§20.44.1ὁ δʼ οὖν Βορμίλκας ἐξετασμὸν τῶν στρατιωτῶν ποιησάμενος ἐν τῇ καλουμένῃ Νέᾳ πόλει, μικρὸν ἔξω τῆς ἀρχαίας Καρχηδόνος οὔσῃ, τοὺς μὲν ἄλλους διαφῆκε, τοὺς δὲ συνειδότας περὶ τῆς ἐπιθέσεως, ὄντας πολίτας μὲν πεντακοσίους, μισθοφόρους δὲ περὶ χιλίους, ἀνέδειξεν ἑαυτὸν τύραννον.
さて、ボミルカスは、古代カルタゴの少し外側にある、いわゆるネア・ポリス(新市街)において兵士たちの検閲を行い、他の者たちは帰らせたが、企てを共謀していた者たち、すなわち市民五百名、傭兵約千名からなる者たちを率いて、自身を僭主と宣言した。
§20.44.2εἰς πέντε δὲ μέρη τοὺς στρατιώτας διελόμενος ἐπῄει πάντας τοὺς ἐν ταῖς ὁδοῖς ἀπαντῶντας ἀποσφάττων.
彼は兵士たちを五つの部隊に分割して進軍し、道で出会う者をすべて虐殺した。
γενομένης δὲ κατὰ τὴν πόλιν ταραχῆς ἐξαισίου τὸ μὲν πρῶτον οἱ Καρχηδόνιοι τοὺς πολεμίους ὑπέλαβον παρεισπεπτωκέναι προδιδομένης τῆς πόλεως·
市内に凄まじい混乱が生じると、最初、カルタゴ人たちは、都市が裏切られて敵が侵入してきたのだと考えた。
ὡς δʼ ἐπεγνώσθη τἀληθές, συνέτρεχον οἱ νέοι καὶ εἰς τάξεις καταστάντες ὥρμησαν ἐπὶ τὸν τύραννον.
しかし真実が知れ渡ると、若者たちが共に駆け集まり、隊列を整えて僭主に向かって突撃した。
§20.44.3ὁ δὲ Βορμίλκας τοὺς ἐν ταῖς ὁδοῖς ἀναιρῶν ὥρμησεν εἰς τὴν ἀγορὰν καὶ πολλοὺς τῶν πολιτῶν ἀνόπλους καταλαβὼν ἀπέκτεινε.
ボミルカスは通りにいる人々を殺害しながら広場へと突進し、武器を持たない多くの市民たちを不意に襲って殺害した。
§20.44.4τῶν δὲ Καρχηδονίων καταλαβομένων τὰς περὶ τὴν ἀγορὰν οἰκίας ὑψηλὰς οὔσας καὶ τοῖς βέλεσι πυκνοῖς χρωμένων οἱ μετέχοντες τῆς ἐπιθέσεως κατετραυματίζοντο, τοῦ τόπου παντὸς ἐμβελοῦς ὄντος.
しかし、カルタゴ人たちが広場の周囲にある高い家々を占拠し、矢弾を激しく放ったので、その場所全体が射程内であったために、襲撃に加わっていた者たちは次々と傷を負った。
§20.44.5διόπερ κακοπαθοῦντες συνέφραξαν ἑαυτοὺς καὶ διὰ τῶν στενωπῶν συνεξέπεσαν εἰς τὴν Νέαν πόλιν, βαλλόμενοι συνεχῶς ἀπὸ τῶν οἰκιῶν καθʼ ἃς τυγχάνοιεν αἰεὶ γινόμενοι.
そのため、彼らは痛手を受けて隊列を密集させ、通り過ぎる家々から絶えず攻撃を受けながら、狭い路地を通って一斉にネア・ポリスへと退却した。
καταλαβομένων δʼ αὐτῶν ὑπερδέξιόν τινα τόπον οἱ Καρχηδόνιοι τῶν πολιτῶν πάντων συνδραμόντων ἐν τοῖς ὅπλοις ἀντεστρατοπέδευσαν τοῖς ἀφεστηκόσι.
