§20.25.1Βυζαντίους μὲν γὰρ καὶ Σινωπεῖς καὶ τῶν ἄλλων Ἑλλήνων τῶν τὸν Πόντον οἰκούντων τοὺς πλείστους διετέλεσεν εὐεργετῶν·
というのも、彼はビュザンティオン人、シノペ人、そしてポントス周辺に住む他のギリシア人の大半に対して絶えず恩恵を施していたからである。
Καλλαντιανῶν δὲ πολιορκουμένων ὑπὸ Λυσιμάχου καὶ πιεζουμένων τῇ σπάνει τῶν ἀναγκαίων χιλίους ὑπεδέξατο τοὺς διὰ τὴν σιτοδείαν ἐκχωρήσαντας.
カランティス人がリュシマコスによって包囲され、必需品の欠乏に苦しんでいた時には、食糧不足のために退去した千人の人々を受け入れた。
οἷς οὐ μόνον τῆς καταφυγῆς παρέσχετο τὴν ἀσφάλειαν, ἀλλὰ καὶ πόλιν ἔδωκε κατοικεῖν, ἐπὶ δὲ τούτοις τὴν ὀνομαζομένην Ψόαν καὶ τὴν χώραν κατεκληρούχησεν.
彼は彼らに、避難所としての安全を提供しただけでなく、居住するための都市をも与え、さらに、プソアと呼ばれる地とその領域を彼らに分配した。
§20.25.2ὑπὲρ δὲ τῶν πλεόντων τὸν Πόντον πόλεμον ἐξενέγκας πρὸς τοὺς λῃστεύειν εἰωθότας βαρβάρους Ἡνιόχους καὶ Ταύρους, ἔτι δʼ Ἀχαιοὺς καθαρὰν λῃστῶν ἀπέδειξε τὴν θάλασσαν, ὥστε μὴ μόνον κατὰ τὴν βασιλείαν, ἀλλὰ καὶ κατὰ πᾶσαν σχεδὸν τὴν οἰκουμένην, διαγγελλόντων τῶν ἐμπόρων τὴν μεγαλοψυχίαν, ἀπολαμβάνειν τῆς εὐεργεσίας καρπὸν κάλλιστον τὸν ἔπαινον.
また、ポントスを航行する者たちのために、海賊行為を常とする蛮族であるヘニオコイ人やタウロイ人、さらにはアカイア人に対して戦争を起こし、海から海賊を一掃した。 その結果、彼の王国内だけでなく、世界のほぼ全域において、商人たちが彼の寛大さを触れ回ったため、恩恵の最も美しい果実として称賛を受けることになった。
§20.25.3προσεκτήσατο δὲ καὶ τῆς συνοριζούσης βαρβάρου πολλὴν καὶ τὴν βασιλείαν ἐπιφανεστέραν ἐπὶ πολὺ κατεσκεύασε.
彼はまた、隣接する蛮族の土地の多くを自らの領土に加え、王国の威光を大いに高めた。
καθόλου δʼ ἐπεχείρησε πάντα τὰ περὶ τὸν Πόντον ἔθνη καταστρέφεσθαι καὶ τάχα ἂν ἐκράτησε τῆς ἐπιβολῆς, εἰ μὴ σύντομον ἔσχε τὴν τοῦ βίου τελευτήν.
総じて、彼はポントス周辺のすべての民族を服従させようと試み、もし生涯の速やかな終わりを迎えなかったならば、おそらくその企てを達成していただろう。
πέντε γὰρ ἔτη καὶ τοὺς ἴσους μῆνας βασιλεύσας κατέστρεψε τὸν βίον, παραδόξῳ συμπτώματι χρησάμενος.
彼は5年とそれと同じ月数王位にあったが、不慮の事故に見舞われてその生涯を終えた。
§20.25.4ἐκ γὰρ τῆς Σινδικῆς ἐπανιὼν εἰς τὴν οἰκείαν καὶ σπεύδων πρός τινα θυσίαν ἤλαυνε μὲν ἐπί τινος τεθρίππου πρὸς τὰ βασίλεια, τοῦ δʼ ἅρματος ὄντος τετρακύκλου καὶ σκηνὴν ἔχοντος συνέβη τοὺς ἵππους διαταραχθέντας ἐξενεγκεῖν αὐτόν.
というのも、彼はシンディケから自国へ戻り、ある犠牲式へと急ぐ途中で、四頭立ての馬車に乗って宮殿へと向かっていたが、その馬車は四輪で屋根が付いていたため、馬たちが驚いて暴走し、彼を乗せたまま走り出すという事態が起きた。
τοῦ γὰρ ἡνιόχου μὴ δυναμένου κρατῆσαι τῶν ἡνιῶν, φοβηθεὶς μὴ κατενεχθῇ πρὸς τὰς φάραγγας, ἐπεχείρησεν ἀφάλλεσθαι·
御者が手綱を制御できなくなったため、彼は谷底へと落とされるのではないかと恐れ、飛び降りようと試みた。
ἐμπλακέντος δὲ τοῦ ξίφους εἰς τὸν τροχόν συνεφειλκύσθη τῇ φορᾷ καὶ παραχρῆμα ἐτελεύτησεν.
しかし、彼の剣が車輪に絡まり、その勢いで引きずられ、即死した。