Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §20.103.1-20.103.7

デメトリオスのコリントス解放とペロポネソス平定

291 / 301 箇所 · ギリシア語

要旨

デメトリオスはコリントスを包囲・陥落させて市民に自治を返した。その後、アカイアのブーラやスクュロス、アルカディアのオルコメノスなどを次々と力ずくで、あるいは降伏によって制圧した。

§20.103.1ὁ δὲ Δημήτριος διοικήσας τὰ περὶ τοὺς Σικυωνίους ἀνέζευξε μετὰ πάσης τῆς δυνάμεως ἐπὶ τὴν Κόρινθον, ἣν ἐφρούρει Πρεπέλαος Κασάνδρου στρατηγός.
デメトリオスはシキュオン人たちの諸事を処理すると、全軍を率いてコリントスへと進軍した。 そこはカッサンドロスの将軍プレペラオスが守備していた。
τὸ μὲν οὖν πρῶτον νυκτὸς ὑπό τινων πολιτῶν εἰσαχθεὶς διά τινος πυλίδος ἐκράτησε τῆς πόλεως καὶ τῶν λιμένων.
さて、まず最初に、彼は夜間に一部の市民によって小さな門から招き入れられ、都市と港を制圧した。
§20.103.2τῶν δὲ φρουρῶν καταφυγόντων τῶν μὲν εἰς τὸ καλούμενον Σισύφιον, τῶν δʼ εἰς τὸν Ἀκροκόρινθον προσαγαγὼν μηχανὰς τοῖς ὀχυρώμασι καὶ πολλὰ κακοπαθήσας εἷλε τὸ Σισύφιον κατὰ κράτος.
守備兵たちの一部がいわゆるシスュフィオンへ、一部がアクロコリントスへと逃げ込んだが、デメトリオスはそれらの砦に攻城兵器を近づけ、多大の苦難の末に、シスュフィオンを力ずくで占領した。
εἶτα τῶν ἐνταῦθα συμφυγόντων πρὸς τοὺς κατειληφότας τὸν Ἀκροκόρινθον καὶ τούτους καταπληξάμενος ἠνάγκασε παραδοῦναι τὴν ἄκραν·
その後、そこにいた者たちがアクロコリントスを占拠していた者たちのもとへと合流したが、彼らをも恐怖に陥れ、砦を引き渡すことを余余儀なくさせた。
§20.103.3σφόδρα γὰρ ἦν ἀνυπόστατος οὗτος ὁ βασιλεὺς ἐν ταῖς προσβολαῖς, εὐμήχανος ὑπάρχων περὶ τὴν κατασκευὴν τῶν πολιορκητικῶν ἔργων.
というのも、この王は攻撃において極めて防ぎがたく、攻城用の兵器の製作において才知に富んでいたからである。
οὐ μὴν ἀλλὰ τοὺς Κορινθίους ἐλευθερώσας παρεισήγαγε φυλακὴν εἰς τὸν Ἀκροκόρινθον, βουλομένων τῶν πολιτῶν διὰ τοῦ βασιλέως τηρεῖσθαι τὴν πόλιν μέχρι ἂν ὁ πρὸς Κάσανδρον καταλυθῇ πόλεμος.
そればかりか、彼はコリントス人たちを解放したものの、アクロコリントスに守備隊を配置した。 これは、カッサンドロスとの戦争が終結するまで、王によって都市が守られることを市民たちが望んだためであった。
§20.103.4καὶ Πρεπέλαος μὲν αἰσχρῶς ἐκπεσὼν ἐκ τῆς Κορίνθου πρὸς Κάσανδρον ἀπεχώρησεν, Δημήτριος δὲ παρελθὼν εἰς τὴν Ἀχαΐαν Βοῦραν μὲν κατὰ κράτος εἷλε καὶ τοῖς πολίταις ἀπέδωκε τὴν αὐτονομίαν, Σκύρον δʼ ἐν ὀλίγαις ἡμέραις παραλαβὼν ἐξέβαλε τὴν φρουράν.
そして、プレペラオスはコリントスから無様に追い払われてカッサンドロスのもとへと退却したが、デメトリオスはアカイアへと進んで、ブーラを力ずくで占領して市民たちに自立を返し、スクュロスを数日のうちに手中に収めて守備隊を追い出した。
§20.103.5μετὰ δὲ ταῦτʼ ἐπʼ Ὀρχομενὸν τῆς Ἀρκαδίας στρατεύσας ἐκέλευσε τῷ τῆς φρουρᾶς ἀφηγουμένῳ Στρομβίχῳ παραδοῦναι τὴν πόλιν.
その後、彼はアルカディアのオルコメノスに対して遠征し、守備隊の指揮官であるストロンビコスに都市を引き渡すよう命じた。
οὐ προσέχοντος δʼ αὐτοῦ τοῖς λόγοις, ἀλλὰ καὶ πολλὰ λοιδοροῦντος ἀπὸ τοῦ τείχους βλασφήμως προσαγαγὼν μηχανὰς ὁ βασιλεὺς καὶ καταβαλὼν τὰ τείχη κατὰ κράτος εἷλε τὴν πόλιν.
しかし彼がその言葉に耳を貸さず、それどころか城壁の上から不敬な言葉で多くの罵詈雑言を浴びせたため、王は攻城兵器を近づけ、城壁を打ち倒して力ずくで都市を占領した。
§20.103.6τὸν μὲν οὖν Στρόμβιχον τὸν ὑπὸ Πολυπέρχοντος καθεσταμένον φρούραρχον καὶ τῶν ἄλλων τῶν ἀλλοτρίως διατεθέντων πρὸς αὐτὸν εἰς ὀγδοήκοντα πρὸ τῆς πόλεως ἀνεσταύρωσε, τῶν δʼ ἄλλων μισθοφόρων ἑλὼν εἰς δισχιλίους κατέμιξε τοῖς ἰδίοις στρατιώταις.
そこで、ポリュペルコンによって任命された守備隊長ストロンビコスと、彼に対して敵対的な態度をとり続けた他の者たち約80人を、都市の前で磔刑に処した。 一方で、残りの傭兵たちのうち捕らえた約2000人を、自分の兵士たちの中に組み入れた。
§20.103.7μετὰ δὲ τὴν ἅλωσιν ταύτης τῆς πόλεως οἱ σύνεγγυς τὰ φρούρια κατέχοντες, ὑπολαμβάνοντες ἀδύνατον ὑπάρχειν τὸ διαφυγεῖν τὴν βίαν τοῦ βασιλέως, παρέδωκαν αὐτῷ τὰ χωρία.
この都市の陥落の後、近隣の砦を保持していた者たちは、王の武力を逃れることは不可能であると考え、彼にその拠点を引き渡した。
ὁμοίως δὲ τούτοις καὶ οἱ τὰς πόλεις φρουροῦντες, τῶν μὲν περὶ Κάσανδρον καὶ Πρεπέλαον καὶ Πολυπέρχοντα μὴ βοηθούντων, τοῦ δὲ Δημητρίου μετὰ μεγάλης δυνάμεως καὶ μηχανῶν ὑπεραγουσῶν προσιόντος, ἑκουσίως ἐξεχώρουν.
これらと同様に、都市を守備していた者たちも、カッサンドロスやプレペラオス、ポリュペルコンの一派が救援に来ず、デメトリオスが大軍と圧倒的な攻城兵器を伴って迫ってきたため、自発的に退去していった。
καὶ τὰ μὲν περὶ Δημήτριον ἐν τούτοις ἦν.
そして、デメトリオスに関する事柄はこのようになっていた。

