Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §20.16.1-20.16.9

アガトクレスの勝報到着とハミルカルの奇襲撃退

204 / 301 箇所 · ギリシア語

要旨

ハミルカルからの降伏勧告に対し、シラクサの指導者たちは抵抗を続けることを決定する。その後、アガトクレスが派遣した勝利報告の船が劇的に入港し、ハミルカルによる城壁への奇襲もシラクサ軍によって撃退される。

§20.16.1προαποστείλαντος δʼ αὐτοῦ πρεσβείαν καὶ διδόντος Ἀντάνδρῳ καὶ τοῖς μετʼ αὐτοῦ, εἰ παραδιδόασι τὴν πόλιν, ἀσφάλειαν συνήδρευσαν τῶν ἡγεμόνων οἱ μάλιστα ἀξίωμα δοκοῦντες ἔχειν.
\nハミルカルがあらかじめ使節を派遣し、アンタンドロスと彼に伴う者たちに対し、もし都市を引き渡すならば安全を保障すると申し出たため、指導者たちのうちとりわけ信望が厚いとみなされている者たちが評議を開いた。
ῥηθέντων οὖν πολλῶν λόγων Ἄντανδρος μὲν ᾤετο δεῖν παραδιδόναι τὴν πόλιν, ὢν ἄνανδρος φύσει καὶ τῆς τἀδελφοῦ τόλμης καὶ πράξεως ἐναντίαν ἔχων διάθεσιν·
多くの意見が述べられたが、アンタンドロスは生まれつき臆病であり、兄の不敵さや行動力とは正反対の気質を持っていたため、都市を引き渡すべきだと考えた。
Ἐρύμνων δʼ ὁ Αἰτωλός, παρακαθεσταμένος ὑπʼ Ἀγαθοκλέους τἀδελφῷ σύνεδρος, τὴν ἐναντίαν δοὺς γνώμην ἔπεισεν ἅπαντας διακαρτερεῖν μέχρι ἂν πύθωνται τἀληθές.
これに対し、アガトクレスによって彼の弟の顧問として任命されていたアイトリア人エリュムノンは、反対の意見を述べて、真実を知るまで持ち堪えるよう一同を説得した。
§20.16.2Ἀμίλκας δὲ μαθὼν τὰ δόξαντα τοῖς ἐν τῇ πόλει συνεπήγνυε μηχανὰς παντοίας, διεγνωκὼς προσβάλλειν.
\n\nハミルカルは都市の中での決定を知ると、攻撃することを決意して、あらゆる種類の攻城兵器を組み立て始めた。
§20.16.3Ἀγαθοκλῆς δὲ δύο τριακοντόρους μετὰ τὴν μάχην νεναυπηγημένος τὴν ἑτέραν ἀπέστειλεν εἰς Συρακούσσας, ἐρέτας ἐμβιβάσας τοὺς κρατίστους καὶ τῶν περὶ αὐτὸν πιστευομένων φίλων ἕνα Νέαρχον, ἀπαγγελοῦντα τοῖς ἰδίοις τὴν νίκην.
\n\n一方アガトクレスは、戦闘の後に30挺櫂船を2隻建造させ、そのうちの1隻をシラクサへと派遣したが、最も優れた漕ぎ手たちと、彼の身辺で信頼されている友人たちの一人であるネアルコスを乗せて、味方に勝利を報告させようとした。
§20.16.4ἔπειτʼ εὐπλοίας γενομένης πεμπταῖοι ταῖς Συρακούσσαις νύκτωρ προσεπέλασαν καὶ στεφανωσάμενοι καὶ παιανίσαντες κατὰ τὸν πλοῦν ἅμʼ ἡμέρᾳ κατέπλεον ἐπὶ τὴν πόλιν.
\n\nその後、順風に恵まれて、彼らは5日目の夜間にシラクサに接近し、花冠を戴き航行中に凱歌を歌いながら、夜明けとともに入港した。
§20.16.5αἱ δὲ φυλακίδες τῶν Καρχηδονίων αἰσθόμεναι κατὰ σπουδὴν ἐπεδίωκον καὶ οὐ πολὺ προειληφότων τῶν ὑποφευγόντων ἀγὼν τῆς εἰρεσίας ἐγίνετο.
\n\nカルタゴ人の哨戒船はこれに気づくと大急ぎで追跡し、逃げる者がそれほど先んじていなかったため、漕ぎ比べの競争となった。
ἅμα δὲ τῇ τούτων φιλοτιμίᾳ συνέβη τούς τε ἐκ τῆς πόλεως καὶ τοὺς πολιορκοῦντας αἰσθομένους συνδραμεῖν ἐπὶ τὸν λιμένα καὶ τοῖς ἰδίοις ἑκατέρους συναγωνιῶντας ἀναβοᾶν θαρρεῖν.
彼らのこの競り合いと同時に、都市の人々も包囲している者たちもそれに気づき、港へと駆けつけ、双方が自陣の者たちを心配して応援し、しっかりしろと叫び立てた。
§20.16.6ἤδη δὲ τῆς τριακοντόρου καταλαμβανομένης οἱ βάρβαροι μὲν ἐπηλάλαξαν, οἱ δʼ ἐκ τῆς πόλεως ἀδυνατοῦντες βοηθεῖν τοῖς θεοῖς ηὔχοντο περὶ τῆς σωτηρίας τῶν καταπλεόντων.
\n\n30挺櫂船がまさに追いつかれそうになったとき、バルバロイは勝ち鬨を上げ、都市の人々は助けることができず、入港しようとする者たちの救済を神々に祈った。
τῆς πρῴρας δὲ τῶν διωκόντων εἰς ἐμβολὴν ἤδη φερομένης οὐκ ἄπωθεν τῆς γῆς ἔφθασε τὸ διωκόμενον σκάφος ἐντὸς βέλους γενόμενον καὶ τῶν Συρακοσίων προσβοηθησάντων ἐξέφυγε τὸν κίνδυνον.
追跡する者の舳先がまさに突撃のために向けられ、陸地からそれほど遠くないところで、追われていた船が矢の射程内に先に入り、シラクサ人が援護に駆けつけたことで、危険を脱した。
§20.16.7Ἀμίλκας δʼ ὁρῶν τοὺς ἐκ τῆς πόλεως διὰ τὴν ἀγωνίαν καὶ τὸ παράδοξον τῆς προσδοκωμένης ἀγγελίας ἐπὶ τὸν λιμένα συνδεδραμηκότας, ὑπολαβὼν εἶναι μέρος τι τοῦ τείχους ἀφύλακτον, ἔπεμψε τῶν στρατιωτῶν τοὺς κρατίστους μετὰ κλιμάκων.
\n\nハミルカルは、都市の人々が心配と予期せぬ知らせへの期待から港に一斉に駆けつけたのを見て、城壁の一部が無防備になっていると考え、兵士たちのうち最も優れた者たちを梯子を持たせて派遣した。
οὗτοι δʼ εὑρόντες ἐκλελειμμένας τὰς φυλακὰς ἔλαθον προσαναβάντες·
彼らは、守備兵たちが持ち場を離れているのを見つけると、気づかれることなく登った。
καὶ σχεδὸν αὐτῶν μεσοπύργιον ἤδη κατειληφότων ἡ κατὰ τὸ σύνηθες ἐφοδία παραγενομένη κατενόησε.
そして、彼らがほぼ塔と塔の間の壁を占拠しかけたところで、通常通り巡回してきた見回り隊がこれに気づいた。
§20.16.8γενομένης δὲ μάχης οἱ μὲν ἐκ τῆς πόλεως συνέδραμον καὶ φθάσαντες τοὺς μέλλοντας τοῖς ἀναβεβηκόσι προσβοηθεῖν οὓς μὲν ἀπέκτειναν, οὓς δʼ ἀπὸ τῶν ἐπάλξεων κατεκρήμνισαν.
\n\n戦闘が始まると、都市の人々は駆けつけ、登った者たちを援護しようとする者たちよりも先に動き、敵の一部を殺し、他を胸壁から突き落とした。
§20.16.9ἐφʼ οἷς Ἀμίλκας περιαλγὴς γενόμενος ἀπήγαγε τὴν δύναμιν ἀπὸ τῆς πόλεως καὶ τοῖς εἰς Καρχηδόνα βοήθειαν ἐξέπεμψε μετὰ στρατιωτῶν πεντακισχιλίων.
\n\nこれらの出来事にハミルカルはひどく心を痛め、軍勢を都市から退却させ、カルタゴへと5000人の兵士を救援として派遣した。

