§20.102.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Λεώστρατος, ἐν Ῥώμῃ δʼ ὑπῆρχον ὕπατοι Σερούιος Κορνήλιος καὶ Λεύκιος Γενούκιος.
1年が経過したとき、アテナイではレオストラトスがアルコンであり、ローマではセルウィウス・コルネリウスとルキウス・ゲヌキウスが執政官であった。
ἐπὶ δὲ τούτων Δημήτριος εἶχε πρόθεσιν πρὸς μὲν τοὺς περὶ Κάσανδρον διαπολεμεῖν, τοὺς δʼ Ἕλληνας ἐλευθεροῦν καὶ πρῶτον τὰ κατὰ τὴν Ἑλλάδα διοικεῖν, ἅμα μὲν νομίζων δόξαν οἴσειν αὐτῷ μεγάλην τὴν τῶν Ἑλλήνων αὐτονομίαν, ἅμα δὲ καὶ τοὺς περὶ Πρεπέλαον ἡγεμόνας τοῦ Κασάνδρου πρότερον συντρῖψαι καὶ τότε προσάγειν ἐπʼ αὐτὴν τὴν ἡγεμονίαν, ἢ ἐπʼ αὐτὸν πορεύοιτο τὸν Κάσανδρον.
彼らのもとで、デメトリオスはカッサンドロスの一派と戦い抜き、ギリシア人たちを解放し、まずギリシアの諸事を処理することを意図していた。 これは、ギリシア人たちの自立が彼に大きな名声をもたらすであろうと考えたためでもあり、また同時に、カッサンドロスの将軍であるプレペラオスの一派をあらかじめ打ち破り、しかる後に、彼がカッサンドロス自身に向かって進軍する前に、その支配権そのものへと進撃することを意図していたためでもあった。
§20.102.2τῆς δὲ τῶν Σικυωνίων πόλεως φρουρουμένης ὑπὸ τῶν Πτολεμαίου τοῦ βασιλέως στρατιωτῶν, ὧν ἦν ἐπιφανέστατος στρατηγὸς Φίλιππος, νυκτὸς ἐπιθέμενος ἀπροσδοκήτως παρεισέπεσεν ἐντὸς τοῦ τείχους.
シキュオン人の都市が、プトレマイオス王の兵士たちによって守備されており、その最も顕著な将軍はフィリッポスであったが、デメトリオスは夜間に不意に襲撃して、城壁の内部に侵入した。
εἶτα οἱ μὲν φρουροὶ συνέφυγον εἰς τὴν ἀκρόπολιν, ὁ δὲ Δημήτριος τῆς πόλεως κυριεύσας τὸν μεταξὺ τόπον τῶν οἰκιῶν καὶ τῆς ἄκρας κατεῖχε.
その後、守備兵たちはアクロポリスへ逃れ、デメトリオスは都市を制圧して、民家と砦の間にある場所を占拠した。
μέλλοντος δʼ αὐτοῦ μηχανὰς προσάγειν καταπλαγέντες τὴν μὲν ἀκρόπολιν διʼ ὁμολογίας παρέδοσαν, αὐτοὶ δʼ ἀπέπλευσαν εἰς Αἴγυπτον.
彼が攻城兵器を近づけようとしたとき、彼らは恐れをなして、協定を結んでアクロポリスを引き渡し、彼ら自身はエジプトへと船で去った。
ὁ δὲ Δημήτριος τοὺς Σικυωνίους εἰς τὴν ἀκρόπολιν μετοικίσας τὸ μὲν τῷ λιμένι συνάπτον μέρος τῆς πόλεως κατέσκαψεν, ἀνοχύρου παντελῶς ὄντος τοῦ τόπου, τῷ δὲ πολιτικῷ πλήθει συνεπιλαβόμενος τῆς οἰκοδομίας καὶ τὴν ἐλευθερίαν ἀποκαταστήσας τιμῶν ἰσοθέων ἔτυχε παρὰ τοῖς εὖ παθοῦσι·
デメトリオスはシキュオン人たちをアクロポリスへと移住させ、その場所が完全に無防備であったため、港に隣接する都市の部分を取り壊した。 そして市民の大衆とともに再建を手助けし、自由を回復させてやり、恩恵を受けた人々から神に等しい栄誉を授けられた。
§20.102.3Δημητριάδα μὲν γὰρ τὴν πόλιν ὠνόμασαν, θυσίας δὲ καὶ πανηγύρεις, ἔτι δʼ ἀγῶνας ἐψηφίσαντο συντελεῖν αὐτῷ κατʼ ἐνιαυτὸν καὶ τὰς ἄλλας ἀπονέμειν τιμὰς ὡς κτίστῃ.
実際、彼らは都市をデメトリアスと名付け、毎年彼ために犠牲式や祝祭、さらに競技会を執り行うこと、そして創設者としてその他の栄誉を授けることを議決した。
ἀλλὰ ταῦτα μὲν ὁ χρόνος διαληφθεὶς πραγμάτων μεταβολαῖς ἠκύρωσεν, οἱ δὲ Σικυώνιοι πολλῷ κρείττονα μεταλαβόντες τόπον διετέλεσαν ἐν αὐτῷ μέχρι τῶν καθʼ ἡμᾶς χρόνων ἐνοικοῦντες.
しかし、これらのことは時代の経過に伴う事態の変転によって無効となったが、シキュオン人たちははるかに優れた場所へと移り、私たちの時代に至るまでそこに住み続けた。
§20.102.4ὁ γὰρ τῆς ἀκροπόλεως περίβολος ἐπίπεδος ὢν καὶ μέγας κρημνοῖς δυσπροσίτοις περιέχεται πανταχόθεν, ὥστε μηδαμῇ δύνασθαι μηχανὰς προσάγειν·
というのも、アクロポリスの敷地は平坦で広く、至る所が近づきがたい絶壁に囲まれており、そのためどこからも攻城兵器を近づけることができないからである。
ἔχει δὲ καὶ πλῆθος ὑδάτων, ἐξ οὗ κηπείας δαψιλεῖς κατεσκεύασαν, ὥστε τὴν ἐπίνοιαν τοῦ βασιλέως καὶ πρὸς ἀπόλαυσιν εἰρηνικὴν καὶ πρὸς ἀσφάλειαν πολέμου δόξαι καλῶς προεωρᾶσθαι.
また、水も豊富にあり、そこから彼らは豊かな菜園を整えた。 したがって、王のこの構想は、平和な時の享受のためにも、戦争の際の安全のためにも、見事に先見の明があったと思われる。