Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.16.1-20.16.9

阿加托克利斯的捷报送达与哈米尔卡突袭的被击退

第 204 段,共 301 段 · 希腊语

内容简介

面对哈米尔卡的投降要求,叙拉古的领导者们决定坚持抵抗。随后,阿加托克利斯派来报告胜利的船只戏剧性地入港,哈米尔卡对城墙发起的突袭也被叙拉古人击退。

§20.16.1προαποστείλαντος δʼ αὐτοῦ πρεσβείαν καὶ διδόντος Ἀντάνδρῳ καὶ τοῖς μετʼ αὐτοῦ, εἰ παραδιδόασι τὴν πόλιν, ἀσφάλειαν συνήδρευσαν τῶν ἡγεμόνων οἱ μάλιστα ἀξίωμα δοκοῦντες ἔχειν.
\n由于哈米尔卡预先派出了使节,并向安坦德和与他在一起的人表示,如果他们交出城市,他就保证其安全,于是那些被认为最有威望的领导人们举行了会议。
ῥηθέντων οὖν πολλῶν λόγων Ἄντανδρος μὲν ᾤετο δεῖν παραδιδόναι τὴν πόλιν, ὢν ἄνανδρος φύσει καὶ τῆς τἀδελφοῦ τόλμης καὶ πράξεως ἐναντίαν ἔχων διάθεσιν· Ἐρύμνων δʼ ὁ Αἰτωλός, παρακαθεσταμένος ὑπʼ Ἀγαθοκλέους τἀδελφῷ σύνεδρος, τὴν ἐναντίαν δοὺς γνώμην ἔπεισεν ἅπαντας διακαρτερεῖν μέχρι ἂν πύθωνται τἀληθές.
在发表了许多意见之后,安坦德认为应该交出城市,因为他天性胆怯,其性格与他哥哥的胆识和行动力完全相反;但由阿加托克利斯派来担任其弟顾问的埃托利亚人埃里姆农则提出了相反的意见,并说服所有人坚持下去,直到他们查明真相。
§20.16.2Ἀμίλκας δὲ μαθὼν τὰ δόξαντα τοῖς ἐν τῇ πόλει συνεπήγνυε μηχανὰς παντοίας, διεγνωκὼς προσβάλλειν.
\n\n哈米尔卡得知城中人们的决定后,便决定发起进攻,开始建造各种攻城器械。
§20.16.3Ἀγαθοκλῆς δὲ δύο τριακοντόρους μετὰ τὴν μάχην νεναυπηγημένος τὴν ἑτέραν ἀπέστειλεν εἰς Συρακούσσας, ἐρέτας ἐμβιβάσας τοὺς κρατίστους καὶ τῶν περὶ αὐτὸν πιστευομένων φίλων ἕνα Νέαρχον, ἀπαγγελοῦντα τοῖς ἰδίοις τὴν νίκην.
\n\n而阿加托克利斯在战斗结束后建造了两艘三十桨战船,派遣了其中一艘前往叙拉古,船上搭载了最优秀的桨手,以及他身边最受信任的朋友之一尼阿科斯,以便向自己人报告胜利。
§20.16.4ἔπειτʼ εὐπλοίας γενομένης πεμπταῖοι ταῖς Συρακούσσαις νύκτωρ προσεπέλασαν καὶ στεφανωσάμενοι καὶ παιανίσαντες κατὰ τὸν πλοῦν ἅμʼ ἡμέρᾳ κατέπλεον ἐπὶ τὴν πόλιν.
\n\n随后,在顺风之下,他们在第五天夜间接近叙拉古,戴上花冠并在航行中唱起凯歌,在黎明时分驶入该城。
§20.16.5αἱ δὲ φυλακίδες τῶν Καρχηδονίων αἰσθόμεναι κατὰ σπουδὴν ἐπεδίωκον καὶ οὐ πολὺ προειληφότων τῶν ὑποφευγόντων ἀγὼν τῆς εἰρεσίας ἐγίνετο.
\n\n迦太基人的巡逻船发现后急忙追击,由于逃跑者并未领先太多,于是展开了一场划桨的竞赛。
ἅμα δὲ τῇ τούτων φιλοτιμίᾳ συνέβη τούς τε ἐκ τῆς πόλεως καὶ τοὺς πολιορκοῦντας αἰσθομένους συνδραμεῖν ἐπὶ τὸν λιμένα καὶ τοῖς ἰδίοις ἑκατέρους συναγωνιῶντας ἀναβοᾶν θαρρεῖν.
在他们奋力拼搏的同时,城里的人和包围者也都注意到了,纷纷跑向港口,双方都为自己人感到焦虑,大声高呼要他们加油。
§20.16.6ἤδη δὲ τῆς τριακοντόρου καταλαμβανομένης οἱ βάρβαροι μὲν ἐπηλάλαξαν, οἱ δʼ ἐκ τῆς πόλεως ἀδυνατοῦντες βοηθεῖν τοῖς θεοῖς ηὔχοντο περὶ τῆς σωτηρίας τῶν καταπλεόντων.
\n\n就在三十桨战船即将被追上时,蛮族发出了欢呼,而城里的人无法相助,只得向神明祈求入港者的安全。
τῆς πρῴρας δὲ τῶν διωκόντων εἰς ἐμβολὴν ἤδη φερομένης οὐκ ἄπωθεν τῆς γῆς ἔφθασε τὸ διωκόμενον σκάφος ἐντὸς βέλους γενόμενον καὶ τῶν Συρακοσίων προσβοηθησάντων ἐξέφυγε τὸν κίνδυνον.
追击者的船首已经对准准备撞击,在离陆地不远的地方,被追击的船只率先进入了箭矢射程之内,由于叙拉古人赶来援助,它脱离了危险。
§20.16.7Ἀμίλκας δʼ ὁρῶν τοὺς ἐκ τῆς πόλεως διὰ τὴν ἀγωνίαν καὶ τὸ παράδοξον τῆς προσδοκωμένης ἀγγελίας ἐπὶ τὸν λιμένα συνδεδραμηκότας, ὑπολαβὼν εἶναι μέρος τι τοῦ τείχους ἀφύλακτον, ἔπεμψε τῶν στρατιωτῶν τοὺς κρατίστους μετὰ κλιμάκων.
\n\n哈米尔卡看到城里的人因为焦虑和对意外消息的期待而聚集到港口,认为城墙的某一部分无人防守,便派遣了最优秀的士兵携带着梯子。
οὗτοι δʼ εὑρόντες ἐκλελειμμένας τὰς φυλακὰς ἔλαθον προσαναβάντες· καὶ σχεδὸν αὐτῶν μεσοπύργιον ἤδη κατειληφότων ἡ κατὰ τὸ σύνηθες ἐφοδία παραγενομένη κατενόησε.
这些人发现哨所空无一人,便悄无声息地登了上去;就在他们几乎已经占领了塔楼之间的墙段时,照常巡逻的巡逻队赶到并发现了他们。
§20.16.8γενομένης δὲ μάχης οἱ μὲν ἐκ τῆς πόλεως συνέδραμον καὶ φθάσαντες τοὺς μέλλοντας τοῖς ἀναβεβηκόσι προσβοηθεῖν οὓς μὲν ἀπέκτειναν, οὓς δʼ ἀπὸ τῶν ἐπάλξεων κατεκρήμνισαν.
\n\n发生战斗时,城里的人聚集起来,在那些企图援助已登墙之敌的人赶到之前,杀死了一些人,将另一些人从城垛上推了下去。
§20.16.9ἐφʼ οἷς Ἀμίλκας περιαλγὴς γενόμενος ἀπήγαγε τὴν δύναμιν ἀπὸ τῆς πόλεως καὶ τοῖς εἰς Καρχηδόνα βοήθειαν ἐξέπεμψε μετὰ στρατιωτῶν πεντακισχιλίων.
\n\n哈米尔卡对此深感痛苦,将军队撤离该城,并派遣了五千名士兵前往迦太基进行援助。