語釈・文法注

  1. 20.16.1προαποστείλαντος δʼ αὐτοῦ — 属格絶対(独立分詞構文)であり、意味上の主語である代名詞 αὐτοῦ は前節の主語であるハミルカル(Ἀμίλκας)を指す。
  2. 20.16.1τῆς τἀδελφοῦ τόλμης καὶ πράξεως ἐναντίαν ἔχων διάθεσιν — 形容詞 ἐναντίαν (反対の、逆の)は、比較や対比の対象として属格の τῆς τἀδελφοῦ τόλμης καὶ πράξεως を支配している。
  3. 20.16.6ἔφθασε τὸ διωκόμενον σκάφος ἐντὸς βέλους γενόμενον — 動詞 φθάνω (先んじる)が分詞 γενόμενον を伴い、「追われていた船が、先んじて矢の射程内に入った」という事実を表している。
  4. 20.16.7ἔλαθον προσαναβάντες — 動詞 λανθάνω (隠れる、気づかれない)が分詞 προσαναβάντες を伴い、「気づかれずに登った」という行為を表す慣用的表現。
  5. 20.16.8φθάσαντες τοὺς μέλλοντας τοῖς ἀναβεβηκόσι προσβοηθεῖν — 分詞 φθάσαντες (先んじて)は対格 τοὺς μέλλοντας を目的語とし、「(壁の外からさらに)登った者たちを援護しようとしている者たちよりも先に(行動を起こして)」という意味を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §20.16.1-20.16.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.16.1-20.16.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。