§20.3.1ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησιν Ἱερομνήμονος Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Γάιον Ἰούλιον καὶ Κόιντον Αἰμίλιον, κατὰ δὲ τὴν Σικελίαν Ἀγαθοκλῆς ἡττημένος ὑπὸ Καρχηδονίων τῇ περὶ τὸν Ἱμέραν μάχῃ καὶ τὸ πλεῖστον καὶ κράτιστον τῆς δυνάμεως ἀποβεβληκὼς συνέφυγεν εἰς τὰς Συρακούσσας.
アテナイにおいてヒエロμネモンがアルコンのとき、ローマ人はガイウス・ユリウスとクィントゥス・アエミリウスを執政官に任命し、シケリアにおいては、アガトクレスがヒメラ川付近の戦いでカルタゴ人に敗れ、軍の大部分かつ精鋭を失ってシュラクサイへ逃げ込んだ。
§20.3.2ὁρῶν δὲ τούς τε συμμάχους ἅπαντας μεταβεβλημένους καὶ τοὺς βαρβάρους πλὴν Συρακουσσῶν ἁπάσης σχεδὸν Σικελίας κυριεύοντας καὶ πολὺ προέχοντας ταῖς τε πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσιν ἐπετελέσατο πρᾶξιν ἀνέλπιστον καὶ παραβολωτάτην.
同盟者たちがみな離反し、異民族がシュラクサイを除くシケリアのほぼ全土を支配して、陸海両軍において遥かに優勢であるのを見て、彼は思いもよらない、きわめて大胆な行動を実行に移した。
§20.3.3πάντων γὰρ διειληφότων μηδʼ ἐγχειρήσειν αὐτὸν τοῖς Καρχηδονίοις ἀντιταχθῆναι, διενοήσατο τῆς μὲν πόλεως ἀπολιπεῖν τὴν ἱκανὴν φυλακήν, τῶν δὲ στρατιωτῶν τοὺς εὐθέτους ἐπιλέξαι καὶ μετὰ τούτων εἰς τὴν Λιβύην διακομισθῆναι·
というのも、彼がカルタゴ人に立ち向かおうなどとは到底企てまいと誰もが考えていたので、彼は都市には十分な守備隊を残し、兵士たちの中から適任者を選び抜いて、彼らとともにリビュアに渡ることを企てたのである。
τοῦτο γὰρ πράξας ἤλπιζε τοὺς μὲν ἐν τῇ Καρχηδόνι τετρυφηκότας ἐν εἰρήνῃ πολυχρονίῳ καὶ διὰ τοῦτʼ ἀπείρους ὄντας τῶν ἐν ταῖς μάχαις κινδύνων ὑπὸ τῶν ἐνηθληκότων τοῖς δεινοῖς ῥᾳδίως ἡττηθήσεσθαι, τοὺς δὲ κατὰ Λιβύην συμμάχους, βαρυνομένους τοῖς προστάγμασιν ἐκ πολλῶν χρόνων, λήψεσθαι καιρὸν τῆς ἀποστάσεως, τὸ δὲ μέγιστον, διαρπάσειν ἀπροσδοκήτως ἐπιφανεὶς χώραν ἀπόρθητον καὶ διὰ τὴν τῶν Καρχηδονίων εὐδαιμονίαν πεπληρωμένην παντοίων ἀγαθῶν, τὸ δʼ ὅλον ἀπὸ τῆς πατρίδος καὶ πάσης Σικελίας περισπάσειν τοὺς βαρβάρους καὶ πάντα τὸν πόλεμον μετάξειν εἰς τὴν Λιβύην·
こうすることで、彼は次のようになることを期待した。 すなわち、長きにわたる平和の中で贅沢に暮らし、それゆえに戦闘の危険に不慣れなカルタゴの人々が、恐るべき試練に鍛え上げられた者たちによって容易に打ち負かされること、長年にわたり命令を重荷と感じていたリビュアの同盟者たちが反乱の機会を得ること、そして最も重要なこととして、自らが不意に現れることによって、これまで略奪されたことのない、カルタゴ人の繁栄ゆえにあらゆる良きもので満ちあふれた土地を掠奪すること、全体として、異民族の目を祖国と全シケリアからそらし、戦争のすべてをリビュアへと移すことである。
ὅπερ καὶ συνετελέσθη.
そしてまさにそれが達成された。