§19.81.1τῶν δὲ φίλων αὐτῷ συμβουλευόντων μὴ παρατάττεσθαι πρὸς ἡγεμόνα τηλικοῦτον καὶ δύναμιν μείζω, τούτοις μὲν οὐ προσεῖχεν, εἰς δὲ τὸν κίνδυνον παρεσκευάζετο τεθαρρηκώς, καίπερ νέος ὢν παντελῶς καὶ τηλικαύτην μάχην μέλλων ἀγωνίζεσθαι χωρὶς τοῦ πατρός.
尽管他的朋友们劝告他不要与如此伟大的将领和更强大的军队对阵,他并没有理会这些人,反而信心十足地为这场危险的战斗做准备,尽管他还十分年轻,并且要在没有父亲陪伴的情况下进行如此规模的战斗。
§19.81.2συναγαγόντος δʼ ἐν τοῖς ὅπλοις ἐκκλησίαν αὐτοῦ καὶ στάντος ἐπί τινος ἀναστήματος μετὰ ἀγωνίας καὶ διατροπῆς ὁ μὲν ὄχλος ἀνεβόησε μιᾷ φωνῇ θαρρεῖν καὶ πρὸ τοῦ τὸν κήρυκα καταπαῦσαι τοὺς θορυβοῦντας ἅπαντες σιωπὴν παρείχοντο.
当他召集武装士兵举行集会,并怀着焦虑与不安站在一个高台上时,群众齐声高呼,叫他要保持信心,甚至在传令官让嘈杂的人群安静下来之前,所有人都保持了安静。
§19.81.3οὔτε γὰρ στρατιωτικὸν ἔγκλημα ὑπῆρχε περὶ αὐτὸν οὔτε πολιτικόν, ἅτε προσφάτως ἐφʼ ἡγεμονίας τεταγμένον· ὅπερ εἴωθε γίγνεσθαι τοῖς παλαιοῖς στρατηγοῖς, ὅταν ἐκ πολλῶν προφάσεων ἓν ἔγκλημα πρὸς ἕνα καιρὸν ἀθροίζηται· τὸ γὰρ πλῆθος ἀεὶ δυσάρεστον ἐπὶ τῶν αὐτῶν μένον καὶ πᾶν τὸ μὴ πλεονάζον κεχαρισμένην ἔχει τὴν μεταβολήν· τοῦ τε πατρὸς ἤδη γεγηρακότος αἱ τῆς βασιλείας ἐλπίδες εἰς τὴν τούτου διαδοχὴν ἦγον ἅμα τὴν ἀρχὴν καὶ τὴν τῶν ὄχλων εὔνοιαν.
因为他最近才被任命为指挥官,无论在军事上还是在政治上,人们对他都没有怨言;这种情况通常发生在老将们身上,当由于许多借口,单一的怨恨在某个特定时刻累积起来时;因为大众如果一直处于同一批人的统治下,总是难以取悦,而任何不过分的变化对他们来说都是令人愉快的;而且由于他的父亲已经年迈,对王国的希望将统治权以及群众的优待,同时引导到了他的继承之上。
§19.81.4ἦν δὲ καὶ τῷ κάλλει καὶ τῷ μεγέθει διάφορος, ἔτι δὲ κεκοσμημένος ὅπλοις βασιλικοῖς εἶχε πολλὴν ὑπεροχὴν καὶ κατάπληξιν, διʼ ἧς εἰς ἐλπίδας ἁδρὰς ἦγε τοὺς πολλούς· πρὸς δὲ τούτοις πρᾳότης τις ἦν περὶ αὐτόν, ἁρμόζουσα νέῳ βασιλεῖ, δι’ ἧς εἰς προθυμίαν ἐξεκαλεῖτο πάντας, ὥστε καὶ τοὺς ἐκτὸς τάξεως συνδραμεῖν ἐπὶ τὴν ἀκρόασιν, συναγωνιῶντας τῇ νεότητι καὶ τῇ μελλούσῃ γίνεσθαι κρίσει διὰ τῆς παρατάξεως.
他在美貌和身材上也都出类拔萃,再加上身披王室盔甲,显得气宇轩昂、威风凛凛,这使大多数人对他报以殷切的期望;此外,他身上还有一种适合年轻国王的温和气质,由此激发了所有人的热情,甚至连队列之外的人也纷纷跑来聆听,共同为他的年轻以及即将通过对阵作出的裁决感到焦虑。
§19.81.5οὐ μόνον γὰρ πρὸς πλείονας ἤμελλε διακινδυνεύειν, ἀλλὰ καὶ πρὸς ἡγεμόνας σχεδὸν μεγίστους, Πτολεμαῖον καὶ Σέλευκον· οὗτοι γὰρ πάντας τοὺς πολέμους Ἀλεξάνδρῳ συστρατευσάμενοι καὶ πολλάκις καθʼ αὑτοὺς δυνάμεων ἡγησάμενοι μέχρι τῶν καιρῶν τούτων ὑπῆρχον ἀνίκητοι.
因为他不仅要冒着对抗更众之敌的危险,还要面对几乎是当代最伟大的将领,即托勒密和塞琉古;这些人曾随同亚历山大征战所有的战争,并且经常独立指挥军队,直到此时都保持着不败。
§19.81.6ὁ δʼ οὖν Δημήτριος παρακαλέσας τὰ πλήθη τοῖς οἰκείοις λόγοις καὶ δωρεάς τε δώσειν κατὰ τὴν ἀξίαν καὶ τὰ λάφυρα συγχωρήσειν ἐπαγγειλάμενος ἐξέταξε τὴν δύναμιν εἰς τὴν μάχην.
无论如何,德米特里用恰当的话语鼓励了群众,并许诺会根据功劳赐予赏赐、让出战利品,随后便整顿军队准备交战。