑξήρεις δέκα καὶ πεντήρεις ἄλλας τοσαύτας, διεγνωκὼς ἰσχυρὸν κατασκευάσαι τοῦτο τὸ κέρας ἐφʼ οὗ καὶ αὐτὸς ἤμελλε διαγωνίζεσθαι.
彼は、これらを支援する後備として六段櫂船十隻とそれと同数の五段櫂船を配置した。 これは、自身もそこで戦闘に加わる予定であったこの翼を強力に編成しようと決意していたからである。
§20.50.4κατὰ μέσην δὲ τὴν τάξιν τὰ ἐλάχιστα τῶν σκαφῶν ἔστησεν, ὧν ἡγοῦντο Θεμίσων τε ὁ Σάμιος καὶ Μαρσύας ὁ τὰς Μακεδονικὰς πράξεις συνταξάμενος.
中央の陣には最も小型の船を配置し、これらはサモス人のテミソンと、『マケドニア史』を著したマルシュアスが率いた。
τὸ δὲ δεξιὸν εἶχε κέρας Ἡγήσιππός τε ὁ Ἁλικαρνασσεὺς καὶ Πλειστίας ὁ Κῷος, ἀρχικυβερνήτης ὢν τοῦ σύμπαντος στόλου.
一方、右翼はハリカルナッソス人のヘゲシッポスと、全艦隊の主席舵手であるコス人のプレイスティアスが擁していた。
§20.50.5Πτολεμαῖος δὲ τὸ μὲν πρῶτον ἔτι νυκτὸς ἐπέπλει κατὰ σπουδὴν ἐπὶ τὴν Σαλαμῖνα, νομίζων φθάσαι τοὺς πολεμίους τὸν εἴσπλουν ποιησάμενος·
プトレマイオスは、最初はまだ夜のうちに、敵に先んじて港に入ることで出し抜こうと考え、急ぎサラミスへと航行していた。
ὡς δʼ ἡμέρας ἐπιγενομένης οὐ μακρὰν ὁ τῶν ἐναντίων στόλος ἐκτεταγμένος ἑωρᾶτο, καὶ αὐτὸς τὰ πρὸς τὴν ναυμαχίαν παρεσκευάζετο.
しかし、夜が明けて、敵の艦隊が遠くないところに戦列を整えているのが見え始めると、彼自身も海戦の準備に取りかかった。
§20.50.6τὰ μὲν οὖν πόρια πόρρωθεν ἐπακολουθεῖν παρήγγειλεν, τῶν δὲ ἄλλων νεῶν τὴν ἁρμόζουσαν τάξιν ποιησάμενος αὐτὸς τὸ λαιὸν κέρας διακατεῖχε, συναγωνιζομένων αὐτῷ τῶν μεγίστων σκαφῶν.
そこで、輸送船には遠くから付き従うよう命じ、その他の船の適切な布陣を整えた上で、自身は左翼を保持し、最大の船を自分の傍らでともに戦わせた。
τοιαύτης δὲ τῆς διατάξεως γενομένης εὐχὰς ἑκάτεροι τοῖς θεοῖς ἐποιοῦντο, καθάπερ ἦν ἔθος, διὰ τῶν κελευστῶν, συνεπιλαβομένου καὶ τοῦ πλήθους τῇ φωνῇ.
このような配置が完了すると、双方ともに、慣習に従い、指揮官たちを通じて神々に祈りを捧げ、兵士たちの群衆も一斉に声を上げてこれに加わった。