§20.38.1κατὰ γὰρ τὴν Λιβύην Καρχηδονίων ἐκπεμψάντων δύναμιν τὴν προσαξομένην τοὺς ἀφεστηκότας Νομάδας Ἀγαθοκλῆς ἐπὶ μὲν τοῦ Τύνητος ἀπέλιπεν Ἀρχάγαθον τὸν υἱὸν μετὰ μέρους τῆς στρατιᾶς, αὐτὸς δʼ ἀναλαβὼν τοὺς κρατίστους, πεζοὺς μὲν ὀκτακισχιλίους, ἱππεῖς δὲ ὀκτακοσίους, ζεύγη δὲ Λιβύων πεντήκοντα, κατὰ σπουδὴν ἐπηκολούθει τοῖς πολεμίοις.
リビアにおいては、カルタゴ人たちが、離反したヌミディア人たちを従わせるための軍勢を派遣したため、アガトクレスはチュニスに息子のアルカガトスを軍の一部とともに残し、自身は最精鋭、すなわち歩兵八千、騎兵八百、リビアの戦車五十台を率いて、急ぎ敵を追撃した。
§20.38.2οἱ δὲ Καρχηδόνιοι παραγενηθέντες εἰς τοὺς Νομάδας τοὺς καλουμένους Ζούφωνας, πολλοὺς τῶν ἐγχωρίων προσηγάγοντο καὶ τῶν ἀφεστηκότων ἐνίους εἰς τὴν προϋπάρχουσαν ἀποκατέστησαν συμμαχίαν·
一方、カルタゴ人たちは、ズフォネスと呼ばれるヌミディア人たちのところへ到着すると、現地の者の多くを味方に引き入れ、また離反していた者たちの何人かをかつての同盟へと復帰させた。
ἐπεὶ δʼ ἤκουσαν πλησίον εἶναι τοὺς πολεμίους, κατεστρατοπέδευσαν ἐπί τινος γεωλόφου περιεχομένου ῥείθροις βαθέσι καὶ δυσπεράτοις.
そして、敵が近くに迫っていると聞くと、深くて渡りにくい川の流れに囲まれた、ある丘の上に陣を敷いた。
§20.38.3καὶ πρὸς μὲν τὰς ἀπροσδοκήτους ἐπιθέσεις τῶν ἐναντίων ταῦτα προεβάλοντο, τῶν δὲ Νομάδων τοὺς μάλιστʼ εὐθέτους προσέταξαν ἐπακολουθεῖν τοῖς Ἕλλησιν καὶ παρενοχλοῦντας κωλύειν αὐτῶν τὴν εἰς τοὔμπροσθεν πορείαν.
そして、敵の予期せぬ攻撃に対してはこれらを防御壁とし、ヌミディア人たちのうちで最も敏捷な者たちに、ギリシア人たちの後を追って進軍を妨害し、彼らの前方への前進を阻むよう命じた。
ὧν ποιησάντων τὸ προσταχθὲν Ἀγαθοκλῆς ἐπὶ μὲν τούτους ἀπέστειλε τούς τε σφενδονήτας καὶ τοξότας, αὐτὸς δὲ μετὰ τῆς ἄλλης δυνάμεως ὥρμησεν ἐπὶ τὴν στρατοπεδείαν τῶν πολεμίων.
彼らが命じられたことを実行すると、アガトクレスはこれらの者たちに対して投石兵と弓兵を送り出し、自身は残りの軍勢とともに敵の陣営へと突撃した。
§20.38.4οἱ δὲ Καρχηδόνιοι τὴν ἐπίνοιαν αὐτοῦ κατανοήσαντες ἐξήγαγον τὴν στρατιὰν ἐκ τῆς παρεμβολῆς καὶ παρατάξαντες ἕτοιμοι πρὸς μάχην καθειστήκεισαν.
カルタゴ人たちは彼の意図を察知すると、陣営から軍を繰り出し、隊列を整えて戦闘の準備を完了した。
ἐπεὶ δʼ ἑώρων τοὺς περὶ τὸν Ἀγαθοκλέα διαβαίνοντας ἤδη τὸν ποταμόν, συντεταγμένοι ἐνέβαλον καὶ περὶ τὸ ῥεῖθρον δυσπέρατον ὑπάρχον πολλοὺς τῶν ἐναντίων ἀνῄρουν.
そして、アガトクレスの一隊がすでに川を渡りつつあるのを見ると、隊列を組んで攻撃を仕掛け、渡りにくかった川の流れのあたりで敵の多くを討ち取った。
§20.38.5προσβιαζομένων δὲ τῶν μετʼ Ἀγαθοκλέους οἱ μὲν Ἕλληνες ταῖς ἀρεταῖς ὑπερεῖχον, οἱ δὲ βάρβαροι τοῖς πλήθεσι περιεγίνοντο.
アガトクレスに伴う者たちが力ずくで進むと、ギリシア人たちは武勇において勝り、他方バルバロイは多勢ゆえに優勢を保った。
ἔνθα δὴ τῶν στρατοπέδων ἐπὶ πολὺν χρόνον φιλοτίμως ἀγωνιζομένων οἱ παρʼ ἀμφοτέροις Νομάδες τῆς μὲν μάχης ἀφειστήκεισαν, ἐπετήρουν δὲ τὸ τέλος τοῦ κινδύνου, διεγνωκότες τῶν ἡττημένων τὰς ἀποσκευὰς διαρπάσαι.
両軍が長い間、激しく戦い続ける中、双方の側にいたヌミディア人たちは戦闘からは身を引き、敗北した側の荷物を略奪しようと決めて、危機の結末を窺っていた。
§20.38.6Ἀγαθοκλῆς δὲ τοὺς ἀρίστους ἔχων περὶ αὑτὸν πρῶτος ἐβιάσατο τοὺς ἀνθεστηκότας καὶ τῇ τούτων τροπῇ τοὺς λοιποὺς βαρβάρους φυγεῖν ἐποίησεν·
アガトクレスは最精鋭を身近に率いて、自ら率先して立ちはだかる敵を押し返し、彼らを退却させることで、残りのバルバロイを敗走させた。
μόνοι δὲ τῶν ἱππέων οἱ συναγωνιζόμενοι τοῖς Καρχηδονίοις Ἕλληνες, ὧν Κλίνων ἡγεῖτο, τοὺς περὶ τὸν Ἀγαθοκλέα βαρεῖς ἐπικειμένους ὑπέστησαν.
カルタゴ人たちと共に戦っていたギリシア人騎兵たち、すなわちクリノンが率いていた者たちだけが、重圧をかけて襲いかかるアガトクレスの一隊に立ち向かった。
ἀγωνισαμένων δʼ αὐτῶν λαμπρῶς οἱ πλεῖστοι μὲν ἀνῃρέθησαν μαχόμενοι γενναίως, οἱ δὲ περιλειφθέντες τύχῃ τινὶ διεσώθησαν.
彼らは目覚ましく戦ったが、その大半は勇敢に戦う中で討ち死にし、生き残った者たちは幸運にも難を逃れた。