§20.37.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Χαρίνου Ῥωμαῖοι μὲν τὴν ὕπατον ἀρχὴν παρέδοσαν Ποπλίῳ Δεκίῳ καὶ Κοΐντῳ Φαβίῳ, παρὰ δὲ τοῖς Ἠλείοις ὀλυμπιὰς ἤχθη ὀγδόη πρὸς ταῖς ἑκατὸν δέκα, καθʼ ἣν ἐνίκα στάσιον Ἀπολλωνίδης Τεγεάτης.
アテナイにおいてカリノスがアルコンであったとき、ローマ人たちは執政官の権限をプブリウス・デキウスとクィントス・ファビウスに委ね、エリ人たちの間では第百十八回オリンピア競技大会が開催され、テゲアのアポロニデスがスタディオン競走で優勝した。
κατὰ δὲ τούτους τοὺς χρόνους Πτολεμαῖος μὲν ἐκ τῆς Μύνδου πλεύσας ἁδρῷ στόλῳ διὰ νήσων ἐν παράπλῳ τὴν Ἄνδρον ἠλευθέρωσε καὶ τὴν φρουρὰν ἐξήγαγε.
この時期、プトレマイオスはミュンドスから大艦隊を率いて出航し、諸島を経由して航海の途上でアンドロス島を解放し、その守備隊を撤退させた。
κομισθεὶς δʼ ἐπὶ τὸν Ἰσθμὸν Σικυῶνα καὶ Κόρινθον παρέλαβεν παρὰ Κρατησιπόλεως.
そしてイストモスへと運ばれると、シキュオンとコリントスをクラテシポリスから受け取った。
τὰς δὲ αἰτίας διʼ ἃς ἐκυρίευσε πόλεων ἐπιφανῶν προδεδηλωκότες ἐν ταῖς πρὸ ταύτης βίβλοις τὸ διλογεῖν ὑπὲρ τῶν αὐτῶν παρήσομεν.
彼女がこれらの著名な都市を支配するに至った理由については、すでにこれより前の巻で明らかにしておいたので、同じ事柄について重ねて語ることは控えることにする。
§20.37.2ἐπεβάλετο μὲν οὖν καὶ τὰς ἄλλας Ἑλληνίδας πόλεις Πτολεμαῖος ἐλευθεροῦν, μεγάλην προσθήκην ἡγούμενος ἔσεσθαι τοῖς ἰδίοις πράγμασι τὴν τῶν Ἑλλήνων εὔνοιαν·
プトレマイオスは、ギリシア人たちの好意が彼自身の事業にとって大きな加勢になると考えたため、他のギリシアの都市をも解放することに着手した。
ἐπεὶ δὲ οἱ Πελοποννήσιοι συνταξάμενοι χορηγήσειν σῖτον καὶ χρήματα τῶν ὡμολογημένων οὐδὲν συνετέλουν, ἀγανακτήσας ὁ δυνάστης πρὸς μὲν Κάσανδρον εἰρήνην ἐποιήσατο, καθʼ ἣν ἑκατέρους ἔδει κυριεύειν τῶν πόλεων ὧν εἶχον, τὴν δὲ Σικυῶνα καὶ Κόρινθον ἀσφαλισάμενος φρουρᾷ διῆρεν εἰς τὴν Αἴγυπτον.
しかし、ペロポネソス人たちは、兵糧や資金を供給することに同意していたにもかかわらず、合意されたものを何一つ拠出しなかったため、憤慨したこの支配者は、カッサンドロスとの間に、それぞれが保持している都市を支配するという和平を結び、シキュオンとコリントスを守備隊で固めた後、エジプトへと出航した。
§20.37.3ἅμα δὲ τούτοις πραττομένοις Κλεοπάτρα τῷ μὲν Ἀντιγόνῳ προσκόπτουσα, τῇ δʼ αἱρέσει πρὸς τὸν Πτολεμαῖον ἀποκλίνουσα προῆγεν ἐκ Σάρδεων, ὡς διακομισθησομένη πρὸς ἐκεῖνον.
