§19.81.1τῶν δὲ φίλων αὐτῷ συμβουλευόντων μὴ παρατάττεσθαι πρὸς ἡγεμόνα τηλικοῦτον καὶ δύναμιν μείζω, τούτοις μὲν οὐ προσεῖχεν, εἰς δὲ τὸν κίνδυνον παρεσκευάζετο τεθαρρηκώς, καίπερ νέος ὢν παντελῶς καὶ τηλικαύτην μάχην μέλλων ἀγωνίζεσθαι χωρὶς τοῦ πατρός.
しかし、友人たちが彼に、これほど偉大な将軍とより大きな軍勢に対して決戦を挑むべきではないと忠告したものの、彼は彼らの言うことに耳を貸さず、非常に若く、また父親なしでこれほどの大規模な戦いを戦おうとしているのにもかかわらず、確信を持って戦いの準備を進めた。
§19.81.2συναγαγόντος δʼ ἐν τοῖς ὅπλοις ἐκκλησίαν αὐτοῦ καὶ στάντος ἐπί τινος ἀναστήματος μετὰ ἀγωνίας καὶ διατροπῆς ὁ μὲν ὄχλος ἀνεβόησε μιᾷ φωνῇ θαρρεῖν καὶ πρὸ τοῦ τὸν κήρυκα καταπαῦσαι τοὺς θορυβοῦντας ἅπαντες σιωπὴν παρείχοντο.
彼が武装した兵士たちの集会を召集し、不安と当惑を抱えながらある高台に立ったとき、群衆は一斉に、彼に「勇気を持て」と叫び、伝令官が騒ぎ立てる者たちを静める前に、全員が静粛にした。
§19.81.3οὔτε γὰρ στρατιωτικὸν ἔγκλημα ὑπῆρχε περὶ αὐτὸν οὔτε πολιτικόν, ἅτε προσφάτως ἐφʼ ἡγεμονίας τεταγμένον·
というのも、彼は最近指揮権に任じられたばかりであったため、彼に対して軍事的な不満も政治的な不満も存在しなかったからである。
ὅπερ εἴωθε γίγνεσθαι τοῖς παλαιοῖς στρατηγοῖς, ὅταν ἐκ πολλῶν προφάσεων ἓν ἔγκλημα πρὸς ἕνα καιρὸν ἀθροίζηται·
これ(不満の蓄積)は、多くの口実から一つの不満が特定の時期に蓄積されるとき、年功のある将軍たちにしばしば起こることである。
τὸ γὰρ πλῆθος ἀεὶ δυσάρεστον ἐπὶ τῶν αὐτῶν μένον καὶ πᾶν τὸ μὴ πλεονάζον κεχαρισμένην ἔχει τὴν μεταβολήν·
なぜなら、大衆は常に同じ者たちの下にとどまることを嫌い、行き過ぎのないあらゆる変化を好ましいものとして受け入れるからである。
τοῦ τε πατρὸς ἤδη γεγηρακότος αἱ τῆς βασιλείας ἐλπίδες εἰς τὴν τούτου διαδοχὴν ἦγον ἅμα τὴν ἀρχὴν καὶ τὴν τῶν ὄχλων εὔνοιαν.
また、父親がすでに高齢であったため、王位への期待は、彼の継承へと、権力と同時に大衆の好意を引き寄せていた。
§19.81.4ἦν δὲ καὶ τῷ κάλλει καὶ τῷ μεγέθει διάφορος, ἔτι δὲ κεκοσμημένος ὅπλοις βασιλικοῖς εἶχε πολλὴν ὑπεροχὴν καὶ κατάπληξιν, διʼ ἧς εἰς ἐλπίδας ἁδρὰς ἦγε τοὺς πολλούς·
彼はまた、美しさと体格において並外れており、さらに王の武具で身を飾っていたため、大いなる威厳と畏怖の念を漂わせ、それによって多くの人々に豊かな希望を抱かせた。
πρὸς δὲ τούτοις πρᾳότης τις ἦν περὶ αὐτόν, ἁρμόζουσα νέῳ βασιλεῖ, δι’ ἧς εἰς προθυμίαν ἐξεκαλεῖτο πάντας, ὥστε καὶ τοὺς ἐκτὸς τάξεως συνδραμεῖν ἐπὶ τὴν ἀκρόασιν, συναγωνιῶντας τῇ νεότητι καὶ τῇ μελλούσῃ γίνεσθαι κρίσει διὰ τῆς παρατάξεως.
これに加えて、彼には若い王にふさわしいある種の温厚さがあり、それによってすべての人の熱意を呼び起こした。 そのため、隊列の外にいた者たちまでもがその言葉を聞こうと駆けつけ、彼の若さと、この会戦を通じて起ころうとしている決着に対して、ともにハラハラしていた。
§19.81.5οὐ μόνον γὰρ πρὸς πλείονας ἤμελλε διακινδυνεύειν, ἀλλὰ καὶ πρὸς ἡγεμόνας σχεδὸν μεγίστους, Πτολεμαῖον καὶ Σέλευκον·
なぜなら、彼はより多数 of 敵と命がけで戦おうとしていただけでなく、ほぼ最大とも言える将軍たち、すなわちプトレマイオスとセレウコスに立ち向かおうとしていたからである。
οὗτοι γὰρ πάντας τοὺς πολέμους Ἀλεξάνδρῳ συστρατευσάμενοι καὶ πολλάκις καθʼ αὑτοὺς δυνάμεων ἡγησάμενοι μέχρι τῶν καιρῶν τούτων ὑπῆρχον ἀνίκητοι.
彼らはアレクサンドロスとともにすべての戦争を戦い抜き、しばしば自身で軍勢を率いて、この時まで無敗であった。
§19.81.6ὁ δʼ οὖν Δημήτριος παρακαλέσας τὰ πλήθη τοῖς οἰκείοις λόγοις καὶ δωρεάς τε δώσειν κατὰ τὴν ἀξίαν καὶ τὰ λάφυρα συγχωρήσειν ἐπαγγειλάμενος ἐξέταξε τὴν δύναμιν εἰς τὴν μάχην.
ともかくデメトリオスは、ふさわしい言葉で大衆を激励し、功績に応じて恩賞を与え、戦利品を分け与えることを約束すると、戦いに向けて軍勢を整列させた。