§20.2.1οὐ μὴν παντελῶς γε τοὺς ῥητορικοὺς λόγους ἀποδοκιμάζοντες ἐκβάλλομεν ἐκ τῆς ἱστορικῆς πραγματείας τὸ παράπαν· ὀφειλούσης γὰρ τῆς ἱστορίας τῇ ποικιλίᾳ κεκοσμῆσθαι κατʼ ἐνίους τόπους ἀνάγκη προσλαμβάνεσθαι καὶ τοὺς τοιούτους λόγους — καὶ ταύτης τῆς εὐκαιρίας οὐδʼ ἂν ἐμαυτὸν ἀποστερῆσαι βουληθείην — ὥσθʼ ὅταν τὰ τῆς περιστάσεως ἀπαιτῇ πρεσβευτοῦ ἢ συμβούλου δημηγορίαν ἢ τῶν ἄλλων τι τοιοῦτον, ὁ μὴ τεθαρρηκότως συγκαταβαίνων πρὸς τοὺς ἐν τοῖς λόγοις ἀγῶνας καὶ αὐτὸς ὑπαίτιος ἂν εἴη.
We do not, however, entirely reject rhetorical speeches and exclude them from historical work altogether; for since history ought to be adorned with variety in certain places, it is necessary to introduce such speeches as well—and I should not wish to deprive even myself of this opportunity—so that whenever the circumstance demands the speech of an ambassador or an adviser, or any other such thing, the one who does not boldly enter into the contests of debate would himself also be blameworthy.
§20.2.2οὐκ ὀλίγας γὰρ ἄν τις αἰτίας εὕροι, καθʼ ἃς κατὰ πολλὰ ἀναγκαίως παραληφθήσεται τὰ τῆς ῥητορείας· ἢ γὰρ πολλῶν εἰρημένων εὐστόχως καὶ καλῶς οὐ παραλειπτέον διʼ ὀλιγωρίαν τὰ μνήμης ἄξια καὶ τῇ ἱστορίᾳ κεκραμένην ἔχοντα τὴν ὠφέλειαν, ἢ μεγάλων καὶ λαμπρῶν τῶν ὑποθέσεων οὐσῶν οὐ περιορατέον ἐλάττονα τῶν ἔργων φανῆναι τὸν λόγον· ἔστι δʼ ὅτε παρὰ προσδοκίαν τοῦ τέλους ἐκβάντος ἀναγκασθησόμεθα τοῖς οἰκείοις τῆς ὑποθέσεως λόγοις χρήσασθαι χάριν τοῦ λῦσαι τὴν ἀλογίαν.
For one might find not a few reasons why the resources of rhetoric must of necessity be employed on many occasions; either because, when many things have been spoken appropriately and well, we must not through negligence overlook what is worthy of memory and has its utility blended with history, or because, when the subjects are great and glorious, we must not allow the discourse to appear inferior to the deeds; and sometimes, when the outcome has turned out contrary to expectation, we shall be compelled to employ speeches appropriate to the subject for the sake of resolving the irrationality.
§20.2.3ἀλλὰ περὶ μὲν τούτων ἅλις ἡμῖν ἐχέτω, περὶ δὲ τῶν ὑποκειμένων πράξεων ῥητέον, παραθέντας πρότερον τοὺς οἰκείους τῇ γραφῇ χρόνους.
But let this be enough concerning these matters, and we must speak of the actions proposed, having first set forth the chronological limits appropriate to this book.
ἐν μὲν οὖν ταῖς προηγουμέναις βύβλοις ἀναγεγράφαμεν ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων τὰς πράξεις τάς τε τῶν Ἑλλήνων καὶ βαρβάρων ἕως ἐπὶ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ἀγαθοκλέους στρατείας εἰς τὴν Λιβύην, εἰς ἣν ἀπὸ Τροίας ἁλώσεως ἔτη συνάγεται τρισὶ πλείω τῶν ὀκτακοσίων ὀγδοήκοντα· ἐν ταύτῃ δὲ τὸ συνεχὲς προστιθέντες τῆς ἱστορίας ἀρξόμεθα μὲν ἀπὸ τῆς εἰς Λιβύην διαβάσεως Ἀγαθοκλέους, καταλήξομεν δʼ εἰς τὸν ἐνιαυτὸν καθʼ ὃν οἱ βασιλεῖς συμφρονήσαντες κοινῇ διαπολεμεῖν ἤρξαντο πρὸς Ἀντίγονον τὸν Φιλίππου, περιλαβόντες ἔτη ἐννέα.
Now, in the preceding books we have recorded from the earliest times the deeds both of the Greeks and of the barbarians down to the year preceding Agathocles' expedition to Libya, up to which eight hundred and eighty-three years are reckoned from the capture of Troy; and in this book, adding the continuous narrative of history, we shall begin with the crossing of Agathocles to Libya, and end with the year in which the kings, having come to a mutual understanding, began their joint war against Antigonus the son of Philip, embracing nine years.