Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §20.17.1-20.17.6

アガトクレスの篝火の計略と沿海都市の攻略

205 / 301 箇所 · ギリシア語

要旨

アガトクレスはカルタゴ周辺を攻略し、テュネス近郊に守備隊を残して沿海都市へと進軍する。彼は篝火を用いた計略によってカルタゴの包囲軍とハドルメトゥムの市民の双方を欺き、不戦勝を収めてさらに支配を拡大する。

§20.17.1ἅμα δὲ τούτοις πραττομένοις ὁ μὲν Ἀγαθοκλῆς κρατῶν τῶν ὑπαίθρων τὰ περὶ τὴν Καρχηδόνα χωρία κατὰ κράτος ᾔρει καὶ τῶν πόλεων ἃς μὲν διὰ φόβον, ἃς δὲ διὰ τὸ πρὸς Καρχηδονίους μίσος προσηγάγετο.
これらのことが行われているのと同時に、アガトクレスは野戦で優勢を保ちつつ、カルタゴ周辺の地域を力づくで攻略し、諸都市のうち、あるものは恐怖ゆえに、またあるものはカルタゴ人に対する憎しみゆえに、味方に引き入れた。
παρεμβολὴν δὲ πλησίον τοῦ Τύνητος ὀχυρωσάμενος καὶ τὴν ἱκανὴν ἀπολιπὼν φυλακὴν ἀνέζευξε πρὸς τὰς ἐπὶ θαλάττῃ κειμένας πόλεις.
また、テュネスの近くに陣地を築いて強固にし、十分な守備隊を残して、海沿いに位置する諸都市へと出発した。
καὶ πρώτην μὲν ἑλὼν Νέαν πόλιν κατὰ κράτος φιλανθρώπως ἐχρήσατο τοῖς χειρωθεῖσιν·
そして、最初にネア・ポリスを力づくで攻略すると、降伏した人々を寛大に扱った。
εἶτα παρελθὼν ἐπʼ Ἀδρύμητα πρὸς μὲν ταύτην πολιορκίαν συνεστήσατο, Αἰλύμαν δὲ τὸν βασιλέα τῶν Λιβύων εἰς συμμαχίαν προσελάβετο.
その後、ハドルメトゥムへと進み、この都市に対して包囲戦を開始する一方で、リビア人の王アイリュマスを同盟に引き入れた。
§20.17.2ἃ δὴ πυθόμενοι οἱ Καρχηδόνιοι πᾶσαν τὴν δύναμιν προήγαγον ἐπὶ τὸν Τύνητα καὶ τῆς μὲν Ἀγαθοκλέους στρατοπεδείας ἐκυρίευσαν, τῇ πόλει δὲ μηχανὰς προσαγαγόντες συνεχεῖς προσβολὰς ἐποιοῦντο.
これを知ったカルタゴ人は、全軍をテュネスへと進めてアガトクレスの陣地を占領し、都市に攻城兵器を接近させて絶え間ない攻撃を加えた。
§20.17.3ὁ δʼ Ἀγαθοκλῆς, ἀπαγγειλάντων τινῶν αὐτῷ τὰ περὶ τοὺς ἰδίους ἐλαττώματα, τὸ μὲν πολὺ τῆς δυνάμεως κατέλιπεν ἐπὶ τῆς πολιορκίας, τὴν δὲ θεραπείαν καὶ τῶν στρατιωτῶν ὀλίγους ἀναλαβὼν λάθρᾳ προσῆλθεν ἐπί τινα τόπον ὀρεινόν, ὅθεν ὁρᾶσθαι δυνατὸν ἦν αὐτὸν ὑπό τε τῶν Ἀδρυμητινῶν καὶ τῶν Καρχηδονίων τῶν τὸν Τύνητα πολιορκούντων.
一方アガトクレスは、味方の敗退を報告する者たちがあったため、軍勢の大部分を包囲戦に残し、自身の従者たちと少数の兵士だけを引き連れて、密かにある山がちの場所に接近した。 そこからは、ハドルメトゥムの人々と、テュネスを包囲しているカルタゴ人の双方から、彼の姿が見えるようになっていた。
