Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.61.1-19.61.5

安提柯的宣言与推罗投降

第 138 段,共 301 段 · 希腊语

内容简介

安提柯颁布法令谴责卡山德并宣布希腊人获得自由;在资助亚历山大并将其送往伯罗奔尼撒后,他长期围困并成功占领了推罗。

§19.61.1Ἀντίγονος δὲ παραγενομένου πρὸς αὐτὸν Ἀλεξάνδρου τοῦ Πολυπέρχοντος πρὸς μὲν τοῦτον συνέθετο φιλίαν, αὐτὸς δὲ συναγαγὼν τῶν τε στρατιωτῶν καὶ τῶν παρεπιδημούντων κοινὴν ἐκκλησίαν κατηγόρησε Κασάνδρου, προφερόμενος τήν τε Ὀλυμπιάδος ἀναίρεσιν καὶ τὰ συμβάντα περὶ Ῥωξάνην καὶ τὸν βασιλέα.
当波利伯孔之子亚历山大来到他那里时,安提柯与他结为友好,他自己则召集了士兵和外来侨民的共同集会,谴责卡山德,并指控其杀害奥林匹亚斯以及针对罗克珊娜和国王所犯下的种种行径。
§19.61.2πρὸς δὲ τούτοις ἔλεγεν ὡς Θεσσαλονίκην μὲν βιασάμενος ἔγημεν, φανερῶς δὲ ἐξιδιάζεται τὴν Μακεδόνων βασιλείαν, ἔτι δὲ ὡς Ὀλυνθίους ὄντας πολεμιωτάτους Μακεδόνων κατῴκισεν εἰς τὴν ὁμώνυμον ἑαυτοῦ πόλιν καὶ Θήβας ἀνέστησε τὰς ὑπὸ Μακεδόνων κατασκαφείσας.
此外他还说,卡山德强娶了帖撒罗妮加,并且公然将马其顿的王位据为己有,并且,他还把身为马其顿人最凶恶敌人的奥林索斯人安置在以他自己名字命名的城市中,并重建了曾被马其顿人夷为平地的底比斯。
§19.61.3συναγανακτούντων δὲ τῶν ὄχλων ἔγραψε δόγμα καθʼ ὃ τὸν Κάσανδρον ἐψηφίσατο πολέμιον εἶναι, ἐὰν μὴ τάς τε πόλεις καθέλῃ καὶ τὸν βασιλέα καὶ τὴν μητέρα τὴν Ῥωξάνην προαγαγὼν ἐκ τῆς φυλακῆς ἀποδῷ τοῖς Μακεδόσι καὶ τὸ σύνολον ἐὰν μὴ πειθαρχῇ τῷ καθεσταμένῳ στρατηγῷ καὶ τῆς βασιλείας παρειληφότι τὴν ἐπιμέλειαν Ἀντιγόνῳ.
在群众共同表示愤慨后,他草拟了一项法令,其中宣布卡山德为敌人,除非他拆毁那些城市,将国王及其母亲罗克珊娜从监禁中释放并归还给马其顿人,并且总之,除非他服从已被确立为将领并承担了王国管理职责的安提柯。
εἶναι δὲ καὶ τοὺς Ἕλληνας ἅπαντας ἐλευθέρους, ἀφρουρήτους, αὐτονόμους.
该法令还规定,所有的希腊人都应当是自由、无驻军并自治的。
ἐπιψηφισαμένων δὲ τῶν στρατιωτῶν τὰ ῥηθέντα διαπέστειλε πανταχῇ τοὺς κομιοῦντας τὸ δόγμα· §19.61.4τοὺς μὲν γὰρ Ἕλληνας ὑπελάμβανε διὰ τὴν ἐλπίδα τῆς ἐλευθερίας προθύμους ἕξειν συναγωνιστὰς εἰς τὸν πόλεμον, τοὺς δʼ ἐν ταῖς ἄνω σατραπείαις στρατηγοὺς καὶ σατράπας, ὑπόπτως ἔχοντας ὡς Ἀντιγόνου καταλῦσαι διεγνωκότος τοὺς ἀπὸ Ἀλεξάνδρου βασιλεῖς, αὐτοῦ φανερῶς τὸν ὑπὲρ αὐτῶν πόλεμον ἀναδεχομένου πάντας μεταπεσεῖσθαι ταῖς γνώμαις καὶ τοῖς παραγγελλομένοις ἑτοίμως ὑπακούσεσθαι.
当士兵们表决通过了上述发言后,他向各处派遣了携带该法令的人;因为他料想,由于对自由的期望,希腊人们会成为战争中积极的盟友;而在内陆总督辖区的将领和总督们,原本怀疑安提柯已决心消灭亚历山大的王室后裔,但当安提柯公开承担起为这些国王而战的战争时,他们所有人都会转变想法,并乐意服从其命令。
§19.61.5ἀπὸ δὲ τούτων γενόμενος Ἀλεξάνδρῳ μὲν δοὺς πεντακόσια τάλαντα καὶ περὶ τῶν μελλόντων εἰς μεγάλας ἀγαγὼν ἐλπίδας ἐξαπέστειλεν εἰς Πελοπόννησον· αὐτὸς δὲ παρὰ Ῥοδίων μεταπεμψάμενος ναῦς καὶ τῶν ναυπηγηθεισῶν τὰς πλείστας καταρτίσας ἐπέπλευσε τῇ Τύρῳ.
在处理完这些事务后,他给了亚历山大五百塔兰同,并让他对未来抱有极大的希望,将其送往伯罗奔尼撒;他自己则从罗得斯人那里召集了船只,并装备了大部分新建造的船只,向推罗航行。
θαλασσοκρατῶν δὲ καὶ διακωλύων σῖτον εἰσάγεσθαι προσεκαρτέρησε μὲν ἐνιαυτὸν καὶ τρεῖς μῆνας, εἰς ἔνδειαν δὲ δεινὴν ἀγαγὼν τοὺς ἐγκατακεκλεισμένους τοῖς μὲν παρὰ Πτολεμαίου στρατιώταις συνεχώρησεν ἀπελθεῖν ἔχουσι τὰ ἑαυτῶν, τὴν δὲ πόλιν διʼ ὁμολογίας παραλαβὼν φρουρὰν τὴν διαφυλάξουσαν εἰς αὐτὴν εἰσήγαγεν.
控制着海洋并阻止粮食被运入,他坚持围困了一年零三个月;在将城内被困的人逼入极度匮乏的境地后,他允许普特雷迈奥斯的士兵带着他们自己的财产撤离,并依协议接管了这座城市,派驻了守军以保卫它。