词汇与语法注释

  1. 20.16.1προαποστείλαντος δʼ αὐτοῦ — 属格绝对结构(独立分词),其中属格代词 αὐτοῦ 指代前一节的主语哈米尔卡。
  2. 20.16.1τῆς τἀδελφοῦ τόλμης καὶ πράξεως ἐναντίαν ἔχων διάθεσιν — 形容词 ἐναντίαν(相反的)支配属格短语 τῆς τἀδελφοῦ τόλμης καὶ πράξεως,以表示对比的对象。
  3. 20.16.6ἔφθασε τὸ διωκόμενον σκάφος ἐντὸς βέλους γενόμενον — 动词 φθάνω(先于、抢先)伴随补充性分词 γενόμενον,表示“被追击的船只率先进入了箭矢射程”。
  4. 20.16.7ἔλαθον προσαναβάντες — 动词 λανθάνω(未被察觉、隐藏)伴随补充性分词 προσαναβάντες,是表示“悄无声息地(或未被察觉地)登上去”的惯用表达。
  5. 20.16.8φθάσαντες τοὺς μέλλοντας τοῖς ἀναβεβηκόσι προσβοηθεῖν — 分词 φθάσαντες(先于)以宾格 τοὺς μέλλοντας 为宾语,意为“在那些企图(从城墙外)援助已登墙之敌的人赶到之前(采取了行动)”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.16.1-20.16.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.16.1-20.16.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。