Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §19.61.1-19.61.5

アンティゴノスの宣言とティロス開城

138 / 301 箇所 · ギリシア語

要旨

アンティゴノスはカッサンドロスの非道を糾弾してギリシアの自由を宣言する布告を出し、アレクサンドロスを支援してペロポネソスに送った後、ティロスを長期にわたり包囲して開城させた。

§19.61.1Ἀντίγονος δὲ παραγενομένου πρὸς αὐτὸν Ἀλεξάνδρου τοῦ Πολυπέρχοντος πρὸς μὲν τοῦτον συνέθετο φιλίαν, αὐτὸς δὲ συναγαγὼν τῶν τε στρατιωτῶν καὶ τῶν παρεπιδημούντων κοινὴν ἐκκλησίαν κατηγόρησε Κασάνδρου, προφερόμενος τήν τε Ὀλυμπιάδος ἀναίρεσιν καὶ τὰ συμβάντα περὶ Ῥωξάνην καὶ τὸν βασιλέα.
アンティゴノスは、ポリュペルコンの子アレクサンドロスが彼のもとに到着すると、この男と友好関係を結んだ。 自らは兵士たちと滞在者たちの合同集会を招集してカッサンドロスを非難し、オリンピアスの殺害や、ロクサネと王に起こった出来事を引き合いに出した。
§19.61.2πρὸς δὲ τούτοις ἔλεγεν ὡς Θεσσαλονίκην μὲν βιασάμενος ἔγημεν, φανερῶς δὲ ἐξιδιάζεται τὴν Μακεδόνων βασιλείαν, ἔτι δὲ ὡς Ὀλυνθίους ὄντας πολεμιωτάτους Μακεδόνων κατῴκισεν εἰς τὴν ὁμώνυμον ἑαυτοῦ πόλιν καὶ Θήβας ἀνέστησε τὰς ὑπὸ Μακεδόνων κατασκαφείσας.
さらにこれらに加えて、彼がテッサロニケに強いて結婚し、公然とマケドニアの王位を自分のものにしようとしていること、また、マケドニア人の最大の敵であったオリュントス人たちを自分の名にちなんだ都市に入植させ、マケドニア人によって破壊されたテバイを再建したことを語った。
§19.61.3συναγανακτούντων δὲ τῶν ὄχλων ἔγραψε δόγμα καθʼ ὃ τὸν Κάσανδρον ἐψηφίσατο πολέμιον εἶναι, ἐὰν μὴ τάς τε πόλεις καθέλῃ καὶ τὸν βασιλέα καὶ τὴν μητέρα τὴν Ῥωξάνην προαγαγὼν ἐκ τῆς φυλακῆς ἀποδῷ τοῖς Μακεδόσι καὶ τὸ σύνολον ἐὰν μὴ πειθαρχῇ τῷ καθεσταμένῳ στρατηγῷ καὶ τῆς βασιλείας παρειληφότι τὴν ἐπιμέλειαν Ἀντιγόνῳ.
群衆がともに憤慨すると、彼は、カッサンドロスがそれらの都市を破壊せず、王と(その)母ロクサネを牢獄から引き出してマケドニア人に引き渡さず、総じて、任命された将軍にして王国の管理を引き受けたアンティゴノスに従わないのであれば、彼を敵と議決する、という布告を書いた。
εἶναι δὲ καὶ τοὺς Ἕλληνας ἅπαντας ἐλευθέρους, ἀφρουρήτους, αὐτονόμους.
また、ギリシア人はすべて自由であり、守備隊を置かれず、自治を行うものとされた。
ἐπιψηφισαμένων δὲ τῶν στρατιωτῶν τὰ ῥηθέντα διαπέστειλε πανταχῇ τοὺς κομιοῦντας τὸ δόγμα·
兵士たちが言われたことを可決すると、彼はこの布告を伝える者たちをいたるところに派遣した。
§19.61.4τοὺς μὲν γὰρ Ἕλληνας ὑπελάμβανε διὰ τὴν ἐλπίδα τῆς ἐλευθερίας προθύμους ἕξειν συναγωνιστὰς εἰς τὸν πόλεμον, τοὺς δʼ ἐν ταῖς ἄνω σατραπείαις στρατηγοὺς καὶ σατράπας, ὑπόπτως ἔχοντας ὡς Ἀντιγόνου καταλῦσαι διεγνωκότος τοὺς ἀπὸ Ἀλεξάνδρου βασιλεῖς, αὐτοῦ φανερῶς τὸν ὑπὲρ αὐτῶν πόλεμον ἀναδεχομένου πάντας μεταπεσεῖσθαι ταῖς γνώμαις καὶ τοῖς παραγγελλομένοις ἑτοίμως ὑπακούσεσθαι.
なぜなら彼は、ギリシア人たちは自由への希望によって、戦争において熱心な戦友となるだろうと考え、上地のサトラペイアにいる将軍たちやサトラップたちは、アンティゴノスがアレクサンドロスの血を引く王たちを亡き者にしようと決意しているのではないかと疑念を抱いていたが、彼自身が公然と彼らのための戦争を引き受けていることから、全員が考えを変えて、命じられることに快く従うようになるだろうと考えたからである。
§19.61.5ἀπὸ δὲ τούτων γενόμενος Ἀλεξάνδρῳ μὲν δοὺς πεντακόσια τάλαντα καὶ περὶ τῶν μελλόντων εἰς μεγάλας ἀγαγὼν ἐλπίδας ἐξαπέστειλεν εἰς Πελοπόννησον·
これらのことを終えると、彼はアレクサンドロスに五百タラントンを与え、将来について大きな希望を抱かせてペロポネソスへと送り出した。
αὐτὸς δὲ παρὰ Ῥοδίων μεταπεμψάμενος ναῦς καὶ τῶν ναυπηγηθεισῶν τὰς πλείστας καταρτίσας ἐπέπλευσε τῇ Τύρῳ.
彼自身はロドス人から船を呼び寄せ、新造された船の大部分を艤装すると、ティロスへと航行した。
θαλασσοκρατῶν δὲ καὶ διακωλύων σῖτον εἰσάγεσθαι προσεκαρτέρησε μὲν ἐνιαυτὸν καὶ τρεῖς μῆνας, εἰς ἔνδειαν δὲ δεινὴν ἀγαγὼν τοὺς ἐγκατακεκλεισμένους τοῖς μὲν παρὰ Πτολεμαίου στρατιώταις συνεχώρησεν ἀπελθεῖν ἔχουσι τὰ ἑαυτῶν, τὴν δὲ πόλιν διʼ ὁμολογίας παραλαβὼν φρουρὰν τὴν διαφυλάξουσαν εἰς αὐτὴν εἰσήγαγεν.
海を支配し穀物の搬入を妨げながら、彼は一年と三ヶ月の間包囲を続け、閉じ込められた者たちを深刻な窮乏に陥れると、プトレマイオスから派遣されていた兵士たちには、自分の財産を持って立ち去ることを許し、協定によって都市を受け取ると、それを守備するための部隊をそこへ入れた。

