§20.15.1οὐ μὴν ἀλλὰ τοιαύτης ἐν τῇ Λιβύῃ γεγενημένης μεταβολῆς οἱ μὲν Καρχηδόνιοι διεπέμποντο πρὸς Ἀμίλκαν εἰς τὴν Σικελίαν, ἀξιοῦντες κατὰ τάχος πέμψαι βοήθειαν, καὶ τὰ ληφθέντα χαλκώματα τῶν Ἀγαθοκλέους νεῶν ἀπέστειλαν αὐτῷ.
しかしながら、リビアにおいてこのような状況の変化が生じたものの、カルタゴ人たちはシケリアのハミルカルのもとへ使者を送り、大急ぎで救援を送るよう要求し、また、アガトクレスの船から鹵獲した青銅の部品を彼に送った。
ὁ δὲ τοῖς καταπλεύσασι παρεκελεύσατο σιωπᾶν μὲν τὴν γεγενημένην ἧτταν, διαδιδόναι δὲ λόγον εἰς τοὺς στρατιώτας ὡς Ἀγαθοκλῆς ἄρδην ἀπώλεσε καὶ τὰς ναῦς καὶ τὴν δύναμιν ἅπασαν.
すると彼は、船でやって来た者たちに対し、生じた敗北については沈黙し、アガトクレスが船も全軍もことごとく失ったという噂を兵士たちの間に広めるよう命じた。
§20.15.2αὐτὸς δὲ πέμψας τινὰς τῶν παρόντων ἐκ Καρχηδόνος εἰς τὰς Συρακούσσας πρεσβευτὰς καὶ τὰ χαλκώματα συναποστείλας ἠξίου παραδιδόναι τὴν πόλιν·
そして彼自身は、カルタゴから同行していた者たちのうち何人かをシラクサに使節として派遣し、青銅の部品も一緒に送って、都市を引き渡すよう要求した。
τὴν μὲν γὰρ δύναμιν τῶν Συρακοσίων ὑπὸ Καρχηδονίων κατακεκόφθαι, τὰς δὲ ναῦς ἐμπεπυρίσθαι·
すなわち、シラクサの軍勢はカルタゴ人によって打ち倒され、船は焼き払われたのだと。
τοῖς δʼ ἀπιστοῦσιν ἀπόδειξιν παρέχεσθαι τὴν τῶν ἐμβόλων κομιδήν.
そして、信じない者たちに対しては、衝角が運ばれてきたことが証拠として提供されているのだと。
§20.15.3τῶν δʼ ἐν τῇ πόλει πυθομένων τὴν περὶ τὸν Ἀγαθοκλέα προσηγγελμένην συμφορὰν οἱ πολλοὶ μὲν ἐπίστευσαν, οἱ προεστηκότες δὲ διστάζοντες διετήρησαν μὲν χάριν τοῦ μὴ γενέσθαι ταραχήν, τοὺς πρεσβευτὰς δὲ ταχέως ἐξέπεμψαν, τοὺς δὲ τῶν φυγάδων συγγενεῖς καὶ φίλους καὶ τῶν ἄλλων τοὺς δυσχεραίνοντας τοῖς ὑπʼ αὐτῶν πραττομένοις ἐξέβαλον ἐκ τῆς πόλεως, ὄντας οὐκ ἐλάττους ὀκτακισχιλίων.
都市にいた人々が、アガトクレスについて報じられた災難を耳にすると、多くの者はそれを信じたが、指導者たちは疑念を抱きつつも、混乱が生じないようにするために治安を維持し、使節たちを速やかに追い返す一方で、亡命者たちの親族や友人、また指導者たちの行っていることに不満を抱いていた他の者たちを都市から追放したが、その数は八千人を下らなかった。
§20.15.4κἄπειτα τοσούτου πλήθους ἄφνω συναναγκαζομένου τὴν πατρίδα φεύγειν ἔγεμεν ἡ πόλις διαδρομῆς καὶ θορύβου καὶ γυναικείων κλαυθμῶν·
そして、これほどの大群衆が突如として祖国を逃れることを余儀なくされたため、都市は逃げ惑う人々や騒乱、女たちの泣き叫ぶ声で満ち溢れた。
οὐδεμία γὰρ ἦν οἰκία πένθους ἀκοινώνητος κατὰ τοῦτον τὸν καιρόν.
なぜなら、この時期、悲嘆と無縁な家は一つもなかったからである。
§20.15.5οἱ μὲν γὰρ περὶ τὴν τυραννίδα τοῦ Ἀγαθοκλέους καὶ τῶν τέκνων αὐτοῦ τὴν συμφορὰν ὠδύροντο, τῶν δʼ ἰδιωτῶν οἱ μὲν τοὺς ἀπολωλέναι δοκοῦντας κατὰ Λιβύην ἔκλαιον, οἱ δὲ τοὺς ἐκπίπτοντας ἀφʼ ἑστίας καὶ πατρῴων θεῶν, οἷς οὔτε μένειν ἐξῆν οὔτʼ ἐκτὸς τῶν τειχῶν προάγειν, πολιορκούντων τῶν βαρβάρων, πρὸς δὲ τοῖς εἰρημένοις κακοῖς τηλικούτοις οὖσιν ἠναγκάζοντο νηπίους παῖδας καὶ γυναῖκας συνεφέλκεσθαι τῇ φυγῇ.
すなわち、アガトクレスの僭主権力とその子供たちの支持者たちは、その災難を嘆き悲しみ、一般市民のうち、ある者たちはリビアで死亡したと思われる人々を悼んで泣き、他の者たちは、我が家や祖先伝来の神々のもとから追放される人々のために泣いた。 彼らには、留まることも、バルバロイが包囲しているために城壁の外へ進み出ることも許されなかった。 しかも、前述のような甚だしい苦難に加えて、彼らは幼い子供たちや妻たちを連れて一緒に逃亡することを強いられていたのである。
§20.15.6ὁ δʼ Ἀμίλκας, καταφυγόντων πρὸς αὐτὸν τῶν φυγάδων, τούτοις μὲν τὴν ἀσφάλειαν παρέσχετο, τὴν δὲ δύναμιν παρασκευάσας προῆγεν ἐπὶ τὰς Συρακούσσας, ὡς αἱρήσων τὴν πόλιν διά τε τὴν ἐρημίαν καὶ διὰ τὴν προσηγγελμένην τοῖς ὑπολελειμμένοις συμφοράν.
他方ハミルカルは、亡命者たちが彼のもとに逃れてくると、彼らには安全を保障し、軍勢を準備してシラクサへと進軍した。 都市の無防備さと、後に残された人々に報じられた災難のゆえに、その都市を奪取できると考えてのことである。