词汇与语法注释

  1. §19.61.3εἶναι δὲ καὶ τοὺς Ἕλληνας ἅπαντας ἐλευθέρους, ἀφρουρήτους, αὐτονόμους — 不定式 `εἶναι` 延续了由前句 `ἔγραψε δόγμα`(写下法令)所引导的间接引语,表示法令的具体内容。其主语是宾格的 `τοὺς Ἕλληνας ἅπαντας`,表示“所有的希腊人都应当是自由的……”。
  2. §19.61.4ὑπόπτως ἔχοντας ὡς Ἀντιγόνου καταλῦσαι διεγνωκότος τοὺς ἀπὸ Ἀλεξάνδρου βασιλεῖς — 分词 `ἔχοντας` 修饰 `τοὺς δʼ ... στρατηγοὺς καὶ σατράπας`(将领和总督们),与副词 `ὑπόπτως` 结合,意为“怀有疑虑”。他们所怀疑的内容由连词 `ὡς` 引导的属格独立结构 `Ἀν提柯之子 ... διεγνωκότος`(认为安提柯已决定……)来阐明。
  3. §19.61.4πάντας μεταπεσεῖσθαι ταῖς γνώμαις — 此“宾格+不定式”结构作为主句动词 `ὑπελάμβανε`(认为/预料)的宾语。其主语是宾格的 `πάντας`(所有人,指前文的将领和总督们),表示安提柯预计他们“将会改变心意”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.61.1-19.61.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.61.1-19.61.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。