語釈・文法注

  1. §19.61.3εἶναι δὲ καὶ τοὺς Ἕλληνας ἅπαντας ἐλευθέρους, ἀφρουρήτους, αὐτονόμους — 不定詞 `εἶναι` は、前文の `ἔγραψε δόγμα` (布告を書いた)から導かれる間接話法(伝聞あるいは布告の内容)を継続している。主語は対格の `τοὺς Ἕλληνας ἅπαντας` であり、「〜であるべきこと」という布告の決定事項を表す。
  2. §19.61.4ὑπόπτως ἔχοντας ὡς Ἀντιγόνου καταλῦσαι διεγνωκότος τοὺς ἀπὸ Ἀλεξάνδρου βασιλεῖς — 分詞 `ἔχοντας` は `τοὺς δʼ ... στρατηγοὺς καὶ σατράπας`(将軍たちとサトラップたち)を修飾する。副詞 `ὑπόπτως` と結びついて「疑念を抱いている」を意味する。その疑念の内容は、接続詞 `ὡς` に導かれる独立属格句 `Ἀντιγόνου ... διεγνωκότος` (アンティゴノスが〜と決意しているとして)によって説明されている。
  3. §19.61.4πάντας μεταπεσεῖσθαι ταῖς γνώμαις — 対格不定詞句であり、主節の動詞 `ὑπελάμβανε`(考えていた)の目的語。主語は対格の `πάντας`(全員が、すなわち前述の将軍やサトラップたちを指す)であり、彼らが「考えを変えるであろう」というアンティゴノスの予測を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §19.61.1-19.61.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.61.1-19.61.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。