§20.101.1ἡμεῖς δὲ τὰ περὶ τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν διευκρινηκότες μεταβιβάσομεν τὸν λόγον ἐπὶ θάτερα μέρη τῆς οἰκουμένης.
私たちはギリシアとアジアに関する事柄を詳細に説明し終えたので、記述を居住世界の他の地域へと移すことにする。
κατὰ μὲν γὰρ τὴν Σικελίαν Ἀγαθοκλῆς, εἰρήνην ἀγόντων τῶν Λιπαραίων, ἐπιπλεύσας αὐτοῖς ἀπροσδοκήτως εἰσεπράξατο τοὺς μηδʼ ὁτιοῦν προαδικήσαντας ἀργυρίου τάλαντα πεντήκοντα.
シケリアにおいては、アガトクレスが、リパラ人たちが平和を楽しんでいたにもかかわらず、不意に彼らに襲来し、何一つ先んじて害を加えていなかった彼らから50タラントンの銀を徴収した。
§20.101.2ὅτε δὴ πολλοῖς ἔδοξε θεῖον εἶναι τὸ ῥηθησόμενον, τῆς παρανομίας τυχούσης ἐπισημασίας παρὰ τοῦ δαιμονίου.
そして実にその時、これから語られることは、彼の不法が神霊から警告の印を得たことによって、多くの人々に神的なことであると思われた。
ἀξιούντων γὰρ τῶν Λιπαραίων εἰς τὰ προσελλείποντα τῶν χρημάτων δοῦναι χρόνον καὶ λεγόντων μηδέποτε τοῖς ἱεροῖς ἀναθήμασι κατακεχρῆσθαι, ὁ Ἀγαθοκλῆς βιασάμενος αὐτοὺς δοῦναι τὰ κατὰ τὸ πρυτανεῖον, ὧν εἶχον ἐπιγραφὴν τὰ μὲν Αἰόλου, τὰ δʼ Ἡφαίστου, λαβὼν παραχρῆμα ἐξέπλευσεν.
すなわち、リパラ人たちが不足している金銭に対して支払いの猶予を求めるよう懇願し、神殿への奉納品を決して私用したことはないと主張したにもかかわらず、アガトクレスは彼らを脅迫して公会堂にあった財宝、その一部にはアイオロスの名が、他にはヘパイストスの名が銘記されていたのであるが、それらを引き渡させ、それを受け取ると直ちに出航した。
πνεύματος δʼ ἐπιγενομένου τῶν νεῶν ἕνδεκα συνετρίβησαν αἱ τὰ χρήματα κομίζουσαι.
しかし、風が激しく吹き荒れたため、その金を運んでいた船のうち11隻が難破した。
§20.101.3διόπερ ἔδοξε πολλοῖς ὁ μὲν λεγόμενος περὶ τοὺς τόπους ἐκείνους εἶναι κύριος τῶν ἀνέμων εὐθὺς κατὰ τὸν πρῶτον πλοῦν λαβεῖν παρʼ αὐτοῦ τιμωρίαν, ὁ δὲ Ἥφαιστος ἐπὶ τῆς τελευτῆς, οἰκείως τῆς ἀσεβείας κολάσας τὸν τύραννον ἐν τῇ πατρίδι, συνωνύμως ἐπὶ θερμοῖς τοῖς ἄνθραξι κατακαύσας ζῶντα·
それゆえ多くの人々には、かの地を支配していると言われる風の主が、最初の航海において直ちに彼から復讐を果たしたのであり、他方ヘパイストスは、彼の死の際、不敬にふさわしい形で、故郷においてこの僭主を懲らしめ、その名にふさわしく、生きたまま熱い炭火で焼き殺したのだと思われた。
τῆς γὰρ αὐτῆς προαιρέσεως ἦν καὶ δικαιοσύνης τὸ τῶν περὶ τὴν Αἴτνην σωζόντων τοὺς ἑαυτῶν γονεῖς ἀποσχέσθαι καὶ τὸ τοὺς ἀσεβοῦντας εἰς τὸ θεῖον διὰ τῆς ἰδίας δυνάμεως μετελθεῖν.
なぜなら、エトナ山の周辺で自らの親を救った人々を避けたことと、神に対して不敬を働いた者たちを自らの力によって処罰することとは、同一の意志と正義に属することだからである。
§20.101.4οὐ μὴν ἀλλʼ ὑπὲρ μὲν τῆς καταστροφῆς Ἀγαθοκλέους, ὅταν πρὸς τοὺς οἰκείους χρόνους ἔλθωμεν αὐτοῦ, τὸ γενόμενον βεβαιώσει τὸ νῦν εἰρημένον·
とはいえ、アガトクレスの破滅については、私たちがそのしかるべき時期に至ったときに、実際に起こった事柄が今述べたことを裏付けるであろう。
ἐφεῆς δὲ ῥητέον ἡμῖν τὰ πραχθέντα κατὰ τοὺς συνεχεῖς τῆς Ἰταλίας τόπους.
しかし、次に私たちはこれに続くイタリアの諸地方で行われたことを語らねばならない。
§20.101.5Ῥωμαῖοι μὲν καὶ Σαμνῖται διαπρεσβευσάμενοι πρὸς ἀλλήλους εἰρήνην συνέθεντο, πολεμήσαντες ἔτη εἴκοσι δύο καὶ μῆνας ἕξ·
ローマ人とサムニウム人は、互いに使節を派遣し合って、22年と6か月に及ぶ戦争の末に和平を結んだ。
τῶν δʼ ὑπάτων Πόπλιος Σεμπρώνιος μετὰ δυνάμεως ἐμβαλὼν εἰς τὴν τῶν Αἰκλῶν χώραν ἐχειρώσατο τετταράκοντα πόλεις ἐν ἡμέραις ταῖς πάσαις πεντήκοντα, ἀναγκάσας δὲ πᾶν τὸ ἔθνος ὑποτάττεσθαι Ῥωμαίοις ἐπανῆλθε καὶ θρίαμβον κατήγαγεν ἐπαινούμενον.
執政官の一人プブリウス・センプロニウスは、軍を率いてアイクイ人の領土に侵入し、わずか50日間のうちに40の都市を制圧した。 そして、その民族全体をローマ人に従属させることを余余儀なくさせた後、帰還して称賛に値する凱旋式を挙行した。
ὁ δὲ δῆμος ὁ Ῥωμαίων πρός τε Μαρσοὺς καὶ Παλιγνούς, ἔτι δὲ Μαρρουκίνους, συμμαχίαν ἐποιήσατο.
また、ローマの民衆はマルシ人、ペリグニ人、さらにはマッルキニ人と同盟を結んだ。