§20.17.4νυκτὸς δὲ συντάξας τοῖς στρατιώταις ἐπὶ πολὺν τόπον πυρὰ κάειν, δόξαν ἐν εποίησε τοῖς μὲν Καρχηδονίοις ὡς μετὰ μεγάλης δυνάμεως ἐπʼ αὐτοὺς πορευόμενος, τοῖς δὲ πολιορκουμένοις ὡς ἄλλης δυνάμεως ἁδρᾶς τοῖς πολεμίοις εἰς συμμαχίαν παραγεγενημένης.
そして夜間に、広い範囲にわたって篝火を燃やすよう兵士たちに命じることで、カルタゴ人には、彼が強力な軍勢を率いて自分たちに向かって進軍しているかのような、また包囲されている者たちには、敵のために別の強力な軍勢が同盟として到着したかのような錯覚を与えた。
§20.17.5ἀμφότεροι δὲ τῷ ψεύδει τοῦ στρατηγήματος παραλογισθέντες παραλόγως ἠλαττώθησαν, οἱ μὲν τὸν Τύνητα πολιορκοῦντες φυγόντες εἰς Καρχηδόνα καὶ τὰς μηχανὰς ἀπολιπόντες, οἱ δʼ Ἀδρυμητινοὶ διὰ τὸν φόβον παραδόντες τὴν πατρίδα.
双方はこの計略の偽りに騙されて、思いがけない敗北を喫した。 テュネスを包囲していた者たちはカルタゴへと逃走して攻城兵器を放置し、ハドルメトゥムの人々は恐怖から祖国を引き渡したのである。
§20.17.6Ἀγαθοκλῆς δὲ ταύτην διʼ ὁμολογίας παραλαβὼν Θάψον εἷλε κατὰ κράτος καὶ τῶν ἄλλων τῶν ταύτῃ πόλεων ἃς μὲν ἐξεπολιόρκησεν, ἃς δὲ προσηγάγετο·
アガトクレスはこの都市を協定によって受け取ると、タプソスを力づくで攻略し、この地域の他の諸都市のうち、あるものは攻め落とし、あるものは味方に引き入れた。
τὰς ἁπάσας δὲ πόλεις πλείους τῶν διακοσίων κεχειρωμένος εἰς τοὺς ἄνω τόπους τῆς Λιβύης διενοεῖτο στρατεύειν.
こうして合計で二百を超える都市を屈服させると、彼はリビアの内陸地方へと遠征することを企てた。

語釈・文法注

  1. 20.17.1τῶν πόλεων — 部分属格(全体属格)。関係代名詞の対格 `ἃς μὲν ... ἃς δὲ`(あるものは……、他のものは……)が指す対象の全体を示し、動詞 `προσηγάγετο` の目的語の範囲を限定している。
  2. 20.17.3ὅθεν ὁρᾶσθαι δυνατὸν ἦν αὐτὸν — 非人称表現 `δυνατὸν ἦν`(可能であった)に、受動不定詞 `ὁρᾶσθαι`(見られること)とその対格主語 `αὐτόν`(彼=アガトクレスが)が結合している構文。行為者は `ὑπό` +属格によって示されている。
  3. 20.17.4ὡς μετὰ μεγάλης δυνάμεως ἐπʼ αὐτοὺς πορευόμενος — 接続詞 `ὡς` と主格分詞 `πορευόμενος`(進軍している)の結合。主語(アガトクレス)が意図した「〜という見せかけ」や主観的な主張を表す。同様に、続く `ὡς` +属格絶対(`ὡς... παραγεγενημένης`)も、包囲されている側が抱いた主観的な「〜という思い込み」を示す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §20.17.1-20.17.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.17.1-20.17.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。