§20.24.1ὃς ταφὴν συντελέσας μεγαλοπρεπῆ καὶ καταθέμενος εἰς τὰς βασιλικὰς θήκας τὸ σῶμα ταχέως ἧκεν εἰς Γάργαζαν καὶ τὴν δύναμιν ἅμα καὶ τὴν δυναστείαν παρέλαβεν.
彼は壮麗な葬儀を執り行い、遺体を王墓に安置すると、急いでガルガザへと向かい、軍勢と支配権の双方を引き継いだ。
Εὐμήλου δὲ διαπρεσβευομένου περὶ μέρους τῆς βασιλείας τούτῳ μὲν οὐ προσεῖχεν, ἐν δὲ Γαργάζῃ φρουρὰν ἀπολιπὼν ἐπανῆλθεν εἰς Παντικάπαιον, ἀσφαλισόμενος τὰ κατὰ τὴν βασιλείαν.
エウメロスが王位の一部について交渉を求めて使節を送ったものの、彼はこれに耳を貸さず、ガルガザに守備隊を残して、王位に関する事柄を確固たるものにするためにパンティカパイオンへと引き返した。
καθʼ ὃν δὴ χρόνον Εὔμηλος, συναγωνισαμένων αὐτῷ τῶν βαρβάρων, τήν τε Γάργαζαν κατελάβετο καὶ τῶν ἄλλων πολισμάτων καὶ χωρίων οὐκ ὀλίγα.
まさにその時、エウメロスは、異民族たちが彼とともに戦ったため、ガルガザと、他の町々や地方の少なからぬ数を占領した。
§20.24.2ἐπιστρατεύσαντος δὲ τοῦ Πρυτάνιδος μάχῃ τε ἐνίκησε τὸν ἀδελφὸν καὶ συγκλείσας εἰς τὸν ἰσθμὸν τὸν πλησίον τῆς Μαιώτιδος λίμνης συνηνάγκασεν ὁμολογίας θέσθαι, καθʼ ἃς τούς τε στρατιώτας παρέδωκε καὶ τῆς βασιλείας ἐκχωρεῖν ὡμολόγησεν.
プリュタニスが進軍してくると、彼は戦闘でその兄弟を破り、マイオティス湖の近くの地峡に追い詰めて、兵士たちを引き渡し王位から退くことを約した合意を結ぶことを余儀なくさせた。
ὡς δὲ παρεγένετο εἰς Παντικάπαιον, ἐν ᾧ τὸ βασίλειον ἦν ἀεὶ τῶν ἐν Βοσπόρῳ βασιλευσάντων, ἐπεχείρησε μὲν πάλιν ἀνακτᾶσθαι τὴν βασιλείαν, κατισχυθεὶς δὲ καὶ φυγὼν εἰς τοὺς καλουμένους Κήπους ἀνῃρέθη.
しかし、彼がボスポロスを治めた歴代の王たちの王宮が常に置かれていたパンティカパイオンに到着すると、再び王位を取り戻そうと試みたが、圧倒されて、ケポイと呼ばれる場所に逃亡し、そこで殺害された。
§20.24.3Εὔμηλος δὲ μετὰ τὸν τῶν ἀδελφῶν θάνατον βουλόμενος ἀσφαλῶς θέσθαι τὰ κατὰ τὴν ἀρχὴν ἀνεῖλε τούς τε φίλους τῶν περὶ τὸν Σάτυρον καὶ Πρύτανιν, ἔτι δὲ τὰς γυναῖκας καὶ τὰ τέκνα.
一方、エウメロスは兄弟たちの死後、自らの支配を確固たるものにしようと望み、サテュロスやプリュタニスの友人たち、さらにはその妻たちや子供たちをも殺害した。
μόνος δὲ διέφυγεν αὐτὸν ὁ παῖς ὁ Σατύρου Παρυσάδης, νέος ὢν παντελῶς τὴν ἡλικίαν·
ただ一人、サテュロスの息子であるパリュサデスだけが彼から逃れることができた。 彼はきわめて若年であった。
ἐξιππεύσας γὰρ ἐκ τῆς πόλεως κατέφυγε πρὸς Ἄγαρον τὸν βασιλέα τῶν Σκυδῶν.
というのも、彼は都市から馬に乗って逃げ出し、スキュダイ人の王アガロスのもとに逃げ込んだからである。
§20.24.4ἀγανακτούντων δὲ τῶν πολιτῶν ἐπὶ τῷ φόνῳ τῶν οἰκείων συναγαγὼν εἰς ἐκκλησίαν τὰ πλήθη περί τε τούτων ἀπελογήσατο καὶ τὴν πάτριον πολιτείαν ἀποκατέστησεν.
市民たちが肉親の殺害に憤慨したため、彼は民衆を集会に招集し、これらについて弁明し、かつての国制を復興した。
συνεχώρησε δὲ καὶ τὴν ἀτέλειαν ἔχειν τὴν ἐπὶ τῶν προγόνων οὖσαν τοῖς Παντικάπαιον οἰκοῦσι.
また、パンティカパイオンの住民たちに、祖先の時代にあった免税権を保持することを認めた。
προσεπηγγείλατο δὲ καὶ τῶν εἰσφορῶν ἅπαντας ἀφήσειν καὶ πολλὰ διελέχθη δημαγωγῶν τὰ πλήθη.
さらに、すべての租税を免除することを約束し、民衆を懐柔するために多くの演説を行った。
§20.24.5ταχὺ δὲ πάντων εἰς τὴν προϋπάρχουσαν εὔνοιαν ἀποκαταστάντων διὰ τὰς εὐεργεσίας τὸ λοιπὸν ἐβασίλευεν ἄρχων νομίμως τῶν ὑποτεταγμένων καὶ διὰ τὴν ἀρετὴν οὐ μετρίως θαυμαζόμενος.
これらの恩恵によって、すべての人々が急速に以前の好意的な態度を取り戻したため、彼はその後、服従する者たちを法に従って統治しつつ王として君臨し、その徳によって並々ならぬ称賛を受けた。