語釈・文法注

  1. 20.103.2τῶν δὲ φρουρῶν καταφυγόντων τῶν μὲν... τῶν δʼ — `τῶν δὲ φρουρῶν`(全体)に対して、`τῶν μὲν... τῶν δʼ`(部分)が同格として置かれ、分詞 `καταφυγόντων` とともに属格独立構文を形成している。これは全体と部分の同格(いわゆる部分同格)の属格における現れである。
  2. 20.103.3βουλομένων τῶν πολιτῶν διὰ τοῦ βασιλέως τηρεῖσθαι τὴν πόλιν — 属格独立構文 `βουλομένων τῶν πολιτῶν` の中に、不定詞 `τηρεῖσθαι`(受動態)とその意味上の主語である対格 `τὴν πόλιν` が導かれている。動作主は `διά` +属格(`διὰ τοῦ βασιλέως`)によって表されている。
  3. 20.103.6τῶν δʼ ἄλλων μισθοφόρων ἑλὼν εἰς δισχιλίους — `τῶν δʼ ἄλλων μισθοφόρων` は部分属格で、分詞 `ἑλὼν` にかかる。`εἰς δισχιλίους` は「約2000人」を意味する前置詞句で、ここでは数詞を伴う `εἰς` が概数を示し、主動詞 `κατέμιξε` の直接目的語のように機能している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §20.103.1-20.103.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.103.1-20.103.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。