Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §20.49.1-20.49.6

プトレマイオスの救援艦隊とデメトリオスの阻止態勢

237 / 301 箇所 · ギリシア語

要旨

プトレマイオスはエジプトから大艦隊を率いてキプロスに到着し、サラミスのメネラオスに艦隊の合流を要請する。デメトリオスは敵の合流を阻止するため、船を港の外に配備して警戒態勢をとる。

§20.49.1Πτολεμαῖος δὲ πυθόμενος τὴν τῶν ἰδίων ἧτταν ἐξέπλευσεν ἐκ τῆς Αἰγύπτου δύναμιν ἔχων ἀξιόλογον πεζικήν τε καὶ ναυτικήν.
プトレマイオスは、自分の部下たちの敗北を知ると、相当な規模の陸海軍を率いてエジプトから出航した。
κατενεχθεὶς δὲ τῆς Κύπρου πρὸς τὴν Πάφον ἔκ τε τῶν πόλεων παρεδέξατο τὰ σκάφη καὶ παρέπλευσεν εἰς Κίτιον, τῆς Σαλαμῖνος ἀπέχον σταδίους διακοσίους.
彼はキプロスのパポスに寄港すると、諸都市から船を受け入れ、サラミスから二百スタディオン離れたキティオンへと沿岸を航行した。
§20.49.2εἶχε δὲ τὰς πάσας ναῦς μακρὰς ἑκατὸν καὶ τεσσαράκοντα· τούτων δʼ ἦν ἡ μεγίστη πεντήρης, ἡ δʼ ἐλαχίστη τετρήρης·
彼は全部で百四十隻の軍船を有しており、それらのうち最大のものは五段櫂船で、最小のものは四段櫂船であった。
στρατιωτικὰ δὲ πόρια ταύταις ἐπηκολούθει πλείω τῶν διακοσίων, §20.49.3ἄγοντα πεζοὺς οὐκ ἐλάττους τῶν μυρίων.
これらには二百隻を超える軍用の輸送船が付き従っており、一万人を下らない歩兵を運んでいた。
οὗτος μὲν οὖν πρὸς τὸν Μενέλαον κατὰ γῆν ἔπεμψέ τινας, διακελευόμενος τὰς ναῦς, ἂν ᾖ δυνατόν, κατὰ τάχος ἐκ τῆς Σαλαμῖνος πρὸς αὐτὸν ἀποστεῖλαι, οὔσας ἑξήκοντα·
そこで彼は、メネラオスのもとへ陸路で使者を送り、可能であれば、サラミスから六十隻ある船を速やかに彼のもとへ送り出すよう促した。
ἤλπιζε γάρ, εἰ προσλάβοι ταύτας, ῥᾳδίως κρατήσειν τῇ ναυμαχίᾳ, διακοσίοις σκάφεσιν ἀγωνιζόμενος.
なぜなら、もしこれらを合わせることができれば、二百隻の船で戦うことになり、海戦で容易に勝利を収められると期待したからである。
§20.49.4ὁ δὲ Δημήτριος νοήσας αὐτοῦ τὴν ἐπιβολὴν ἐπὶ μὲν τῆς πολιορκίας ἀπέλιπε μέρος τῆς δυνάμεως, τὰς δὲ ναῦς ἁπάσας πληρώσας καὶ τῶν στρατιωτῶν τοὺς κρατίστους ἐμβιβάσας βέλη καὶ πετροβόλους ἐνέθετο καὶ τῶν τρισπιθάμων ὀξυβελῶν τοὺς ἱκανοὺς ταῖς πρῴραις ἐπέστησε.
一方、デメトリオスは彼の意図を察知し、包囲戦の方には軍勢の一部を残し、すべての船に乗員を充たして兵士たちのうち最も優れた者たちを乗船させ、矢弾や投石機を搭載し、三スピタメの矢放ち機のうち十分な数を船首に配置した。
§20.49.5κοσμήσας δὲ πολυτελῶς πρὸς ναυμαχίαν τὸν στόλον περιέπλευσε τὴν πόλιν καὶ κατὰ τὸ στόμα τοῦ λιμένος μικρὸν ἔξω βέλους ἀφεὶς τὰς ἀγκύρας διενυκτέρευσεν, ἅμα μὲν τὰς ἐκ τῆς πόλεως ναῦς κωλύων συμμῖξαι ταῖς ἄλλαις, ἅμα δὲ καραδοκῶν τὸν ἐπίπλουν τῶν πολεμίων καὶ πρὸς ναυμαχίαν ὢν ἕτοιμος.
彼は艦隊を海戦に備えて見事に整え、都市の周囲を巡航し、港の入り口の、射程の少し外側に錨を下ろして夜を明かした。 これは、一方では都市からの船が他の船と合流するのを防ぎ、他方では敵の来襲を待ち構えて海戦の準備を整えておくためであった。
§20.49.6τοῦ δὲ Πτολεμαίου πλέοντος ἐπὶ τὴν Σαλαμῖνα καὶ τῶν ὑπηρετικῶν πλοίων συνεπομένων πόρρωθεν καταπληκτικὸν ὁρᾶσθαι συνέβαινε τὸν στόλον διὰ τὸ πλῆθος.
プトレマイオスがサラミスに向けて航行し、また補助船が遠くから付き従っていると、その数ゆえに、艦隊は見る者に恐るべき印象を与えることとなった。

語釈・文法注

  1. 20.49.1τῆς Σαλαμῖνος — 距離を表す動詞 ἀπέχον に係る離間の属格。
  2. 20.49.3ἄγοντα — 中性複数対格の現在分詞。先行詞である中性複数名詞 πόρια(輸送船)と性と数において一致している。
  3. 20.49.3εἰ προσλάβοι — 過去の主節(ἤλπιζε)に導かれた間接話法における未来の想定(潜在・可能)を表すため、条件節で希求法(斜格の希求法)が用いられている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §20.49.1-20.49.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.49.1-20.49.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。