Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §19.70.1-19.70.8

アクラガスによるアクロタトスの招聘と進軍

147 / 301 箇所 · ギリシア語

要旨

アクラガスはアガトクレスに対抗するため、スパルタからアクロタトスを将軍として招く。アクロタトスは途中で包囲されていたアポロニアを救い、さらにタラスから支援を取り付ける。

§19.70.1κατὰ δὲ τὴν Σικελίαν οἱ τῶν Συρακοσίων φυγάδες διατρίβοντες ἐν Ἀκράγαντι παρεκάλουν τοὺς προεστηκότας τῆς πόλεως μὴ περιορᾶν Ἀγαθοκλέα συσκευαζόμενον τὰς πόλεις·
一方シケリアでは、アクラガスに滞在していたシュラクサイの亡命者たちが、その都市の指導者たちに対し、アガトクレスが諸都市を服従させていくのを傍観しないよう求めていた。
αἱρετώτερον γὰρ εἶναι πρὸ τοῦ τὸν τύραννον ἰσχυρὸν γενέσθαι διαπολεμεῖν ἑκουσίως ἢ περιμείναντας αὐτοῦ τὴν αὔξησιν ἐξ ἀνάγκης πρὸς ἰσχυρότερον διαγωνίζεσθαι.
なぜなら、僭主が強力になる前に自発的に戦い抜く方が、彼の台頭を待ってしまい、より強力になった彼と不本意ながらも死闘を繰り広げることになるよりも望ましいからである。
§19.70.2δοξάντων δʼ αὐτῶν ἀληθῆ λέγειν ὁ μὲν δῆμος τῶν Ἀκραγαντίνων ἐψηφίσατο τὸν πόλεμον καὶ Γελῴους μὲν καὶ Μεσσηνίους εἰς τὴν συμμαχίαν προσελάβοντο, εἰς δὲ τὴν Λακεδαιμονίαν τῶν φυγάδων τινὰς ἐξέπεμψαν, ἐντειλάμενοι πειρᾶσθαι στρατηγὸν ἄγειν τὸν δυνάμενον πραγμάτων ἀφηγήσασθαι·
彼らの言うことが真実であると思われたため、アクラガス市民は戦争を決議し、ゲラ人およびメッセネ人を同盟に引き入れ、ラケダイモンへは亡命者の一部を派遣して、国事を指揮できる将軍を連れてくるよう試みることを命じた。
§19.70.3τοὺς γὰρ πολιτικοὺς ὑπώπτευον ὡς ὄντας οἰκείους τυραννίδος, τοὺς δʼ ἔξωθεν ὑπελάμβανον δικαίως ποιήσεσθαι τὴν τῶν ὅλων ἐπιμέλειαν, ἀναμιμνησκόμενοι τῆς Τιμολέοντος τοῦ Κορινθίου στρατηγίας.
なぜなら、自国の政治家たちは僭主制に親近感を持っているのではないかと彼らは疑っていたのに対し、外国から来た者であれば、コリントス人ティモレオンの将軍としての事績を思い起こし、国事全般の管理を公正に行うであろうと考えていたからである。
§19.70.4οἱ δὲ πεμφθέντες ὥς ποθʼ ἧκον εἰς τὴν Λακωνικήν, εὗρον Ἀκρότατον τὸν Κλεομένους τοῦ βασιλέως υἱὸν προσκεκοφότα πολλοῖς τῶν νέων καὶ διὰ τοῦτο ξενικῶν πραγμάτων ὀρεγόμενον.
派遣された者たちはラコニカに到着すると、王クレオメネスの息子アクロタトスが、多くの若者たちと衝突しており、それゆえに国外での事業を渇望しているのを見出した。
§19.70.5τῶν γὰρ Λακεδαιμονίων μετὰ τὴν πρὸς Ἀντίπατρον μάχην ἀπολυόντων τῆς ἀτιμίας τοὺς ἐκ τῆς ἥττης διασωθέντας μόνος ἐνέστη τῷ δόγματι.
というのも、ラケダイモン人たちがアンティパトロスとの戦いの後、敗北から生き残った者たちに対する不名誉(市民権剥奪)を解除した際、彼一人だけがその決定に反対したからである。
