§20.109.1Ἀντίγονος δὲ πυθόμενος τὴν τῶν πολεμίων ἀποχώρησιν εὐθὺς ἐπεδίωκεν αὐτοὺς καὶ πλησίον γενόμενος τῆς παρεμβολῆς, ἐπεὶ πρὸς παράταξιν οὐ συγκατέβαινον, ἤρξατο περιταφρεύειν τὴν στρατοπεδείαν καὶ καταπέλτας καὶ βέλη μετεπέμψατο, βουλόμενος αὐτὴν πολιορκῆσαι.
アンティゴノスは、敵の退却を知るとただちに彼らを追撃し、彼らの陣営の近くに達したが、彼らが整列しての決戦に応じなかったため、その陣地を包囲することを望んで、その周囲に堀を掘り始め、カタパルトや矢を呼び寄せた。
συντελουμένων δʼ ἀκροβολισμῶν περὶ τὴν ταφρείαν καὶ τῶν περὶ τὸν Λυσίμαχον πειρωμένων ἀνείργειν τοῖς βέλεσι τοὺς ἐργαζομένους ἐν πᾶσιν προετέρουν οἱ περὶ τὸν Ἀντίγονον.
堀の掘削をめぐって小競り合いが行われ、リュシマコスの陣営が飛び道具で作業員たちを退けようと試みたものの、あらゆる点においてアンティゴノスの陣営が優勢であった。
§20.109.2ἔπειτα χρόνου γενομένου καὶ τῶν ἔργων ἤδη συντέλειαν λαμβανόντων, τῆς δὲ τροφῆς ὑπολιπούσης τοὺς πολιορκουμένους οἱ περὶ Λυσίμαχον, τηρήσαντες νύκτα χειμέριον, ἀναζεύξαντες ἐκ τῆς παρεμβολῆς διὰ τῶν ὑπερδεξίων τόπων ἀπεχώρησαν εἰς παραχειμασίαν.
その後、時間が経ち、包囲工事がすでに完成へと近づき、包囲されている者たちに食糧が不足してくると、リュシマコスの一行は、嵐の夜を見計らって陣営を撤退し、高地を通って冬営地へと退却した。
ὁ δʼ Ἀντίγονος ἡμέρας γενομένης ὡς εἶδε τὴν τῶν πολεμίων ἀπαλλαγήν, ἀντιπαρῆγεν αὐτὸς διὰ τῶν πεδίων.
一方、アンティゴノスは、夜が明けて敵の立ち去ったのを知ると、自ら平野を通って並行して進軍した。
§20.109.3ἐπιγενομένων δὲ ὄμβρων μεγάλων καὶ τῆς χώρας οὔσης βαθυγείου καὶ πηλώδους τῶν τε ὑποζυγίων οὐκ ὀλίγα συνέβη καὶ τῶν σωμάτων τινὰ διαφθαρῆναι καὶ τὸ σύνολον ἐπιπόνως ἅπασαν τὴν δύναμιν διατεθῆναι.
しかし、大雨が降り出し、その土地の土壌が深く泥濘んでいたため、少なからぬ駄獣と、また人々のうちのいくらかが命を落とすことになり、全体として全軍勢が苦難に満ちた状態に置かれることとなった。
§20.109.4διόπερ ὁ βασιλεὺς ἅμα μὲν ἀναλαβεῖν βουλόμενος ἐκ τῆς κακοπαθίας τοὺς στρατιώτας, ἅμα δὲ τὴν χειμερινὴν ὥραν ὁρῶν περιλαμβάνουσαν τοῦ μὲν καταδιώκειν ἀπέστη, πρὸς δὲ τὴν χειμασίαν ἐπιλεξάμενος τοὺς εὐθετωτάτους τόπους διεῖλε κατὰ μέρη τὴν δύναμιν.
それゆえ王は、一方では兵士たちをその辛苦から回復させたいと望み、他方では冬の季節が押し寄せつつあるのを見て、追撃を断念し、冬営に最も適した場所を選び出して、軍勢をいくつかの部隊に分散して配置した。
§20.109.5πυνθανόμενος δὲ Σέλευκον καταβαίνειν ἐκ τῶν ἄνω σατραπειῶν μετὰ μεγάλης δυνάμεως, ἔπεμψέ τινας τῶν φίλων εἰς τὴν Ἑλλάδα πρὸς Δημήτριον, παρακελευόμενος ἥκειν πρὸς αὐτὸν μετὰ τῆς δυνάμεως τὴν ταχίστην·
セレウコスが大軍を率いて上方のサトラペイアから下って来るとの報を得ると、彼はギリシアのデメトリオスのもとへ友人の何人かを派遣し、軍勢を率いてできるだけ早く自分のところへ来るようにと督促した。
σφόδρα γὰρ εὐλαβεῖτο μὴ πάντων τῶν βασιλέων ἐπʼ αὐτὸν συνδραμόντων ἀναγκασθῇ παρατάξει κρῖναι τὸν ὅλον πόλεμον πρὶν ἢ συνελθεῖν εἰς ταὐτὸν τὴν ἐκ τῆς Εὐρώπης δύναμιν.
というのも、すべての王たちが自分に対して一斉に押し寄せ、ヨーロッパからの軍勢が同じ場所に合流する前に、整列しての決戦によって戦争全体の勝敗を決せざるを得なくなる事態を、彼はひどく恐れていたからである。
§20.109.6παραπλησίως δὲ καὶ Λυσίμαχος διεῖλε τὴν δύναμιν εἰς χειμασίαν ἐν τῷ καλουμένῳ Σαλωνίας πεδίῳ.
同様にリュシマコスも、「サロニア」と呼ばれる平野に軍勢を分散して冬営に入らせた。
ἀγορὰν δὲ πολλὴν ἐξ Ἡρακλείας μετεπέμπετο, ποιησάμενος ἐπιγαμίαν πρὸς τοὺς Ἡρακλεώτας·
そして彼はヘラクレアの住民たちと通婚関係を結び、ヘラクレアから大量の食糧を取り寄せた。
§20.109.7ἔγημε γὰρ Ἄμηστριν τὴν Ὀξυάρτου μὲν θυγατέρα, Δαρείου δὲ τοῦ βασιλέως ἀδελφιδῆν, Κρατεροῦ δὲ γυναῖκα γενομένην ὑπʼ Ἀλεξάνδρου δοθεῖσαν, τότε δυναστεύουσαν τῆς πόλεως.
というのも、彼は、オクシュアルテスの娘にして国王ダレイオスの姪であり、かつてアレクサンドロスから与えられてクラテロスの妻となった、当時その都市を支配していたアマストリスと結婚したからである。
καὶ τὰ μὲν περὶ τὴν Ἀσίαν ἐν τούτοις ἦν.
こうしてアジアの情勢はこのような状態にあった。