これらのことが行われているのと同時に、クレオパトラはアンティゴノスに不満を抱き、プトレマイオスへの支持へと傾いていたため、彼のもとへと渡航しようとして、サルディスから出発した。
ἦν δὲ ἀδελφὴ μὲν Ἀλεξάνδρου τοῦ Πέρσας καταπολεμήσαντος, θυγάτηρ δὲ Φιλίππου τοῦ Ἀμύντου, γυνὴ δὲ γεγενημένη τοῦ εἰς Ἰταλίαν στρατεύσαντος Ἀλεξάνδρου.
彼女は、ペルシア人たちを討ち破ったアレクサンドロスの姉妹であり、アミュンタスの子フィリッポスの娘であり、イタリアへと遠征したアレクサンドロスの妻となった人物であった。
§20.37.4διὰ τὴν ἐπιφάνειαν οὖν τοῦ γένους οἱ περὶ Κάσανδρον καὶ Λυσίμαχον, ἔτι δὲ Ἀντίγονον καὶ Πτολεμαῖον καὶ καθόλου πάντες οἱ μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἀξιολογώτατοι τῶν ἡγεμόνων ταύτην ἐμνήστευον·
その家系の名声ゆえに、カッサンドロスやリュシマコスの部下たち、さらにはアンティゴノスやプトレマイオス、そしておよそアレクサンドロスの死後に最も有力であった指導者たちの誰もが彼女に求婚した。
ἕκαστος γὰρ τούτῳ τῷ γάμῳ συνακολουθήσειν Μακεδόνας ἐλπίζων ἀντείχετο τῆς βασιλικῆς οἰκίας, ὡς τὴν τῶν ὅλων ἀρχὴν περιστήσων εἰς ἑαυτόν.
なぜなら、彼らのそれぞれが、この婚姻によってマケドニア人たちが従うことを期待し、帝国全体の支配権を己がものにしようとして、王家にしがみついていたからである。
§20.37.5ὁ δὲ ἐπιμελητὴς τῶν Σάρδεων ἔχων παράγγελμα παρʼ Ἀντιγόνου τηρεῖν τὴν Κλεοπάτραν, διεκώλυεν αὐτῆς τὴν ἔξοδον·
サルディスの総督は、アンティゴノスからクレオパトラを監視せよとの命令を受けていたため、彼女の出発を阻んだ。
ὕστερον δὲ προστάξαντος τοῦ δυνάστου διά τινων γυναικῶν ἐδολοφόνησεν.
そして後に、この支配者が命令を下したため、何人かの女たちを介して彼女を暗殺した。
§20.37.6ὁ δʼ Ἀντίγονος οὐ βουλόμενος λέγεσθαι κατʼ αὐτοῦ περὶ τῆς ἀναιρέσεως, τῶν γυναικῶν τινας ἐκόλασεν ὡς ἐπιβεβουλευκυίας καὶ τὰ περὶ τὴν ἐκφορὰν βασιλικῶς ἐφιλοκάλησεν.
アンティゴノスは、この殺害について自分を非難する噂が立つことを望まなかったため、女たちのうちの何人かを共謀者として処罰し、葬儀に関しては王にふさわしい贅を尽くした。
Κλεοπάτρα μὲν οὖν περιμάχητος γενομένη παρὰ τοῖς ἐπιφανεστάτοις ἡγεμόσι πρὸ τοῦ συντελεσθῆναι τὸν γάμον τοιαύτης ἔτυχε καταστροφῆς.
こうして、最も顕著な指導者たちの間で奪い合いの対象となったクレオパトラは、婚礼が成就する前に、このような最期を迎えたのであった。
§20.37.7ἡμεῖς δὲ διεληλυθότες τὰ κατὰ τὴν Ἀσίαν καὶ τὴν Ἑλλάδα μεταβιβάσομεν τὸν λόγον ἐπὶ τὰ ἄλλα μέρη τῆς οἰκουμένης.
わたしたちは、アジアとギリシアにおける出来事を語り終えたので、記述を世界の他の地域へと移すことにする。