διόπερ αὐτὸν συνέβη καὶ τῶν ἄλλων οὐκ ὀλίγοις προσκόψαι, μάλιστα δʼ οἷς ἦν τῶν νόμων τὰ πρόστιμα·
そのため、彼は他の多くの人々、特に法律の罰則(の適用対象)となっていた者たちの反感を買うことになった。
οὗτοι γὰρ συστραφέντες πληγάς τε ἐνεφόρησαν αὐτῷ καὶ διετέλουν ἐπιβουλεύοντες.
彼らは団結してアクロタトスを殴打し、その後もずっと陰謀を企てていた。
§19.70.6διὰ ταῦτα δὴ ξενικῆς ἡγεμονίας ἐπιθυμῶν ἀσμένως ὑπήκουσε τοῖς Ἀκραγαντίνοις.
このようなわけで、国外での指揮権を求めていた彼は喜んでアクラガス人たちの要請に応じた。
τὴν δʼ ἀποδημίαν ποιησάμενος ἄνευ τῆς τῶν ἐφόρων γνώμης ἀνήχθη ναυσὶν ὀλίγαις,
そして、エフォロイ(監督官)の承諾を得ることなく出発し、少数の船で出帆した。
§19.70.7ὡς διαίρων ἐπʼ Ἀκράγαντος.
アクラガスへと渡るつもりであった。
ἀπενεχθεὶς δʼ ὑπʼ ἀνέμων εἰς τὸν Ἀδρίαν κατῆρε μὲν εἰς τὴν τῶν Ἀπολλωνιατῶν χώραν, καταλαβὼν δὲ τὴν πόλιν πολιορκουμένην ὑπὸ Γλαυκίου τοῦ βασιλέως τῶν Ἰλλυριῶν ἔλυσε τὴν πολιορκίαν, πείσας τὸν βασιλέα συνθήκας ποιήσασθαι πρὸς τοὺς Ἀπολλωνιάτας.
しかし、風によってアドリア海へと流され、アポロニア人の領土に上陸した。 そして、その都市がイリュリア人の王グラウキアスによって包囲されているのを知ると、王を説得してアポロニア人との間に条約を結ばせることで、その包囲を解かせた。
§19.70.8ἐντεῦθεν δὲ πλεύσας εἰς Τάραντα καὶ παρακαλέσας τὸν δῆμον συνελευθεροῦν Συρακοσίους, ἔπεισε ψηφίσασθαι ναυσὶν εἴκοσι βοηθεῖν·
そこからタラスへと航行し、民衆にシュラクサイの解放をともに助けるよう呼びかけ、二十隻の船をもって支援することを選決させた。
διὰ γὰρ τὴν συγγένειαν καὶ τὸ τῆς οἰκίας σχῆμα προσένεμον τοῖς λόγοις αὐτοῦ πίστιν τε μεγάλην καὶ βάρος.
なぜなら、血縁関係と彼の家門の威光のゆえに、人々は彼の言葉に大きな信頼と重みを与えたからである。

語釈・文法注

  1. 19.70.1πρὸ τοῦ τὸν τύραννον ἰσχυρὸν γενέσθαι — 前置詞 `πρό` に属格冠詞 `τοῦ` と不定詞 `γενέσθαι` が組み合わさることで、「〜する前に」という時を表す副詞句が形成されている。対格 `τὸν τύραννον` は不定詞の意味上の主語であり、`ἰσχυρὸν` はその述語補語である。
  2. 19.70.2δοξάντων δʼ αὐτῶν — 分詞 `δοξάντων`(`δοκέω` のアオリスト分詞)と人称代名詞 `αὐτῶν`(亡命者たちを指す)による属格独立構文。`δοκέω` が「〜と思われる」という受動的な意味で不定詞 `λέγειν` を伴い、「彼らが真実を語っていると判断されたため」という原因を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §19.70.1-19.70.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.70.1-19.70.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。