彼らが有利な高地を占拠すると、全市民が武装して駆け集まったカルタゴ人たちは、反乱者たちに対峙して陣を敷いた。
§20.44.6τέλος δὲ πρέσβεις πέμψαντες τῶν πρεσβυτάτων τοὺς εὐθέτους καὶ τῶν ἐγκλημάτων δόντες ἄφεσιν διελύθησαν·
ついに彼らは、最長老たちの中から適任の使節を送り、罪の赦しを与えて和解した。
καὶ τοῖς μὲν ἄλλοις οὐδὲν ἐμνησικάκησαν διὰ τοὺς περιεστῶτας τὴν πόλιν κινδύνους, αὐτὸν δὲ τὸν Βορμίλκαν αἰκισάμενοι δεινῶς τοῦ ζῆν ἐστέρησαν, οὐδὲν φροντίσαντες τῶν δεδομένων ὅρκων.
そして、都市を取り巻く危機ゆえに、他の者たちに対しては恨みを抱かなかったが、ボミルカス自身に対しては、ひどい拷問を加えた上で命を奪い、交わされた誓約など全く顧みなかった。
Καρχηδόνιοι μὲν οὖν κινδυνεύσαντες τοῖς ὅλοις σφαλῆναι τοῦτον τὸν τρόπον ἐκομίσαντο τὴν πατρῴαν πολιτείαν.
こうしてカルタゴ人たちは、完全に破滅する危機に瀕したものの、この方法によって祖先伝来の国制を取り戻した。
§20.44.7Ἀγαθοκλῆς δὲ πλοῖα φορτηγὰ γεμίσας τῶν λαφύρων καὶ τοὺς ἀχρήστους εἰς πόλεμον τῶν ἐκ Κυρήνης παραγενομένων ἐμβιβάσας ἀπέστειλεν εἰς Συρακούσσας.
他方、アガトクレスは貨物船に戦利品を満載し、キュレネからやって来た者のうち戦争に役立たない人々を乗船させて、シラクサへと送り出した。
χειμώνων δʼ ἐπιγενομένων ἃ μὲν διεφθάρη τῶν πλοίων, ἃ δʼ ἐξέπεσε πρὸς τὰς κατʼ Ἰταλίαν Πιθηκούσσας νήσους, ὀλίγα δʼ εἰς τὰς Συρακούσσας διεσώθη.
しかし嵐が起こり、船の一部は沈没し、一部はイタリア近海のピテクサイ諸島に漂着し、わずかな船だけがシラクサへと無事に帰り着いた。
§20.44.8κατὰ δὲ τὴν Ἰταλίαν οἱ τῶν Ῥωμαίων ὕπατοι, Μαρσοῖς πολεμουμένοις ὑπὸ Σαμνιτῶν βοηθήσαντες, τῇ τε μάχῃ προετέρησαν καὶ συχνοὺς τῶν πολεμίων ἀνεῖλον.
一方イタリアでは、ローマの執政官たちが、サムニウム人によって攻撃されていたマルシ人を救援し、戦闘で優位に立ち、敵の多くを殺害した。
§20.44.9εἶτα διὰ τῆς Ὀμβρίκων χώρας διελθόντες ἐνέβαλον εἰς τὴν Τυρρηνίαν πολεμίαν οὖσαν καὶ τὸ καλούμενον Κάιριον φρούριον ἐξεπολιόρκησαν.
その後、彼らはウンブリア人の土地を通って、敵対していたエトルリアに侵入し、いわゆるカイリオンの砦を包囲攻略した。
διαπρεσβευομένων δὲ τῶν ἐγχωρίων ὑπὲρ ἀνοχῶν πρὸς μὲν Ταρκυνιήτας εἰς ἔτη τεσσαράκοντα, πρὸς δὲ τοὺς ἄλλους Τυρρηνοὺς ἅπαντας εἰς ἐνιαυτὸν ἀνοχὰς ἐποιήσαντο.
現地の住民が休戦を求めて使節を送ってくると、タルクイニイ人に対しては四十年間、他のすべてのエトルリア人に対しては一年間の休戦を結んだ。